Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τοῦτο τῆς εἰς ἀνθρώπους ἀφίξεως τέλος ἦν, τὸν πάλαι τῆς τοῦ πατρὸς γνώσεως ἀποπεπλανημένον εἰς τὴν οἰκείαν ἐπαναγαγεῖν, καὶ τὸν συγγενῆ καὶ φίλον τῆς τε αὐτοῦ κατηξιωμένον εἰκόνος τῆς οἰκείας ἀπολαῦσαι ζωῆς, φίλον τε καὶ οἰκεῖον τοῦ πατρὸς ἀποφῆναι τοῦτον, δι’ ὃν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὑπέστη γενέσθαι ἄνθρωπος.

οὕτω δῆτα, ὡς ἐν βραχεῖ φάναι, ἡ κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὑπόθεσις, διάφορον ἔχουσα τὴν οἰκονομίαν, ἐκ τῶν παρ’ Ἑβραίοις παραστήσεται προφητικῶν λόγων, ὥσπερ οὖν μικρὸν ὕστερον αἱ ἐξ αὐτῶν

v.3.p.243
δείξουσι μαρτυρίαι, πιστουμένων τὰ παλαιὰ τῶν νέων γραμμάτων, καὶ τῶν εὐαγγελικῶν τὰς τῶν προφητικῶν μαρτυρίας ἐπισφραγιζομένων. ἀλλὰ γὰρ τούτων ὧδε ἐχόντων ὥρα λοιπὸν καὶ περὶ τῆς προσηγορίας αὐτοῦ διελθεῖν, καθ’ ὃ Ἰησοῦς καὶ Χριστὸς ἀνηγόρευται, δι’ ὅσων τε προφητειῶν ὀνομαστὶ προεκηρύττετο.

πρῶτα δὲ σκεψώμεθα τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ προσηγορία, πρὶν ἄρξασθαι τῆς κατὰ μέρος συναγωγῆς τῶν προφητικῶν περὶ τοῦ προκειμένου σκέμματος λογίων. προσήκειν δὲ ἡγοῦμαι περὶ αὐτῆς πρῶτον τῆς Χριστοῦ διαλαβεῖν προσηγοίας, διαρθρῶσαί τε τὴν περὶ αὐτῆς ἔννοιαν, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τόν κατὰ τὸν τόπον ζητουμένων.

ἄλλος μὲν οὖν ἐγγύθεν καὶ ἐκ τῶν καθ’ ἡμᾶς ἀρξάμενος εἶπεν ἂν Μωσέα νομοθετῆσαι πρῶτον ἁπάντων τοὺς τῷ θεῷ ἱερωμένους μύρῳ σκευαστῷ χρίεσθαι, εὐωδίας δεῖν τὰ σώματα καὶ ἀγαθοῦ τινος ἀποπνεῖν ἡγησάμενος, ἐπεὶ πᾶν τὸ δυσῶδες μιαραῖς καὶ ἀκαθάρτοις δυνάμεσιν εἶναι φίλον, ὡς ἔμπαλιν τοῖς φιλαγάθοις τὸ εὐῶδες.

ὅθεν καὶ θυμιάματι συγκειμένῳ εἰς ὑπερβολὴν εὐωδίας καθ’ ἑκάστην ἡμέραν τοῖς ἱερεῦσι χρῆσθαι ἐν τῷ ἱερῷ νομοθετῆσαι, ὅπως κατακιρναμένου τοῦ ἀέρος καὶ τὸ δυσῶδες ἀφανίζοντος, θεία τις ἀπορροὴ τοῖς εὐχομένοις καταμιγνύηται.

διὰ γὰρ τοῦτο αὐτὸ καὶ χρῖσμα ἀλειπτικὸν εὐωδέστατον διὰ μυρεψικῆς τέχνης συνθεῖναι, ὡς ἂν χρίοιντο τούτῳ οἱ τῶν κοινῶν δημοσίᾳ προστήσεσθαι μέλλοντες, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα πρῶτον Μωσέα τοῖς χριομένοις ἐπιθεῖναι· τοῦτο δὲ τὸ χρῖσμα μὴ μόνον ἀρχιερεῦσι παραδοθῆναι, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα προφήταις καὶ βασιλεῦσιν, οἷς καὶ αὐτοῖς τούτῳ χρίεσθαι μόνοις ἐξὸν ἦν τῷ μύρῳ.

