Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ἐπιστράφητε υἱοὶ ἀφεστηκότες, λέγει κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν, καὶ λήψομαι ὑμᾶς ἴνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς. καὶ εἰσάξω ὑμᾶς εἰς Σιὼν, καὶ δώσω ὑμῖν ποιμένας κατὰ καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς, ποιμαίνοντες μετ’ ἐπιστήμης· καὶ ἔσται, ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε, λέγει κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἐροῦσιν ἔτι, κιβωτὸς διαθήκης κυρίου Ἰσραὴλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ὀνομασθήσεται, καὶ οὐ ποιηθήσεται ἔτι.”

Ὁμοῦ καὶ ἐν τούτοις τὴν ἐπιστροφὴν τοῦ Ἰσραὴλ τὴν ἐν τῇ παρουσίᾳ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενησομένην θεσπίζει, καθ’ ἣν ἔνα ἐκ πόλεως καὶ δύο ἐκ πατριὰς, καὶ σφόδρα ὁ λίγ’ ὀλιγοστοὺς καὶ ἀριθμῷ βραχεῖς ἐκλεξάμενος ποιμένας τῶν εἰς αὐτὸν πεπιστευκότων ἐθνῶν, καὶ αὐξηθέντων ἐπὶ [*](14 Jer. 3, 14.)

v.3.p.132
τῆς γῆς ἐν τῇ δι’ αὐτῶν ἐσομένῃ κλήσει τῶν ἐθνῶν.

οὐκέτι, φησὶν, ἐροῦσιν, κιβωτὸς διαθήκης κυρίου. οὐκέτι γὰρ ἐπὶ τὰς Μώσεως ἀναδραμοῦνται σωματικωτέρας θρησκείας, ἅτε καινῆς διαθήκης αὐτοῖς παραδοθησομένης.

  • νε΄. Ἀπὸ τοῦ αὐτοῦ.
  • “Ἐπλήθυναν ἀσεβείας αὐτῶν, ἴσχυσαν ταῖς ἀποστροφαῖς αὐτῶν. ποίᾳ τούτων ἵλεως ἔσομαί σοι; υἱοί σου ἐγκατέλιπόν με, καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς, καὶ ἐχόρτασα αὐτοὺς, καὶ ἐμοιχῶντο, καὶ ἐν οἴκοις πορνῶν κατελύοσαν. ἵπποι ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζον. μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει κύριος, ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; ἀνάβητε ἐπὶ τοὺς προμαζῶνας αὐτῆς, καὶ κατασφάξατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολείπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ κυρίου εἰσίν.”

    Καὶ ἐν τούτοις ὁμοῦ κατηγορία τοῦ παντὸς ἔθνους αὐτῶν καὶ ἡ μετελθοῦσα αὐτοὺς πολιορκία δηλοῦται, καὶ πάλιν τὸ κατάλειμμα, ὅπερ στήριγμα αὐτῆς ὀνομάζει τοῦ κυρίου τυγχάνον. τοῦτο δὲ ἦν τὸ διὰ τῆς εἰς τὸν Χριστὸν τοῦ θεοῦ πίστεως δυναμωθὲν καὶ στερρωθὲν, ὡς μηδὲ τὰ ὅμοια ὑπομεῖναι, οἶς τὸ πᾶν ἔθνος αὐτῶν ἐπεπόνθει.

  • νς΄. Ἀπὸ τοῦ Ἰεζεκιήλ.
  • “Καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ c καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος, ἐν τῷ γενέσθαι ἐξ [*](7 Jer. 5, 6. 26 Ezech. 6, 7.)

    v.3.p.133
    ὑμῶν ἀνασωζομένους ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσι, καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις, καὶ μνησθήσονταί μου οἶ ἀνασωζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν, οὑ ᾐχμαλωτεύθησαν ἐκεῖ.”

