Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τῶν προλεγομένων εἰς τὴν εὐαγγελικὴν ἀπόδει- ξιν αὐταρκῶς μοι γεγυμνασμένων y ἀποδεδειγμένου τε τοῦ τρόπου τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας, τῆς τε αἰτίας ἀποδοθείσης δι’ ὧν τὰ Ἰου- δαίων ἀσπασάμενοι λόγια τὸν κατ’ αὐτοὺς βίον παρῃ- τησάμεθα, καὶ ἔτι πρὸς τούτοις συστάντος ὡς αἶ προ- φητικαὶ παρ’ αὐτοῖς γραφαὶ προλαβοῦσαι τὸ μέλλον τῆς ἡμετέρας διὰ Χριστοῦ γενομένης κλήσεως έμνημό- ἐμνημόνευσαν, διὸ καὶ ὡς οἰκείων, ἀλλ’ οὐκ ἀλλοτρίων αὐ- τῶν μεταποιούμεθα· καλεῖ δὴ καιρὸς ἐπ’ αὐτὴν ἐμ- βάντα τὴν ὑπόθεσιν ἄρξασθαι τῶν ἐπηγγελμένων.

τίνα δὲ ἦν ταῦτα ἀλλ’ ἢ τὰ περὶ τῆς κατὰ τὸν ἄμ θρωπον οἰκονομίας Ἰησοῦ τοῦ Χριστοῦ τοῦ θεοῦ, αἵ τε τῶν παρ’ Ἑβραίοις προφητῶν περὶ τῆς κατ’ αὐ- τὸν θεολογίας διδασκαλίαι, καὶ αἱ περὶ τῆς εἰς ἀν- θρώπους ἐπιφανείας αὐτοῦ προρρήσεις, ἃς αὐτῷ μόνῳ ἐφαρμόζειν ἐξ ἐναργῶν τῶν ἀποτελεσμάτων αὐτίκα μάλα παραστήσομεν, πρῶτον ἀναγκαίως ἐκεῖνο θεωρήσαντες, ὅπως οἱ προφῆται τὴν τοῦ εὐαγγελίου μνήμην ἐπὶ τοῦ Χριστοῦ παρελάμβανον.

Τοῦ δηλωθέντος μάρτυς ἂν εἴη ῥήμασιν αὐ-

v.3.p.137
τοῖς Ἡσαΐας, ἐκ προσώπου τοὐ Χριστοῦ κεκραγὼς “πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὑ εἵνεκεν ἔχρισέν με· εὐαγγελίσασθοι πτωχοῖς ἀπέσταλκέν με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεφψιν ” ἥντινα προφητείαν ὁ σωτὴρ ἡμῶν ἐν τῇ συναγωγῇ ποτὲ διελθὼν ἐπὶ τοῦ πλήθους τῶν Ἰουδαίων, πτύξας τὸ βιβλίον εἶπεν “σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.”

καὶ δὴ ἐνθένδε ἀρξάμενος τῆς οἰκείας διδασκαλίας πτωχοῖς εὐηγγελίζετο τῶν παρ’ αὐτῷ μακαρισμῶν, προτάττων “μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.” ἀλλὰ καὶ τοῖς ὑπὸ πνευμάτων πονηρῶν ὀχλουμένοις, ὑπό τε δαιμόνων τρόπον αἰχμαλώτων πάλαι πρότερον κεκρατημένοις, τὴν ἄφεσιν προεκήρυττε τοὺς πάντας εἰς ἐλευθερίαν καὶ λύσιν τῶν ἀπὸ κακίας δεσμῶν ἀνακαλούμενος δι’ ὧν ἔφασκεν “ δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.”

καὶ τυφλοῖς δὲ τὴν ἀνάβλεψιν παρεῖχεν, τοῖς τὰς ὄψεις τοῦ σώματος διεφθαρμένοις τὸ βλέπειν δωρούμενος, κατὰ διάνοιαν τοῖς πάλαι περὶ τὴν ἀλήθειαν ἀναβλέπουσι τὸ φῶς τῆς ἀληθοῦς εὐσεβείας παρέχων ὁρᾶν. τὸν μὲν οὖν Χριστὸν ἐν πρώτοις αὐθέντην καὶ ἀρχηγὸν ἔσεσθαι τῆς εὐαγγελικῆς πραγματείας ἡ παρατεθεῖσα προφητεία παρίστησιν, μετὰ δὲ αὐτὸν τῆς αὐτῆς ὑποθέσεως ὑπηρέτας ἔσεσθαι τοὺς αὐτοῦ μαθητὰς θεσπίζει ὁ αὐτὸς λέγων προφήτης “ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθὰ, ἢ τῶν εὐαγγελιζομένων εἰρήνην.”

