Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καϊ γάρ μέχρι θανάτου καϊ αυτών νεκρών οι τής φιλανθρωπίας αυτόν έκάλουν νόμοι, ως αν καϊ

v.3.p.237
τῶν πάλαι τεθνεώτων τὰς ψυχὰς ἀνακαλέσοιτο.

ὅτι δὴ τῶν ἐξ αἰῶνος ἁπάντων αὐτῷ τῆς σωτηρίας ἔμελεν, καὶ ὅπως διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ᾑ τὰ θεῖα παιδεύει λόγια, κἀνταῦθα πάλιν ἀναμὶξ ὑπῄει τὴν οἰκονομίαν, ὡς μὲν ἄνθρωπος τὸ σῶμα τῇ συνήθει παραχωρῶν ταφῇ, ἀναχωρῶν δὲ αὐτοῦ ὡς θεός.

φωνήσας γοῦν μέγα καὶ ‟ τῷ πατρὶ παρατίθεμαι τὸ πνεῦμα” εἰπὼν ἄφετος ἀνεχώρει τοῦ σώματος, οὐδαμῶς περιμείνας προσεῖναι αὐτῷ τὸν θάνατον, μέλλοντα δὲ καὶ ὥσπερ ἀποκνοῦντα, μᾶλλον δὲ ὑπὸ πόδα χωροῦντα καὶ ἀπογεύγοντα, διώκων αὐτὸς ὄπισθεν καὶ ἐλαύνων, τάς τε ἐξ αἰῶνος πύλας τῶν σκοτίων μυχῶν διαρρηγνὺς, καὶ τοῖς αὐτόθι νεκροῖς σειραῖς θανάτου πεπεδημέωοις παλίντροπον τῆς ἐπὶ τὴν ζωὴν ἀνόδου τὴν πορείαν ποιούμενος.

ταύτῃ τοι αὐτῷ καὶ ὁ τεθνεὼς ἀνηγείρετο, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνίσταντο, συνεισελαύνοντα αὐτῷ εἰς τὴν ἁγίαν καὶ ὡς ἀληθῶς οὐρανόπολιν, ὡς εἰκότως ἐν ταῖς θείαις ἀνειρῆσθαι φωναῖς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.

καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων σωτὴρ καὶ κύριος ἡμῶν, ὁ Χριστὸς τοῦ θεοῦ, νικηφόρος λεγόμενος, ἐν ταῖς προφητικαῖς προρρήσεσιν ἐπικερτομῶν εἰσάγεται τῷ θανάτῳ, καὶ τὰς αὐτόθι λύων πεπεδημένας ψυχὰς, δι’ ὧν τὸν ἐπινίκιον ὕμνον προφέρεται, αὐτὰ δὴ ταῦτα λέγων ἐκ χειρὸς Ἀίδου ῥύσομαι αὐ- τοὺς, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτῶν τὰς ψυχάς. ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον; τὸ δὲ κέντρον τοῦ θανάτου ἐστὶν ἡ ἁμαρ- [*](3 Heb. 2, 14. 8 Luc. 23, 46. 16 Mattli. 27, 53. 20 Es. 25, 8. 27 Hos. 13, 14. 1. Cor. 15, 55.)

v.3.p.238
τέα, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.”

τοιαύτη τις αὐτῷ καὶ μέχρι τοῦ θανάτου ἐγένετο ἡ οἰκονομία, ἧς οὐ μίαν αἰτίαν, ἀλλὰ καὶ πλείους εὕροι ἄν τις ἐθελήσας ζητεῖν. πρώτην μὲν γὰρ ὁ λόγος διδάσκει, ἔνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ· δευτέραν δὲ, ὅπως τὰς ἡμετέρας ἀπομάξοιτο ἁμαρτίας, ὑπὲρ ἡμῶν τυθεὶς καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα·