    Δοκεῖ μοι κἀνταῦθα συνᾴδειν τοῖς ἀπὸ τῶν λοιπῶν προφητειῶν. τοὺς γὰρ ἀνασωζομένους τίνας ἂν εἴποις ἢ τὸ ἐν ἑτέροις ὠνομασμένον ὑπόλειμμα, καὶ τὴν σταγόνα καὶ τὴν δρόσον τοῦ λαοῦ ἐκείνου; δι’ ὧν ἐδηλοῦτο ἡ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν σύστασις. οὗτοι γοῦν ἀνασωθέντες ἐκ τῆς τοῦ παντὸς αὐτῶν ἔθνους καὶ ἐν τῷ διασκορπισμῷ αὐτῶν ἐμνήσθησαν τοῦ θεοῦ, ὡς ὁμολογεῖσθαι περὶ αὐτῶν εἰρῆσθαι τὰ ἀναγεγραμμένα.

  • νζ΄. Ἀπο τοῦ αὐτοῦ.
  • “Τάδε λέγει Ἀδωναῒ κύριος, ὅτι αὐτοὺς εἰς τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν, καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις οὗ ἂν εἰσέλθωσιν ἐκεῖ.”

    Καὶ ἐνταῦθα ἑτέρῳ ὀνόματι τοὺς αὐτοὺς κέκληκεν, ἁγίασμα μικρὸν εἰπὼν τοὺς ἐξ αὐτῶν ἀνασωθησομένους καὶ ὑπολειφθησομένους·.

  • νη΄. Ἀπὸ τοῦ αὐτοῦ.
  • “Καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτῶν διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκχεῶ ὀπίσω αὐτῶν, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ κύριος, ἐν τῷ διασκορπίσαι με ἐν τοῖς ἔθνεσιν, καὶ διασπερῶ [*](15 Ezech. 11, 16. 24 Ezech. 12, 14.)

    v.3.p.134
    αυτούς έν ταΐς χώραις' καϊ ύπολείφομαι έξ αυτών άνδρας έν άριθμώ έκ ρομφαίας, καϊ έκ λιμού, καϊ έκ θανάτου, όπως έκδιηγήβωνται πάΰας τάς ανομίας αυτών έν τοις εθνεβιν ου άν είΰέλθωΰιν έκεΐ' και γνώβονται ότι έγώ κύριος.”

    'ΕπΙ τχι τού παντός λαού διαΰπορα και νύν ύπολείψεσθαι έαυτώ ολίγους άριδμώ φηβιν, ούδ' άλλους δηλών τών προειρημένων.

  • νθ'. Ἀπό τού αυτού.
  • “Τάδε λέγει 'Λδωναϊ κύριος' έάν καϊ τάς τέΰ- ίο σαρας έκδικήσεις μου τάς πονηράς, ρομφαίαν καϊ λιμον και θηρία πονηρά καϊ θάνατον, έξαποβτελώ έπϊ Ιερουσαλήμ, τού έξολοθρεύβαι έξ αυτής άνθρω- πον καϊ κτήνος, καϊ Ιδού ύπολελειμμένοι έν αυτή ο[ άναβεβωβμένοι.”

    Ουδέν αν και ταύτα διαφέροι τών προειρη- μένων.

  • ξ'. Ἀπό τοῦ αυτού.
  • “Ούτως κρινώ υμάς, λέγει κύριος, καϊ διάξω υμάς ύπο την φάβδον μου, καϊ είβάξω υμάς έν άρι- δμώ της διαθήκης μου, και έκλέξω έξ υμών τους άφεΟτηκότας καϊ τους άβεβεΐς, διότι έκ της παροι- κίας αυτών έξάξω αυτούς, καϊ εις την γήν τού'ίβραήλ ουκ είοελεύΰονται.”