Ἔνθα σφόδρα ἀπηκριβωμένως ὡραίους ἔφησεν [*](2 Es. 61, 1. 7 Luc. 4, 21. 10 Matth. 5, 3. 16 Matth. 11, 28. 28 Es. 52, 7. Rom. 10, 15.)

v.3.p.138
ἔσεσθαι τοὺς πόδας τῶν εὐαγγελιζομένων τὰ τοῦ Χριστοῦ ἀγαθά. πῶς γὰρ οὐκ ἔμελλον ὡραῖοι ἔσεσθαι οἶ ἐν ὀλίγῳ καὶ βραχεῖ χρόνῳ τὴν πάσαν περιδραμούμενοι οἰκουμένην, καὶ πάντα τόπον πληρώσαντες τῆς περὶ τοῦ σωτῆρος τοῦ κόσμου θεοσεβοῦς διδασκαλίας ; ὅτι δὲ μὴ ῥήμασιν ἀνθρωπίνοις ἐκέχρηντο εἰς πειθὼ τῶν ἀκροωμένων, θεοῦ δὲ δύναμις ἦν ἡ συνεργοῦσα αὐτοῖς ἐν τῷ εὐαγγελικῷ κηρύγματι, ἄλλος πάλιν προφήτης ἀναφωνεῖ ‘‘κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.”

Καὶ πάλιν ὁ Ἠσαίας “ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιῶν, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἰερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε, εἷπον ταῖς πόλεσιν Ἰούδα, ἰδοὺ ὁ θὲς ὑμῶν, ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ ἐναντίον αὐτοῦ· ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ ἐν τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει.”

Ταῦτα δὲ ὁποίας ἔχεται διανοίας ὁδῷ προϊόντες κατὰ τὴν εὐαγγελικὴν εἰσόμεθα διδασκαλίαν. πλὴν ἀλλὰ πέφανται τὸ εὐαγγέλιον καὶ τοὔνομα δὲ τοῦ εὐαγγελίου διὰ τῶν προφητικῶν φωνῶν μεμαρτυρημένον, ἔχεις τε λευκὰς καὶ ἐναργεῖς ἀποδείξεις ἐκ τίνος μὲν ἄρξεται τὸ εὐαγγέλιον, ὅτι δὴ ἐξ αὐτοῦ τοῦ Χριστοῦ, δι’ ὧν τε κηρυχθήσεται, ὅτι διὰ τῶν ἀποστόλων αὐτοῦ· ἀλλὰ καὶ ποίᾳ δυνάμει κρατήσει, ὅτι μὴ ἀνθρωπείᾳ· ὃ δὴ καὶ αὐτὸ συνέστη διὰ τοῦ “ κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.”

τί δὴ οὖν λείπεται ἐπὶ τούτοις ἢ ἐκ πολλῶν [*](9 Ps. 68, 11. 11 Es. 40, 9.)

v.3.p.139
ὀλίγα προλαβεῖν τῶν παρ’ Ἑβραίοις ἀνέκαθεν περὶ τοῦ Χριστοῦ προφητευομένων, ὡς ἂν εἰδῇς τίνα ἔσεσθαι τὸ εὐαγγέλιον ἐν ὑστέροις καιροῖς εύηγγελίζετο, ὁμοῦ τε τῶν προφητῶν τὸ θαῦμα τῆς τῶν μελλόντων προγνώσεως, καὶ τῶν προρρήσεων τὰ ἀποτελέσματα, ὅπως ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ συνίσταται πεπληρωμενα;

Πρῶτος προφητῶν Μώσης ἕτερον προφήτην ὅμοιον αὑτῷ ἀναστήσεσθαι εὐαγγελίζεται. ἐπειδὴ γὰρ ἡ κατ’ αὐτὸν νομοθεσία μόνῳ τῷ Ἰουδαίων προσῆκεν ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς Ἰουδαίας γῆς ἢ ἀμφὶ ταύτην, οὐχὶ δὲ καὶ τῷ πορρωτάτω τῆς ἀλλοδαπῆς διατρίβοντι, συνῶπται διὰ τῶν πρόσθεν ἡμῖν γεγυμνασμένων, χρῆν δὲ δήπου τὸν μὴ μόνον Ἰουδαίων θεὸν, ἀλλὰ καὶ ἐθνῶν, καὶ τὰ πᾶσι τοῖς ἔθνεσι λυσιτελῆ πρὸς τὴν αὐτοῦ γνῶσίν τε καὶ εὐσέβειαν παρασχεῖν τῷ βίῳ, εἰκότως προφήτην ἕτερον κατ’ οὐδὲν ἀποδέοντα τῆς κατ’ αὐτὸν οἰκονομίας ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀναστήσειν διὰ χρησμοῦ θεσπίζει, τοῦτον εἰρηκότος αὐτοῦ τοῦ θεοῦ τὸν τρόπον

“προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ’ ὅ τι ἂν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.”

Τὰ ὅμοια δὲ καὶ αὐτὸς ὁ Μώσης πρὸς τὸν λαὸν διερμηνεύων τὸ τοῦ θεοῦ λόγιόν φησιν “προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ ἀναστήσει κύ- [*](21 Deut. 18, 18. 30 Deut. 18, 15.)

v.3.p.140
ριος ὁ θεός σου, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας.”

