Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὅτι δὲ δὴ θειοτέρων ἦν τὰ παρὰ Μωσεῖ σύμβολα, καὶ ὡς δυνατὸν ἦν καὶ ἄνευ γεώδους μύρου τοὺς τῷ θείῳ πνεύματι κατόχους Χριστοὺς ὀνομάξεσθαι, φέρε τι μᾶλλον ἀκριβέστερον διασκεψώμεθα.

Δαβὶδ ἐν ρδ΄ Ψαλμῷ τὰς περὶ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ ἀναλαβὼν ἱστορίας αὐτοὺς δὴ ἐκείνους τοὺς θεοφιλεῖς προπάτορας καὶ πρὸ τῶν Μώσεως χρόνων γενομένους Χριστοὺς ἀποκαλεῖ, οὐ δι’ ἄλλο ἢ διὰ τὴν τοῦ θείου πνεύματος, οὑ μετεῖχον, ἐπιρροήν.

ἱστορήσας γοῦν ὅπως ἐπεξενώθησαν τοῖς ἀλλοφύλοις καὶ ὡς ἐπιβουλευθέντες σωτῆρος ἔτυχον τοῦ θεοῦ, κατὰ τὰ παρὰ Μωσεῖ δηλούμενα, προφήτας αὐτοὺς ὁμοῦ καὶ Χριστοὺς ὀνομάζει, οὔπω τότε Μώσεως ἐν ἀνθρώποις ὂντος, οὐδὲ τοῦ κατ [*](12 1. Cor. 12, 4.)

v.3.p.248
αὐτὸν σκευαστοῦ μύρου νενομοθετημένου. ἄκουε ’δε οἷά φησιν ὁ Ψαλμός ‟ μηήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησε· τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, οἶ υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.

αὐτὸς κύριος ὁ θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, ὃν διέθετο τῷ Ἀβραὰμ, καὶ τοὐ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ. καὶ ἔστησεν αὐτὴν τῷ Ἰακὼβ εἰς πρόσταγμα καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον, λέγων, σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν. καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς· μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.”

Ταῦτα μὲν ὁ Δαβίδ· ὁ δὲ Μώσης καὶ οἵους βασιλεῖς ἤλεγξεν ἱστορεῖ λέγων ‟καὶ καὶ ἤτασε κύριος τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρρας τῆς γυναικὸς Ἀβραάμ.”

καὶ πάλιν περὶ τοῦ βασιλέως Γεραρῶν γράφει ‟ καὶ ἦλθεν ὁ θεὸς πρὸς Ἀβιμἐλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν, ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς ἧς ἔλαβες αὕτη δὲ ἦν τοῦ Ἀβραάμ.”

περὶ οὗ ἑξῆς προιών φησι ‟ νὐν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶν, καὶ προσεύξεται περὶ σοῦ.”

Ὁρᾷς ὅπως διὰ τούτων τοὺς πάλαι θεοφιλεῖς καὶ προφήτας Χριστοὺς ὁ Δαβὶδ, μᾶλλον δὲ τὸ θεῖον δι’ αὐτοῦ προσεῖπε πνεῦμα, οὐ τῷ γεώδει μύρῳ [*](2 Ps. 104, 5. 18 Gen. 12, 17. 21 Gen. 20, 3. 25 Gen. 20, 7.)

v.3.p.249
κεχρισμένους. πῶς γὰρ, Μώσεως ὑστέροις χρόνοις οὕτω διαταξαμένου; ἄκουε δὲ καὶ Ἠσαίου οὕτω σαφέστατα περὶ τοῦ Χριστοῦ θεσπίζοντος,, ὡς ἀποσταλησομένου ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις λυτρωτοῦ καὶ σωτῆρος, ἥξοντός τε κηρῦξαι τοῖς τὰς ψυχὰς αἰχμαλώτοις ἄφεσιν καὶ τοῖς τὰς διανοίας τυφλοῖς ἀνάβλεψιν.

