Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Τάδε λέγει κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς· διότι ὁ ἁπτόμενος ὑμῶν, ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ’ αὐτοὺς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύσασιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με.”

Κύριος αὐτὸς ὁ παντοκράτωρ ἐν τούτοις ἐαυτὸν ἀπεστάλθαι φησὶ, καὶ τὸν ἀποστείλαντα ὅστις εἴη διδάσκει, λέγων ‘καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με.” οὐκοῦν καὶ ἐνταῦθα δύο σαφῶς ἔχεις μιᾳ χρωμένους προσηγορίᾳ, ’τον τε ἀπο- στείλαντα κύριον παντοκράτορα καὶ τὸν ἀποστελλόμενον ὁμώνυμον τῷ ἀποστείλαντι.

τίνα δ’ ἂν ἕτερον ρον εἴποις τὸν ἀποστελλόμενον ἢ τὸν διὰ πλειόνων ἡμῖν προηγορευμένον θεὸν λόγον, πρὸς τοῦ πατρὸς ἀπεστάλθαι ὁμολογοῦντα, σαφῶς δὲ εἰρηκότα “ὀπίσω δόξης ἀπέσταλκέ με;” δηλῶν ὅτι προὐπάρχων ἐν δόξῃ τῇ παρὰ τῷ πατρὶ μετὰ ταῦτα ἀπέσταλτο ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς· ἐπὶ γὰρ τὰ πρότερον ἐχθρὰ καὶ πολέμια τοῦ λαοῦ τοῦ θεοῦ ἔθνη ἀποσταλεὶς ὁ τοὺ θεοῦ λόγος ταῦθ’ ὑφ’ ἑαυτὸν ἠγάγετο, σκυλεύσας αὐτὰ διὰ τῶν αὑτοῦ μαθητῶν, οἵτινες ἦσαν μέρος τοῦ ἐκ περιτομῆς λαοῦ, ὅντινα πάλαι καταδεδούλωντο τὰ ἔθνη σκυλεύσαντα αὐτὸν τῇ οἰκείᾳ εἰδωλολατρίᾳ.

ταῦτ’ οὖν φησι πείσεσθαι τὰ ἔθνη ἅπερ διατέθεικεν. ὡς γὰρ τὸν λαὸν τοῦ θεοῦ τῆς πατρῴας εὐσεβείας μεταστησάμενα σκῦλα τοῖς ἰδίοις δαίμοσι κατε- [*](2 Zach. 2, 8.)

v.3.p.382
στήσαντο, οὕτω ποτὲ καὶ αὐτὰ τῆς πατρικῆς εἰδωλο λάτριας πρὸς τῶν πάλαι δεδουλευκότων αὐτοῖς σκυλευθήσονται, καὶ ὑπὸ τὸν ζυγὸν τῆς καθ’ Ἑβραίους εὐσεβείας μεταστήσονται. τοῦτο δὲ ἔσεσθαί φησιν ὁ κύριος δι’ ἑαυτοῦ ἐπὶ τῷ τοιῷδε κατορθώματι πρὸς τοῦ πατρὸς ἀποσταλησομένου.

εἴποι δ’ ἄν τις καὶ νοητάς τινας καὶ ἀοράτους δυνάμεις ἔθνη νῦν ὀνομάζεσθαι τὰ σκυλεύσαντα καὶ αἰχμαλωτεύσαντα τὰς τῶν ἀνθρώπων ψυχὰς, ὧν ψυχῶν οὕτω φησὶ κήδεσθαι ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος ὡσεί τις ἰδίας ὀφθαλμοῦ κόρης· καὶ δεῖγμα τῆς τοιᾶσδε αὐτοῦ περὶ τὸ τῶν ἀνθρώπων γένος κηδεμονίας τὸ μηδ’ ὑποστείλασθαι αὐτὸν, θεοῦ λόγον ὄντα καὶ ἐν δόξῃ τῆ παρὰ τῷ πατρὶ τυγχάνοντα, τὴν εἰς ἀνθρώπους ἐπιδημίαν τε καὶ οἰκονομίαν ἀναδέξασθαι.

  • Ἀπὸ τοῦ αὐτοῦ.