τρίτην, ὡς ἂν ἱερεῖον θεοῦ καὶ μεγάλη θυσία ὑπὲρ τοῦ σύμπαντος κόσμου προσαχθείη τῷ ἐπὶ πάντων θεῷ· τετάρτην, ὡς ἂν οὕτω τῆς πολυπλανοῦς καὶ δαιμονικῆς ἐνεργείας ἀπορρήτοις λόγοις καθαίρεσιν ἀπεργάσαιτο·

πέμπτην ἐπὶ ταύτῃ, ὡς ἂν τοῖς αὐτοῦ γνωρίμοις καὶ μαθηταῖς τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς τὴν ἐλπίδα μὴ λόγοις μηδὲ ῥήμασι καὶ φωναῖς, ἀλλὰ αὐτοῖς ἔργοις παραστήσας, ὀφθαλμοῖς τε παραδοὺς τὴν διὰ τῶν λόγων ἐπαγγελίαν, εὐθαρσεῖς αὐτοὺς καὶ προθυμοτέρους ἀπεργάσοιτο καὶ πᾶσιν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις τὴν πρὸς καταβληθεῖσαν εὐσεβῆ πολιτείαν κηρῦξαι.

αὐτίκα δ’ οὖν αὐτοὺς δὴ τούτους τοὺς γνωρίμους καὶ θιασώτας, οὓς αὐτὸς αὑτῷ ἀριστίνδην ἐπικρίνας ἀποστόλους τε αὑτοῦ καὶ μαθητὰς ἀνελέξατο, τῆς ἐξ αὐ- τοῦ θείας δυνάμεως ἐνέπλησε, πὰν γένος ἀνθρώπων ἐκδιδάξαι τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν θεογνωσίαν, ἴνα τοῖς πᾶσιν Ἕλλησί τε καὶ βαρβάροις εὐσεβείας ὑποθέμενος τρόπον, δαιμόνων ἀναχώρησίν τε καὶ φυγὴν καὶ τῆς πολυθέου πλάνης ἀνάνευσιν, ἑνὸς δὲ μόνου θεοῦ τοῦ ἐπὶ πάντων γνῶσιν ἀληθῆ προκηρύττοντα, καὶ λύσιν μὲν τῶν προηγνοημένων, εἰ μητέτ᾿ αὐτοῖς ἐπιμένοιεν, μίαν δ’ ἑ τοῖς πᾶσι σωτηρίας ἐλπίδα δι’ ἦς ὑποτέθειται πανσόφου καὶ παναρέτου πολιτείας ὑπισχνούμενον.

v.3.p.239

Οὕτω δὴ τούτων ἐχόντων οὐ δεῖ ταράτ- τεσθαι τὸν νοῦν, γένεσιν καὶ σῶμα καὶ πάθη καὶ θάνατον περὶ τὸν ἄυλον καὶ ἀσώματον τοῦ θεοῦ λό- γον ἀκούοντα. ὡς γὰρ οὐδ’ ἡλιακοῦ φωτὸς πάθοιέν τι ἀκτῖνες τὰ πάντα πληροῦσαι, καὶ σωμάτων νεκρῶν καὶ οὐ καθαρῶν ἐφαπτόμεναι, πολὺ πλέον ἡ ἀσώ- ἀσώματος τοῦ θεοῦ δύναμις οὔτ’ ἂν πάθοι τὴν οὐσίαν οὔτ’ ἂν βλαβείη οὔτ’ ἂν χείρων ποτὲ ἑαυτῆς γένοιτο, σώματος ἀσωμάτως ἐπαφωμένη.