τοῦτον γὰρ πάλιν ὁ προφήτης οὐ σκευαστῷ μύρῳ, ἀλλὰ τῷ τῆς πατρικῆς θεότητος νοητῷ καὶ θεοπρεπεῖ Χριστὸν γεγεννῆσθαι διδάσκει, οὐχ ὑπ’ ἀνθρώπων, ἀλλὰ ἐκτοῦ πατρὸς κεχρισμένον.

λέγει δ’ οὖν ἐξ αὐτοῦ προσώπου ‟ πνεῦμα πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με. εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν καὶ τυφλοῖς ἀνάβλεψιν.”

Τοῦτο μὲν οὖν πρῶτον τετηρήσθω, ὡς καὶ Ἡσαΐας τῷ Δαβὶδ παραπλησίως ὃν ἥξειν ἔφησεν εἰς ἀνθρώπους καὶ κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, οὐ σκευαστῷ μύρῳ, ἀλλὰ τῷ τῆς ἀγεννήτου πατρικῆς τε καὶ παναγάθου δυνάμεως Χριστὸν γεγονέναι θεσπίζει. κατά τινα δὲ συνήθειαν προφητικὴν τὸ μέλλον ὁ προφήτης ὡς παρῳχηκὸς ἀναφωνεῖ καὶ ὡς περὶ ἑαυτοῦ τοῦ προφητεύοντος δηλοῖ.

Τέως μὲν οὖν ὑπὸ θεοῦ, ἀλλ’ οὐχ ὑπ’ ἀνθρώπων, καὶ πνεύματι θείῳ, ἀλλ’ οὐ σκευαστῷ ἐλαίῳ χριομένους, τοὺς κατὰ τὸν ἀληθῆ λόγον Χριστοὺς ὀνομαζομένους ἔγνωμεν.

καιρὸς δὲ συνιδεῖν ὅτι καὶ θείαν τινὰ δύναμιν κρείττονα ἢ κατ’ ἀνθρώπου φύσιν τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ τυγχάνειν ὁ παρ’ [*](7 Es. 61, 1. 11 Ibid.)π

v.3.p.250
Ἑβραίοις ἐπίσταται λόγος. ἄκουε δ’ οὖν αὖθις τοῦ Δαβὶδ αἰώνιόν τινα ἱερέα τοῦ θεοῦ φάσκοντος εἰδέναι, κύριόν τε αὐτοῦ τοῦτον ἀναγορεύοντος, καὶ δύνθρονον εἶναι τοῦ ἀνωτάτου θεοῦ ὁμολογοῦντος ἐν ἑκατοστῷ καὶ ἐνάτῳ Ψαλμῷ, καθ’ ὃν ὁδέ πώς φησιν ‟ εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῦ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιῶν, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεως σου, ἐν τῇ λαμπρότητι τῶν ἁγίων σου. ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. ὤμοσε κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδεi”

34, Καὶ θέα γε ὡς ἐν τούτοις Δαβὶδ, βασιλεὺς ὢν τοῦ παντὸς Ἑβραίων ἔθνους καὶ πρὸς τῇ βασιλείᾳ θείῳ πνεύματι κεκοσμημένος, τοιοῦτόν τινα μέγαν καὶ ὑπερφυῶς θαυμάσιον τὸν πρὸς αὐτοῦ δηλούμενον καὶ τῷ πνεύματι θεωρούμενον συνεῖδεν, ὡς κύριον αὐτὸν ἑαυτοῦ προσειπεῖν. ‟ εἶπε γὰρ (φησὶ) κύριος τῷ κυρίῳ μου.”

ἀλλὰ καὶ αἰώνιον αὐτὸν ἀρχιερέα οἶδεν, καὶ ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ σύνθρονον τοῦ ἐπὶ πάντων θεοῦ, καὶ γέννημα αὐτοῦ· δίχα δὲ χρίσεως ἀδύνατον ἦν παρ’ Ἑβραίοις ἱερᾶσθαι τῷ θεῷ, διόπερ καὶ Χριστοὺς ὀνομάζειν αὐτοὺς πάντας ἦν αὐτοῖς φίλον. Χριστὸς ἄρα καὶ ὁ ἐν τῷ Ψαλμῷ δηλούμενος ἱερεὺς εἴη ἄν.