ταῦτα

v.3.p.244
μὲν οὖν προχειρότερα ἂν εἴη, πόρρω γε μὴν καθε- στῶτα τῆς ἐνθέου καὶ μεγαλοφυοῦς τοῦ προφήτου διανοίας.

ὁ γάρ τοι θαυμάσιος ἐκεῖνος καὶ μέγας ὡς ἀληθῶς ἱεροφάντης πᾶσαν γεώδη καὶ σωματικὴν οὐσίαν ἐν μόναις εἰδὼς ταῖς ποιότησι διακεκριμένην, κατ᾿ οὐδένατρόπον ἑτἐραντῆς ἑτέρας προυτίμησεν, τὰ πάντ εἰδὼς μιᾶς ὄντα ἔκγονα ὕλης οὔποτε ἑστώσης, οὐδέ τι βέβαιον ἐν τῇ φύσει ἐχούσης, ἀεὶ δὲ ῥεούσης καὶ ἐπὶ τὴν οἰκείαν φθορὰν ἐπειγομένης. οὔκουν τὸ ἡδὺ τῶν σωμάτων εἵλετο, οὐδ’ αὐτὸ καθ’ αὑτὸ προύκρινεν ἂν τὸ ἀπὸ τῶν αἰσθήσεων προσηνές· χαμαὶ γὰρ καὶ ἐπὶ σωμάτων ἡδονὴν πεσούσης τοῦτ’ ἂν εἲη τὸ πάθος ψυχῆς.

μυρίοι γοῦν τῶν τὰ σώματα τεθηλυμμένων, ἐμπαθεῖς ἄλλως καὶ ἀκόλαστοι, μύρων καὶ ποικίλων περιεργίαις χρώμενοι, πάσης αἰσχρὰς καὶ ῥυπώσης δυσωδίας τὰς ψυχὰς ἐπιφέρονται, ὡς ἔμπαλιν οἷ θεοφιλεῖς, ἀρετῆς ἐμπνέοντες, τὴν πολὺ κρείττονα τῶν ἀπὸ γῆς ἀρωμάτων τὴν ἀπὸ σωφροσύνης καὶ δικαιοσύνης καὶ πάσης εὐσεβείας ἀναδιδομένην εὐωδίαν ἐπαγόμενοι τὴν τῶν ὑλικῶν σωμάτων ὀδμὴν ἐν οὐδενὶ τέθεινται λόγῳ

ταῦτα οὖν εὖ μάλα διειληφὼς ὁ προφήτης μύρων μὲν ἢ καὶ θυμιαμάτων οὐδεμίαν προηγουμένην ἐποιεῖτο φροντίδα, κερειττόνων δὲ καὶ θείων εἰκόνας, ὡς ἐνῆν δυνατὸν, διὰ σωμάτων τοῖς μόνως οὕτως καὶ οὐδ’ ἄλλως τὰ θεῖα οἵοις τε μανθάνειν παρεδίδου.

ὅτι δὴ τοῦτ’ αὐτὸ καὶ ὁ θεῖος ἀναγέγραπται εἰρηκὼς χρησμὸς φήσας ‟ ὅρα ποιήσεις πάντα κατὰ τὸν τόπον τὸν δειχθέντα σοι ἐν τῷ ὅρει.” σύμβολα τοιγαροῦν ἑτέρων, ἅπερ τύπους εἴωθεν ὀνομάζειν, ἐπιτελῶν τὴν διὰ τοῦ μύρου [*](28 Exod. 25, 40.)

v.3.p.245
χρῖσιν ἐνομοθέτει.