τί γάρ; οὐχὶ καὶ δίχα τοῦ καθ’ ὃ ἐνηνθρώπει σώματος ἀεὶ καὶ διὰ παντὸς ἥκων δι’ ὅλης τῆς τῶν στοιχείων καὶ αὐτῶν δὴ τῶν σωμάτων ὕλης, οἶά τις θεοῦ λόγος ὢν δημι- ουργὸς, τῆς ἐξ αὐτοῦ σοφίας ἐν αὐτῇ τοὺς λόγους ἀποσφραγίζεται, τῷ μὲν ἀψύχῳ ζωὴν, τῷ δὲ ἀμόρφῳ ὄντι καὶ ἀειδεῖ τὴν φύσιν μορφὴν ἐναποτυπούμενος, τά τε ἐν αὐτῷ κάλλη καὶ τὰς ἀσωμάτους ἰδέας ταῖς τῶν σωμάτων ποιότησιν ἐναποματτόμενος, κινῶν δὲ τὰ τῷ οἰκείῳ λόγῳ ἄψυχα καὶ ἀκίνητα, γῆν, ὕδωρ, ἀέρα, πῦρ,

πάνσοφόν τινα καὶ παναρμόνιον κίνη- σιν, καὶ τὰ πάντα ἐξ ἀκοσμίας κοσμῶν, αὔξων τε καὶ τελεσιουργῶν, αὐτῇ τε ἐνθέῳ καὶ λογικῇ δυνάμει μονονουχὶ ἐπιὼν τὰ πάντα, καὶ διὰ πάντων χωρῶν πάντων τε ἐφαπτόμενος, ἀλλ’ οὔτι γε βλάβην ἐκ τινος ἐπαγόμενος, οὐδὲ τὴν φύσιν αὐτὴν μολυνόμενος,οὕτω δὴ τὰ κατὰ ταῦτα καὶ ἐν ἀνθρώποις γενόμενος, πά- λᾶι μὲν βραχέσι καὶ ἀριθμῷ ληπτοῖς, μόνοις δὲ τοῖς ἀναγράπτοις προφήταις τε καὶ δικαίοις ἀνδράσιν, ἄλλοτε ἄλλως ἐφαίνετο, ἐπὶ τέλει δὲ τοῖς πᾶσιν ἤδη, φαύλοις τε καὶ ἀσεβέσιν, Ἑβραίοις τε ὁμοῦ καὶ Ελ- λησι, δι’ ὑπερβάλλουσαν τοῦ παναγάθου πατρὸς χρηστότητα καὶ φιλανθρωπίαν εὐεργετικὸν ἑαυτὸν καὶ σωτήριον παρείχετο, διαρρήδην τοῦτο προκηρύτ-

v.3.p.240
τῶν ‟ οὐ χρείαν ἔχουσίν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν;”

ἐκάλει δῆτα ὁ πάντων σωτὴρ ‟ δεῦτε (λέγων) πρός με πάντες οἶ καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.” ἐκάλει καὶ ἰᾶτο ἀφθόνως δι’ ὀργάνου οὗ προυβέβλητο ἀνθρωπίνου, οἷά τις μουσικὸς ἀνὴρ διὰ τῆς λύρας τὴν σοφίαν ἐπιδεικνύμενος, καὶ νοσούσαις γε ψυχαῖς ταῖς ἐν σώμασιν, οἶά τις ἰατρῶν ἄριστος συγγενεῖ καὶ καταλλήλῳ βοηθήματι τὸν ἄνθρωπον θεραπεύων, αὐτός τε ἑαυτὸν ὑπόδειγμα πανσόφου καὶ παναρέτου καὶ εὐσεβοῦς παρείχετο βίου, διδάσκων μὲν τὰ ἀληθῆ οὐ παρ’ ἑτέρων ἠρανισμένα, ἐξ αὐτοῦ δὲ καὶ παρὰ τοῦ πατρὸς τὰ πάλαι καὶ ἐκ μακροῦ τοῦ αἰῶνος τοῖς ἀνέκαθεν θεοφιλέσι καὶ τοῖς πρὸ Μώσεως Ἑβραίοις νενομοθετημένα·