πῶς γὰρ ἐμαρτυρήθη ἱερεὺς εἶναι μὴ οὐχὶ πρότερον Χριστὸς γεγονώς; ἀλλὰ καὶ εἰς τὸν αἰῶνα λέγεται ἱερᾶσθαι. τοῦτο δ’ οὐκέτ’ ἀνθρωπείᾳ φύσει ἐφαρμόττοι ἄν. οὐ γὰρ ἀν- [*](6 Ps. 109, 1.)

v.3.p.251
θρώπου τὸ διαιωνίζειν, ἐπειδὴ θνητὸν καὶ ἐπίκηρον τὸ καθ’ ἡμᾶς γένος.

κρείττων ἄρα τις ἢ κατ’ ἄνθρωπον ὁ δηλούμενος ἦν ἐν τούτοις ἱερεὺς τοῦ θεοῦ μετὰ ὅρκου διαβεβαιώσεως διαρκῆ καὶ ἄπειρον τὴν ἱερωσύνην παρὰ τοῦ θεοῦ δεδεγμένος. ‟ ὢμοσε γὰρ φησὶ) κύριος, καὶ οὐ μεταμεληθήσεται. σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.”

ἐπειδὴ γὰρ τὸν Μελχισεδὲκ ὁ Μώσης ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου γεγονέναι ἱστορεῖ, οὐ μύρῳ σκευαστῷ κεχρισμένον, πολὺ πρότερόν τε τῆς κατ’ αὐτὸν νομοθεσίας γενόμενον ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου καὶ κατὰ πολὺ κρείττονα τὴν ἀρετὴν τοῦ βεβοημένου Ἀβραάμ·

(λέγει δ’ οὖν ‟ καὶ καὶ Μελχισεδὲκ Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου εὐλόγησε τὸν Ἀβραάμ. χωρὶς δὲ πάσης ἀντιλογίας (φησὶν ἀπόστολος) τὸ ἒλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται·) ἐπεὶ τοίνυν καὶ ὁ Μελχισεδὲκ, ὅστις ποτὲ ἦν ἐκεῖνος, τοιοῦτος εἰσῆκται, οὐ σκευαστῷ μύρῳ κεχρισμένος, ἱερωμένος δὲ τῷ ὑψίστῳ θεῷ, εἰκότως καὶ ὁ διὰ τοῦ Δαβὶδ προφητευόμενος κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνείρηται μέγας τις ὢν καὶ πάντας ὑπερβεβηκὼς τὴν φύσιν, ὡς ἂν ἱερεὺς ὢν τοῦ ἐπὶ πάντων θεοῦ καὶ τῆς ἀγεννήτου δυνάμεως σύνθρονος, τοῦ τε προφή- του καὶ βασιλέως κύριος, καὶ ἱερεὺς οὐχ ἁπλῶς, ἀλλ’ αἰώνιος τοῦ πατρός.

λέγει δὲ καὶ ὁ θεῖος ἀπόστολος, ἐξετάζων τὰ κατὰ τοὺς τόπους ‟ ἐν ᾧ περσσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἔνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἶς ἀδύνατον ψεύσασθαι θεὸν, ἰσχυρὰν παράκλησιν ἒχωμεν.” καὶ [*](13 et 15 Heb. 7, 1. 7. 26 Heb. 6, 18.)

v.3.p.252
πάλιν ‟ οἶ μὲν χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας, διὰ τοῦ λέγοντος πρὸς αὐτὸν, ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν, ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.”

διὰ τούτων συνέστηκεν οὖσά τις ἐν τοῖς οὖσι καὶ ὑφεστῶσα ἐν νοητοῖς θεία δύναμις, ἡ τῷ θεῷ τῶν ὅλων ἱερωμένη κατὰ τὰ Ἑβραίων λόγια, οὐ γεώδει καὶ ἀνθρωπίνῳ μύρῳ, θεοπρεπεῖ δέ τινι καὶ ἐνθέῳ ἀρετῇ τε καὶ δυνάμει ἱερᾶσθαι καθεσταμένη τῷ ἐπὶ πάντων θεῷ.