Ἆρ᾿ οὖν οἱ μετὰ Μωσέα προφῆται, Ἡσαΐας, φέρε, ἢ Ἱερεμίας, ἢ Ἰεζεκιὴλ, ἢ Δανιὴλ, ἤ τις ἕτερος ἰῶν δώδεκα, Μωσεῖ κατέστη παραπλήσιος νομοθέτης; οὐδαμῶς. ἀλλὰ τὰ ὅμοιά τις ἐκείνων Μωσεῖ διαπέπρακται ; οὐκ ἔστιν εἰπεῖν. ἕκαστος γοῦν αὐτῶν ἀπὸ πρώτου καὶ εἰς τὸν τελευταῖον ἐπὶ Μωσέα τοὺς ἀκροωμένους ἀνέπεμπον, καὶ τόν γε κατὰ τοῦ λαοῦ ἔλεγχον διὰ τὰς παραβάσεις τοῦ Μώσεως ἐποιοῦντο νόμου, προύτρεπόν τε οὐδὲν ἄλλο ἢ τῶν παρὰ Μωσεῖ νενομοθετημένων ἐξέχεσθαι.

οὐδένα γοῦν τούτων ὅμοιον· Μώσης δὲ περὶ ἑνὸς ὡρισμένως ἀναφωνεῖ. τίνα τοίνυν ὁ χρησμὸς θεσπίζει Μωσεῖ παραπλήσιον ἔσεσθαι προφήτην ἢ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; ὅπως δὲ τοῦτ’ εἴρηται διασκέψασθαι ἀναγκαῖον.

Μώσης πρῶτος ἡγήσατο τοῦ Ἰουδαίων ἔθνους· εὑρών τε αὐτοὺς τῇ κατὰ Αἰγυποτίους πολυθέῳ πλάνῃ προσέχοντας πρῶτος μὲν ταύτης ἀπέστρεψεν, ἀπαραιτήτοις τιμωρίαις ἀπαγορεύσας εἰδωλολατρεῖν· πρῶτος δὲ αὐτοῖς καὶ τὴν περὶ μοναρχίας θεολογίαν κατήγγειλεν, τὸν τῶν ἁπάντων δημιουργὸν καὶ ποιητὴν μόνον παραγγείλας σέβειν· πρῶτος δὲ καὶ ἀγωγήν τινα θεοσεβοῦς βίου τοῖς αὐτοῖς διαταξάμενος νομοθέτης αὐτοῖς εὐσεβοῦς πολιτείας πρῶτος καὶ μόνος ἀποδέδεικται· ἀλλὰ καὶ Ἰησοῦς ὁ Χριστὸς Μωσεῖ παραπλησίως καὶ πολὺ κρειττόνως πρῶτος τῆς κατ’ εὐσέβειαν διδασκαλίας τοῖς λοιποῖς ἔθνεσι καθηγήσατο, καὶ πρῶτος ἀνατροπὴν τῆς καθ’ ὅλην τὴν οἰκουμένην εἰδωλολατρίας εἰργάσατο· πρῶτός τε τὴν ἑνὸς τοῦ παμβασιλέως θεοῦ

v.3.p.141
γνῶσίν τε καὶ εὐσέβειαν πᾶσιν ἀνθρώποις προυβάλετο, καινοῦ τε βίου καὶ πολιτείας θεοσεβέσι προσηκούσης πρῶτος εἰσαγωγεὺς καὶ νομοθέτης ἀποδέδεικται.

καὶ τὰ λοιπὰ δὲ τὰ περὶ κόσμου γενέσεως, καὶ τὰ περὶ ψυχῆς ἀθανασίας, καὶ ὅσα ἄλλα φιλόσοφα δόγματα, πρῶτος Μώσης τῷ Ἰουδαίων παρέδωκεν ἔθνει, ταῦτα θεοπρεπέστερον πρῶτος τοῖς λοιποῖς ἔθνεσιν Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν αὐτοῦ μαθητῶν κατήγγειλεν· ὥστε Μωσέα μὲν εἰκότως πρῶτον καὶ μόνον εὐσεβείας νομοθέτην ἀνηγορεῦσθαι Ἰουδαίων, Ιησοῦν δὲ τὸν Χριστὸν τῶν ἐθνῶν ἁπάντων, κατὰ τὴν φήσασαν περὶ αὐτοῦ προφητείαν “κατάστησον, κύριε, νομοθέτην ἐπ’ αὐτούς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.”

Πάλιν Μώσης θαυμασίοις ἔργοις καὶ παραδοξοποιίαις τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν εὐσέβειαν ἐπιστώσατο· ὡσαύτως δὲ καὶ ὁ Χριστὸς ταῖς ἀναγράπτοις θαυματουργίαις πρὸς πίστιν τῶν ὁρώντων κεχρημένος τὰ καινὰ τῆς εὐαγγελικῆς διδασκαλίας αὐτοῦ μαθήματα συνεστήσατο.