ὅ γε μὴν ὑψηλὸς καὶ ἐν ἀπορρήτοις δηλούμενος αὐτῶν λόγος, ὡς δυνατὸν εἰπεῖν, τοιαύτην εἶχε διάνοιαν, τὸ μόνον ἀγαθὸν καὶ μόνον ὡς ἀληθῶς εὐῶδες καὶ τίμιον, καὶ πάσης μὲν ζωῆς αἴτιον, πᾶσι δὲ σὺν τῷ εἷναι καὶ τὸ εὑ εἶναι δεδωρημένον, ἕν τοῦθ’ ὁ παρ’ Ἑβραίοις λόγος ἠπίστατο πρῶτον τῶν ὅλων αἴτιον, αὐτὸν δὴ τὸν ὕψιστον καὶ παμβασιλέα τῶν ἀπάντων δημιουργὸν θεόν.

τούτου δὴ οὖν τὴν παναλκῆ καὶ πανάγαθον καὶ παντὸς καλοῦ χορηγὸν τῆς ἀνωτάτω καὶ ἀγεννήτου θεότητος δύναμιν τὸ θεῖον πνεῦμα οἰκείῳ καὶ προσφυεῖ σθμβαλὸν παραδείγματι ἔλαιον θεοῦ προσαγορεύει· διόπερ Χριστὸν καὶ ἠλειμμένον τὸν αὐτῆς μέτοχον ἀποκαλεῖ.

ἔλαιον δὲ μὴ τὸν οἶκτον ἐν τούτοις ἄκουε, μηδὲ τὴν ἐπὶ τοῖς δυσπραγοῦσι λύπην, ἀλλ’ ὃ ὁ καρπος του φυτοῦ παρίστησι, τὸ πάσης ἀμιγὲς ὑγρὰς ὅλης, φωτὸς αὐξητικὸν, πόνων θεραπευτικὸν, καμάτων ἀπαλλακτικὸν, τὸ τῶν ἐπαλειψαμένων φαιδροποιὸν, φωτὸς δίκην ἀποστίλβον ταῖς μαρμαρυγαῖς, διαυγῆ τε καὶ λαμπρὰν τῶν αὐτῷ χρωμένων ἀποτελοῦν τὴν ὄψιν, ὅ φησιν ἡ θεία γραφὴ ‟ τοῦ πρόσωπον ἐν ἐλαίῳ.”

τούτῳ τοιγαροῦν ὁ λόγος τὴν ἀνωτάτω τοῦ πανηγεμόνος καὶ παμβασιλέως θεοῦ δύναμιν συμβαλὼν τῷ παραδείγματι, τὸν πρῶτον καὶ μόνον ὅλῳ τούτῳ χρισθέντα, καὶ τῆς θεικῆς καὶ πᾶσιν ἀκοινωνήτου πατρικῆς εὐωδίας μετειληφότα, καὶ μόνον ἐξ αὐτοῦ γεννηθέντα θεὸν λόγον, μετοχῇ τε τοῦ γεννήσαντος ἀγεννήτου καὶ πρώτου καὶ μείζονος θεὸν ἐκ θεοῦ ἀποφανθέντα, Χριστὸν καὶ ἠλειμμένον ὢ ἀπεκάλεσε. διὸ καὶ ἐν ψαλμοῖς πρὸς αὐτὸν δὴ τοῦ- [*](21 Ps. 103, 15.)

v.3.p.246
τον τὸν ὑπὸ τοῦ πατρὸς ἠλειμμένον ἀναφωνεῖ τὸ φάσκον ὧδε λόγιον ‟ ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδι κίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.”

