Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τοῦτο δὲ ἑρμηνεύων ὁ ἀπόστολός φησι τὸ δὲ ἀνέβη τί ἐστὶν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτατα τῆς γῆς ; ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν.” ἐν ἀλαλαγμῷ δὲ αὐτόν φησιν ἀνεληλυθέναι διὰ τὴν εἰς αὐτὸν θεολογίαν τῶν δορυφορούντων αὐτὸν ἀνιόντα ἀγγέλων, οἳ καὶ ἔλεγον ‟ἄρατε οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.” φωνὴν δὲ οὐκ ἂν σφαλείης τὸ κήρυγμα εἰπὼν τὸ εὐαγγελικὸν εἰς πᾶσαν ἐξηχῆσαν τὴν οἰκουμένην.

παντὸς γὰρ ὀργάνου μουσικοῦ μεγαλοφωνοτέρας οὔσης [*](9 Ps. 2, 7. 20 Eph. 4, 9. 25 Ps. 23, 7.)

v.3.p.354
τῆς σάλπιγγος, οἰκείως παρείληπται τὸ παράδειγμα εἰς παράστασιν τοῦ πάντων τῶν ἐξ αἰῶνος κραταιοτέραν καὶ μεγαλοφωνοτέραν τὴν περὶ τοῦ Χριστοῦ πᾶσιν ἀνθρώποις κατηγγέλθαι διδασκαλίαν, δι’ ἧς ὥσπερ διὰ σάλπιγγος εἰς ἐξάκουστον πάντων τῶν ἀνθρώπων βοᾷ καὶ κέκραγε τὸ πνεῦμα τὸ ἅγιον τὰ ἐξῆς τοῦ Ψαλμοῦ, δι’ ὧν εἴρηται ‘‘ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε.” ὅτι βασιλεὺς οὐκέτι μόνου τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ πάσης φησὶ τῆς γῆς ὁ θεὸς, ψάλατε συνετῶς.

οὐκέτι γὰρ οἶ πρὶν δαίμονες, φησὶ, οὐδὲ τὰ περίγεια καὶ ἀπατηλὰ πνεύματα, ἀλλ’ αὐτὸς ὁ θεὸς ἐβασίλευσεν ἐπὶ πάντα τὰ ἔθνη, ὁ θεὸς αὐτὸς, ὃς κάθηται ἐπὶ θρόνου ἁγίου αὑτοῦ. ἤδη δὲ πρότερον τοῦ θεοῦ λόγου τὸν θρόνον, ἐφ’ ὃν καθέζεσθαι ὁ πατὴρ αὐτῷ παρεκελεύσατο εἰπὼν‘ ‟κάθου ἐκ δεξιῶν μου, ἕως θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου,” διὰ τοῦ πρὸ τούτου συγγράμματος παρεστήσαμεν.

τὸ δὲ ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ” ἔτι σαφέστερον δηλοῖ μετατεθεῖσθαι εἰς τὸν κλῆρον τῶν πάλαι θεοφιλῶν τοῦ θεοῦ προφητῶν τοὺς ἐξ ἐθνῶν ἄρχοντας τῆς Χριστοῦ ἐκκλησίας, οἳ καὶ τῇ δυνάμει τοῦ σωτῆρος ἡμῶν κραταιωθέντες σφόδρα ἐπήρθησαν, οὐδενὸς ἀνθρώπων καταβαλεῖν αὐτοὺς καὶ ταπεινῶσαι δεδυνημένου διὰ τὴν ἀνυψοῦσαν αὐτοὺς καὶ δυναμοῦσαν τοῦ θεοῦ δεξιάν. καὶ ταῦτα δὲ ἐπὶ σχολῆς ἐντελοῦς τεύξεται διηγήσεως.

  • Ἀπὸ Ψαλμοῦ μθ΄.