σωμάτων δὲ οὐχ ἧττον ἢ ψυχῶν ἐπιμελόμενος, καὶ σαρκικοῖς μὲν ἀνθρώπων ὀφθαλμοῖς τὰ διὰ τῆς σαρκὸς αὐτῷ δρώμενα παρασκευάζων ὁρᾶν, ἀκοαῖς δὲ πάλιν σαρκὸς τὰς διὰ γλώττης καὶ σαρκὸς ὑπηχῶν διδασκαλίας, καὶ πάντα γε ἐπιτελῶν δι’ οὗ ἀνείληφεν ἀνθρώπου τοῖς οὐκ ἄλλως ἢ μόνως οὕτως τῆς αὐτοῦ θειότητος συναισθέσθαι δυναμένοις.

ταῦτα δὴ οὖν ἅπαντα εἰς τὸ χρήσιμον καὶ πᾶσιν ἡμῖν ὠφέλιμον ὁ πάντα φιλάνθρωπος τοῦ θεοῦ λόγος ταῖς πατρικαῖς βουλαῖς διηκονεῖτο, μένων πάλιν αὐτὸς ἄυλος καὶ ἀσώματος, οἶος καὶ πρὸ τοῦ παρὰ τῷ πατρὶ ἦν, οὐ μεταβαλὼν τὴν οὐσίαν, οὐδ’ ἀφανισθεὶς τῆς αὐτὸς ἑαυτοῦ φύσεως, οὐδέ γε τοῖς τῆς σαρκὸς δεσμοῖς πεδηθεὶς, οὐδὲ ἀποπεσὼν τῆς θεότητος, ἀλλ’ οὐδὲ τὴν οἰκείαν ὢ [*](1 Matth. 9, 12. 4 Matth. 11, 28.)

v.3.p.241
τοῦ λόγου παραπολέσας δύναμιν, οὐδ’ ὧδε μὲν ἔνθα ἦν αὐτῷ τὸ ἀνθρώπειον σκεῦος τὰς διατριβὰς ποιούμενος, ἐν ἑτέροις δὲ εἶναι τοῦ παντὸς κεκωλυμένος ἀλλὰ γὰρ καὶ ἐν τῷ τότε, καθ’ ὃ ἐν ἀνθρώποις ἐπολιτεύετο, τὰ πάντα ἐπλήρου, καὶ τῷ πατρὶ συνῆν, καὶ ἐν αὐτῷ γε ἦν, καὶ τῶν πάντων ἀθρόως καὶ ἐν τῷ τότε τῶν τε κατ’ οὐρανὸν καὶ ἐπὶ γῆς ἐπεμέλετο, οὐδαμῶς τῆς πανταχόσε παρουσίας ὁμοίως ἡμῖν ἀποκεκλεισμένος, οὐδὲ τὰ θεῖα πράττειν συνήθως παραποδιζόμενος, ἀλλὰ τὰ μὲν ἐξ αὐτοῦ μεταδιδοὺς τῷ ἀνθρώπῳ, τὰ δ’ ἐκ τοῦ θνητοῦ μὴ ἀντιλαμβάνων, καὶ τῆς μὲν ἐνθέου δυνάμεως τῷ θνητῷ χορηγῶν, τῆς δὲ ἐκ τοῦ θνητοῦ μετουσίας οὐκ ἀντεπαγόμενος.