Ἀλλὰ γὰρ μία μὲν ἡ τοῦ ἐλαίου φύσις, ἡ δὲ τοῦ μύρου πολλῶν ἐπὶ τὸ αὐτὸ σύνοδον σημαίνει. ταύτῃ τοι καὶ ἡ πρώτη καὶ ἀγέννητος τοῦ παμβασι- λέως θεοῦ δύναμις καθ’ ὅ μὲν ἁπλῆ τις καὶ ἀσύνθετος καὶ ἄλλης πάσης οὐσίας ἀμιγὴς ἐπινοεῖται, ἀπλῷ τῷ τοῦ ἐλαίου προσρήματι παραβέβληται, καθ’ ὃ δὲ πλείστων ἐπινοιῶν ἐν ταὐτῷ περιληπτικὴ τυγζάνει, οἷον ποιητικῆς ἢ βασιλικῆς, προνοητικόν τε καὶ κριτικὸν, φιλάνθρωπόν τε καὶ σωτήριον, ἄλλων τε ὅσων μυρίων ἐπινοίᾳ θεωρουμένων, εἰκότως μύρῳ πάλιν ἡ τῶν πολλῶν καὶ ἀγαθῶν περιληπτικὴ δύναμις ἀπείκασται, ᾧ κεχρῆσθαι τὸν ἀληθῆ καὶ μόνον ἀρχιερέα τοῦ θεοῦ θεῖοι λόγοι παιδεύουσι

πρῶτός γέ τοι αὐτὸς ὁ Μώσης ἐν ἀπορρήτοις τὰ θεῖα ἐποπτεῦσαι ἠξιωμένος, καὶ τὰς περὶ τοῦ πρώτου καὶ μόνου ἠλειμμένου καὶ ἀρχιερέως τοῦ θεοῦ τελετὰς ἐν ταῖς αὐτοῦ θεοφανείαις πρὸς αὐτοῦ τετελεσμένας, εἰκόνας προστάττεται ἐπὶ γῆς καὶ σύμβολα καταστήσασθαι τῶν ἐν ταῖς θεοπτίαις νενοημένων, ὡς ἂν ἔχοιεν προεμμελετᾶν τοῖς συμβόλοις οἶ τῶνδ’ ἠξιωμένοι μέχρι τῆς τῶν ἀληθῶν ἐποπτείας.

αὐτῷ δῆτα ἀφορισάμενος τέως τὸν ἐξ ἀνθρώπων ἐπὶ γῆς τῷ θεῷ ἱερατεύεσθαι ἐπιτήδειον ἄνδρα πρῶτος τοῦτον Χριστὸν ἐπωνόμασε, κατ’ ἀναφορὰν τῆς ἐν τοῖς [*](2 Ps. 44, 6.)

v.3.p.247
νοητοῖς θεωρίας, καὶ τοῦτον διά τινος ἀλοιφῆς εὐώδους κρείττονα τῶν λοιπῶν ἀνθρώπων ἀποφήνας, ἄντικρυς καὶ διαρρήδην ἀνεκήρυξεν, ὅτι δὴ καθ’ αὑτὴν ἡ τοῦ γεννητοῦ φύσις ἅπασα, καὶ πολὺ πλέον ἡ ἀνθρωπεία τῆς ἀγεννήτου δυνάμεως ἀπολειπομένη, δεῖται τῆς ἀπὸ τοῦ κρείττονος εὐωδίας.

ἀλλὰ τοῦ μὲν ἀνωτάτου καὶ πρώτου οὔ τινι θεμιτὸν ἐφικέσθαι· ἑνὶ γὰρ μόνῳ τῷ μονογενεῖ καὶ πρωτοτόκῳ τοῦτ’ ἀνέκειτο τὸ γέρας· τοῖς δὲ μετ’ αὐτὸν οὐκ ἄλλως ἢ διὰ μόνης τῆς τοῦ δευτέρου μετουσίας τῶν ἀγαθῶν οἶόν τε ἦν ἐπαύρασθαι· πνεύματος ἄρα ἐνθέου τὸ παρὰ Μωσεῖ σύμβολον ἦν.

‟ διαιρέσεις δὲ χαρισμάτων εἰσὶν, τὸ δ’ αὐτὸ πνεῦμα,” οὗ μάλιστα μετέχειν φιλοτιμεῖσθαι ἱερέας καὶ προφήτας καὶ βασιλέας ᾤετο δεῖν, ὡς ἂν οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ παντὸς τοῦ ἔθνους τῷ θεῷ καθωσιωμένους.