Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιῶν, διότι ἰδοὺ ἐγῶ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνη, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.”

Ἐπεὶ πρόκειται νῦν τὸ δεύτερον αἴτιον ἐκ τῶν προφητῶν ἀποδεῖξαι ἀνθρώποις μέλλον ἐπὶ γῆς συμπλιτεύεσθαι, οἶμαι τούτου παραστατικὸν εἶναι καὶ τὴν παροῦσαν προφητείαν, ὡς διὰ τὸ πρόδηλον μηδὲ πλείονος ἐξεργασίας δεῖσθαι. τηρήσεις δὲ ὅτι καὶ τὴν αἰτίαν αὖθις τῆς ἀφίξεως αὐτοῦ δηλοῖ ἐν οἷς φησι [*](17 Zach. 2, 10.)

v.3.p.383
“καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν.”

ταῦτα δὲ ὁ λόγος τὴν θυγατέρα Σιῶν εὐαγγελίζεται, οὕτω τὴν ἐκκλησίαν τοὐ θεοῦ προσαγορεύων, διὰ τὸ τῆς ἐπουρανίου Ἱερουσαλὴμ θυγατέρα εἶναι δοκεῖν, οὔσης ἐκείνης τῶν ἁγίων, κατὰ τὸν ἱερὸν ἀπόστολον.

ἢ καὶ ἄλλως θυγάτηρ Σιῶν ἡ ἐκκλησία Χριστοῦ λεχθείη ἂν, ὡς ἂν ἐκ τῆς προτέρας συναγωγῆς τῶν ἐκ περιτομῆς διά τε ἀποστόλων καὶ εὐαγγελιστῶν ὑποστᾶσα, οἳ καὶ γεννήματα ἐτύγχανον μητρὸς τῆς ἀπορριφείσης διὰ τὰς οἰκείας δυσσεβείας, καὶ χήρας γεγενημένης διὰ τὸ ἀπελάσαι τὸν ἄνδρα, διὰ τῶν προφητῶν ἐπιμεμψάμενον αὐτῇ καὶ φήσαντα “οὐχ ὡς ἄνδρα με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου;” ὃς καὶ τοῖς ἐξ αὐτῆς γενομένοιε τὸν τρόπον τῆς μητρὸς διαβάλλων φησὶ “ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν;” καὶ πάλιν “κριθῆτε πρὸς τὴν μητέρα ὑμῶν, κριθῆτε, ὅτι αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς.”

εἰκότως δῆτα ὡς ἂν τὴν μητέρα ἀπαρνησαμένους τοῦ κυρίου τὴν θυγατέρα ἡ παροῦσα προφητεία εὐαγγελίζεται τὴν αὐτοῦ τοῦ κυρίου παρουσίαν. εἴη δ’ ἂν αὕτη ἡ ἐξ ἐθνῶν ἐκκλησία, ἐν χώρᾳ θυγατρὸς τῆς προτέρας διὰ τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν λελογισμένη.

  • Ἀπὸ τοῦ αὐτοῦ.