Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιῶν. ὁ θεὸς τῶν δυνάμεων εἰσάκουσον τῆς προσευχῆς μου 5 ἐνώτισαι ὁ θεὸς Ἰακώβ· ὑπερασπιστὰ ἡμῶν ὁ θεὸς, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου.

Τὸν θεὸν τῶν θεῶν ὀφθήσεσθαι προειπὼν εὔχεται τὴν ἐπιφάνειαν αὐτοῦ ᾗ τάχος ἐπιστῆναι, καθ’ ὃν ὀφθήσεται τρόπον διδάσκων διὰ ‟ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου·’ ὡσεὶ σαφέστερον εἰρήκει, διὰ τοῦ προσώπου τοῦ Χριστοῦ σου ἐπιφάνηθι. ἐπεὶ γὰρ ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα τὸν πέμψαντα αὐτὸν, εἰκότως διὰ τοῦ προσώπου τοῦ Χριστοῦ ἐπιφανήσεσθαι τὸν ἐν τῷ Χριστῷ κατοικοῦντα θεὸν τῶν θεῶν ἐπαγγέλλει.

  • Ἀπὸ Ψαλμοῦ ABBREV
  • ‟Ἄισατε τῷ κυρίῳ ᾆσμα καινὸν, ᾄσατε κυρίῳ πᾶσα ἡ γῆ. ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ. εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ, ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν [*](6 Ps. 83, 7. 13 Jo. 14, 8.)

    v.3.p.357
    ἐπὶ πάντας τοὺς .”

    καὶ πάλιν ’ ἐνέγκατε τῷ κυρίῳ αἷ πατριαὶ τῶν ἐθνῶν.” καὶ πάλιν‘‘ εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσε. ’