    Σαφώς και έν τούτοις άριθμώ βραχείς ύπο 25 την ράβδον τού θεού γενήβεοδαι, έπι τω τους λοι- πούς τού Ισραήλ άποπεΰειΰθαι τών έπαγγελιών, μαρ- τύρεται. αλλά γάρ άποδείξας οτι μή ως ετυχεν άδια- [*](10 Εζοοίι. 14, 21. 19 Εζοοίι. 20, 36.)

    v.3.p.135
    κρίτως πᾶσιν ἁπλῶς τοῖς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους φαύλοις τε καὶ ἀσεβέσι καὶ τοῖς μὴ τοιούτοις τἀς τῶν ἀγαθῶν ἐπαγγελίας οἱ θεῖοι λόγοι προεθέσπιζον, σπανίοις δὲ αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς, ἤτοι τοῖς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐξ αὐτῶν πεπιστευκόσιν, ἢ τοῖς πρὸ τῆς παρουσίας αὐτοῦ δεδικαιωμένοις, αὐτάρκως ἡγοῦμαι δεδηλωκέναι ὅτι μὴ ἀδιακρίτως εἰς ἅπαντας Ἰουδαίους τὰ τῶν θείων ἐπαγγελιῶν ἐπληροῦτο, καὶ ὅτι μὴ μᾶλλον αὐτοῖς ἢ τοῖς ἐξ ἐθνῶν τὸν Χριστὸν τοῦ θεοῦ παραδεξαμένοις τὰ τόν προφητῶν ἐφαρμόττει λόγια. τίς δὲ ἦν ἡ τῶν θείων ἐπαγγελιῶν διάνοια κατὰ καιρὸν τὸν προσήκοντα παραστήσω.

    ταῦτα δὲ ὡς ἀναγκαίως μοι συνείλεκται εἰς ἔλεγχον τῶν ἐκ περιτομῆς ὑπ’ ἀλόγου μεγαλαυχίας μόνοις αὑτοῖς τὸν Χριστὸν ἐπιδημήσειν, οὐχὶ δὲ καὶ πᾶσιν ἀνθρώποις, ἐπαυθαδιζομένων, εἴς τε ἀπόδειξιν τῆς ἡμῶν αὐτῶν περὶ τὰ ἐκείνων λόγια εὐλόγου σπουδῆς.

    συνέστη δέ μοι διὰ τοῦ πρὸ τούτου συγγράμματος καὶ τὸ αἴτιον τοῦ μὴ Ἰουδαίζειν ἡμὰς, καὶ ταῦτα ταῖς αὐτῶν χαίροντας προφητικαῖς γραφαῖς. ἀλλὰ καὶ ὁποῖος ὁ βίος τυγχάνει ὁ διὰ τοῦ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι κεκηρυγμένος, ἥ τε ἀρχαιότης τοῦ τρόπου τῆς εὐαγγελικῆς πολιτείας, ὡς οἶόν τε ἦν, ἐν αὐτῷ διελήλυθα.

    τούτων δ’ ἡμῖν προηνυσμένων, ἤδη ποτὲ καιρὸς ἀπορρητοτέρων ἅψασθαι λόγων, τῶν περὶ τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ μυστικῆς οἰκονομίας, καὶ ὡς ἂν μάθοιμεν διὰ τί νῦν, ἀλλ’ οὐ πρὸ τούτου, τὴν εἰς ἅπαντας ἀνθρώπους ἐπιφάνειαν αὐτοῦ πεποίητο, καὶ τί τὸ αἴτιον ἦν τοῦ μὴ πάλαι πρότερον, ἔναγχος δὲ καὶ μετὰ τὸν μακρὸν αἰῶνα τῆς τῶν ἐθνῶν ἀπάρξασθαι αὐτὸν κλήσεως, τά τε ἄλλα ὃσα δήποτε τῆςπ

    v.3.p.136
    κατ’ αὐτὸν ἀπορρήτου θεολογίας οἰκεῖα τυγχάνει· ἔτι μὴν καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ, ἃ καὶ πρῶτα ἐξ ἑτέρας λόγου ἀρχῆς, ὡς πρὸς τοὺς ἀπί- στους, τέως αὐτὸν βοηθὸν ἐπικαλεσάμενοι τὸν τοῦ θεοῦ λόγον ^ φέρε διασκεψώμεθα.