Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τοῦτον γοῦν τὸν ἐπιβεβηκότα ἐπὶ ἴππον πυρρὸν, καὶ ἑστῶτα ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων, αὐτὸν ἡγοῦμαι εἶναι τὸν ἐν τῇ μετὰ χεῖρας δηλούμενον προφητείᾳ, φασκούσῃ τὸν ἅγιον ἥξειν ἐξ ὄρους κατασκίου, δασέος. ἐν ἑκατέροις γοῦν ὄρη κατάσκια λέλεκται, καὶ ἡγοῦμαι τοῦ παραδείσου τοῦ θεοῦ τυγχάνειν, ὃν ἐφύτευσεν ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, ἢ καὶ τῆς ἐπουρανίου Ἱερουσαλήμ. ‘‘ὅρη γὰρ κύκλῳ αὐτῆς, καὶ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ.

ταῦτα γοῦν διὰ τὸ πλήρη τυγχάνειν θείων δυ- [*](18 Zach. 1, 8. 28 Ps. 125, 2.)

v.3.p.380
νάμεων καὶ πνευμάτων ἀγίων ὡς ἂν σύμφυτα καὶ ἀμφιλαφῆ κατάσκια λέγεται. ἀλλ’ ἐν μὲν τῷ Ζαχαρίᾳ σαφῶς ἀνὴρ ἐποχούμενος ἵππῳ πυρρῷ θεωρεῖται, οὕτω τῆς τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ τῆς σαρκὸς, ᾗ ἐπωχήσατο, δηλουμένης· ἐνταῦθα δὲ ὁ θεὸς καὶ ἅγιος ὠνόμασται.

ὡς γὰρ ἐκ θεοῦ εἰς ἀνθρώπους τὴν ἄφιξιν πεποιημένος, καὶ ὡς ἂν ἐκ τῶν θειοτέρων χωρίων ἐπιφοιτήσας, λέγεται “ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου, δασέος.” εἶτα ἐξῆς ἐπιλέγει “ ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ, καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται.’

δι’ ὧν ὁμοῦ ἥ τε εἰς οὐρανοὺς ἔνδοξος αὐτοῦ βασιλεία παρίσταται καὶ ἡ μετὰ ταῦτα γενομένη τε καὶ ἐπὶ πλέον γενησομένη εἰς πᾶσαν τὴν γῆν τῆς περὶ αὐτοῦ διδασκαλίας αἴνεσις. τὸ δὲ ‘κέρατα ἐν ταῖς χερσὶν αὐτοῦ’ τῆς βασιλείας αὐτοῦ τὰ σύμβολα δηλοῖ, δι’ ὧν κεράτων τὰς ἀοράτους καὶ ἀντικειμένας δυνάμεις ὠθούμενος καὶ κερατίζων ἀπελαύνει. ἀκολούθως τούτοις ἐπιλέγει “καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὑτοῦ.”

καὶ τῆς γε εἰς ἀνθρώπους κραταιᾶς διαθέσεως αὐτοῦ καὶ ἀγάπης δεῖγμα μέγιστον ἦν τὸ ‘πρὸ προσώπου αὐτοῦ πορευθῆναι λόγον,” δηλονότι τὸν σωτήριον καὶ εὐαγγελικὸν, ἐξελθόντα τε τοῦτον διαδραμεῖν εἰς πεδία, ὥστε ἐν ὀλίγῳ πᾶσαν πληρῶσαι τὴν οἰκουμένην τῆς ὑπ’ αὐτοῦ προξενηθείσης ἅπασιν ἀνθρώποις σωτηρίας ἀκολούθως τῇ προφητείᾳ φησάσῃ “πρὸ πρὸ προσώπου αὐτοῦ προπορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς πεδία.” κατὰ τὴν δευτέραν δὲ αὐτοῦ παρουσίαν ἔτι μᾶλλον καὶ κυριώτερον ὁ λόγος αὐτοῦ πέρας ἐπιθήσει τοῖς τε εἰρημένοις καὶ τοῖς ἐξῆς ἐπιφερομένοις, ἃ καὶ οὐ νῦν ἐξετάζειν καιρός.

v.3.p.381
  • Ἀπὸ τοῦ Ζαχαρίου.