Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‘‘Θεὸς θεῶν κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν· ἐκ Σιῶν

v.3.p.355
ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. καὶ μεθ’ ἕτερα " ἄκουσον φησὶ) λαός μου, καὶ λαλήσω σοὶ, Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι. ὁ θεὸς ὁ θεός σου εἰμὶ ἐγώ. οὐκ ἐπὶ ταῖς θυσίαις. σου ἐλέγξω σε. τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου εἰσὶ διὰ παντός.

οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους, ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. ἔγνωκα πάντα τὰ πετηνὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ’ ἐμοῦ ἐστίν. ἐὰν πεινάσω, οὐ μή σοι εἴπω. ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως.”

Κἀνταῦθα ἡ θεία πρόρρησις σαφῶς θεὸν ἐμφανῶς ἥξειν θεσπίζει, οὐκ ἄλλον ἢ τὸν τοῦ θεοῦ λόγον δηλοῦσα. καὶ τὸ αἴτιον δὲ τῆς παρουσίας αὐτοῦ σαφέστατα παρίστησιν, αὖθις τὴν κλῆσιν σημαίνουσα τῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐθνῶν. " ἐκάλεσε γοῦν φησι ’ τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν.” σφόδρα δὲ ἀκολούθως μετὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ μετὰ τὴν κλῆσιν τῶν ἐθνῶν τὴν παραίτησιν τῆς κατὰ τὸν Μώσεως νόμον σωματικωτέρας λατρείας διδάσκει, ἣ καὶ αὐτὴ τέλους ἔτυχε μετὰ τὴν τοῦ θεοῦ λόγου εἰς πάντας ἀνθρώπους ἐπιφάνειαν.

ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο κέκληνται μὲν πάντες οἶ ἐπὶ πάσης τῆς οἰκουμένης ἄνθρωποι, καὶ πάντα τὰ ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν ἔθνη. πέταυται δὲ καὶ καθῄρηται ἡ κατὰ Ἰουδαίους θρησκεία, κατὰ τὴν καινὴν διαθήκην τοῦ εὐαγγελικοῦ κηρύγ

v.3.p.356
ματος, ἀλλ’ οὐ κατὰ τὸν Μώσεως νόμον, ἀνθρώπων εὐσεβεῖν παρηγγελμένων. ταῦτα δὲ καὶ ἐπὶ τὴν δευτέραν καὶ ἔνδοξον ἐπιφάνειαν τοῦ σωτῆρος ἀναφέροιτο ἄν.

  • Ἀπὸ Ψαλμοῦ πγ΄.