οὔτ’ οὗν ἐμολύνετο τικτόμενος ὑπὸ τοῦ σώματος ὁ ἀσώματος, οὐδὲ τὴν οὐσίαν ἔπασχεν ὁ ἀπαθὴς ὑπὸ τοῦ θνητοῦ, ἐπεὶ μηδὲ τῆς λύρας, εἰ οὕτως τύχοι, κοπτομένης, ἢ τῶν χορδῶν διασπωμένων, πάσχειν εἰκὸς τὸν ἀνακρουόμενον, οὐδέ γε σοφοῦ τινος ἀνδρὸς τιμωρουμένου τοῦ σώματος τὴν ἐν αὐτῷ σοφίαν ἢ τήν γε ἐν τῷ σώματι ψυχὴν κόπτεσθαι ἢ κάεσθαι φαίημεν ἂν εἰκότως· ταύτῃ τοι πολὺ πλέον οὐδὲ τὴν τοῦ λόγου φύσιν ἢ δύναμιν βλάβος τι ἐκ τῶν τοῦ σώματος παθῶν ἀποφέρεσθαι φάναι εὔλογον, ὅτι μηδὲ τὸ φωτὸς ἡμῖν ὑπόδειγμα χραίνεσθαί τι τὰς ἡλιακὰς ἀκτῖνας ἐπὶ γῆς οὐρανόθεν ἐκπεμπομένας πηλοῦ τε καὶ βορβόρου καὶ μιασμοῦ παντὸς ἐφαπτομένας συνεχώρει.

φωτίζεσθαι μὲν καὶ ταῦτα ἐκ τῶν τοῦ φωτὸς αὐγῶν οὐδὲν ἂν κωλύοι λέγειν· τὸ δέ γε τὸν ἥλιον μολύνεσθαι ἐκ τῆς τόν σωμάτων ἐπιμιξίας, ἢ πηλοῦσθαι, οὐκέτι. καὶ μὴν ταῦτά γε τῆς φύσεως οὐκ ἂν εἴη τῶν σωμάτων ἀλλότρια.

ὁ δέ γε ἄυλος καὶ ἀσώματος τοῦ θεοῦ λόγος, αὐτοζωὴ τυγχάνων καὶ

v.3.p.242
αὐτοφῶς νοερὸν καὶ ὅσα ἄλλα προκατείλεκται, παντὸς οὗ δ’ ἂν ἐφάψοιτο ἐνθέῳ καὶ ἀσωμάτῳ δυνάμει, ζῆν τοῦτο ἀνάγκη καὶ σὺν λογικῷ διάγειν φωτί. ταύτῃ τοι καὶ σώματος οὗ δ’ ἂν ἐφάψοιτο, ἡγίασται τοῦτο καὶ πεφώτισται αὐτίκα, πᾶσά τε νόσος αὐτῷ καὶ ἀρρωστία καὶ πάνθ’ ὅσα ὑπεξίσταται.

ἀντιλαμβάνει δὲ τῆς ἐξ αὐτοῦ πληρώσεως στέρησις. οὕτω δῆτα καὶ τὸ νεκρὸν τῆς τοῦ λόγου δυνάμεως μικρόν τι αὐτοῦ ἐφαψάμενον ἀνηγείρετο ζωούμενον, καὶ ὁ θάνατος τὴν ζωὴν ἔφευγεν, καὶ τῷ γε φωτὶ τὸ σκότος ἐξελύετο, ἕτο, τό τε φθαρτὸν τὴν ἀφθαρσίαν ἐνεδιδύσκετο καὶ τὸ θνητὸν τὴν ἀθανασίαν.

Καὶ τί γὰρ ἄλλο πλὴν ὁ πᾶς ἄνθρωπος τῆς θεότητος κατεπίνετο, καὶ πάλιν θεὸς ἦν ὁ θεὸς λόγος οἷος καὶ πρὶν γενέσθαι ἄνθρωπος, καὶ συναπεθέου γε τὸν ἄνθρωπον ἀπαρχὴν τῆς ἡμῶν ἐλπίδος, τοῦτον αὐτὸν ἐκεῖ τῆς τε παρ’ αὐτῷ ζωῆς ἀιδίου καὶ τῆς ἐν τῇ θεότητι καὶ μακαριότητι κοινωνίας ἀξιῶν, ἡμῖν τε ὁμοίως ἅπασι τῆς παρ’ αὐτῷ καὶ σὺν αὐτῷ ἀθανασίας τε καὶ βασιλείας τοῦτο μέγιστον δεῖγμα παρέχων;