Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου συναγόμενος, συναχθήσεται Ἰακὼβ σὺν πᾶσιν. ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραήλ· ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτων.”

Συμφώνως τοῖς προεκτεθεῖσιν ἐκ τοῦ Ἡσαΐου καὶ ὁ Μιχαίας ἐκδέξασθαι τὸν θεὸν οὐχ ἁπλῶς πάντας, ἀλλὰ μόνους τοὺς καταλοίπους ὀνομάζει. ὥσπερ δὲ παρὰ τῷ Ἠσαίᾳ σπέρμα ὠνομάζετο τὸ ἐξ αὐτῶν λεῖμμα, οὕτως καὶ νῦν σταγόνα ὀνομάζει τοὺς ἐξ αὐτῶν σωθησομένους.

δηλοῦται δὲ καὶ διὰ τούτων ὁ τῶν ἀποστόλων χορὸς, ὡς σταγών τις καὶ σπέρμα τοῦ Ἰουδαίων ἔθνους γεγενημένος, ἐξ ἧς σταγόνος πάντες οἶ καθ’ ὅλης τῆς οἰκουμένης τὸν Χριστὸν ἐπεγνωκότες τοῦ θεοῦ, καὶ τὴν διδασκαλίαν αὐτοῦ παραδεδεγμένοι, τῆς θεσπιζομένης ἐπισυναγωγῆς κατηξιώθησαν, τὴν ἀπὸ τῶν πολεμίων λύτρωσιν εὑράμενοι.

“Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, ἀλιγοστὸς εἶ ἐν χιλιάσιν Ἰούδα. ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἷναι εἰς ἄρχοντα τῷ Ἰσραὴλ, καὶ ἔξο- [*](1 Εs. 65, 15. 10 Mic. 2, 11. 28 Mic. 5, 2.)

v.3.p.128
δοι αυτού απ αρχής έξ ημερών αιώνος, δια τούτο δώσει αυτούς εως καιρού τικτούσης' χέζεται, κ αϊ οι Επίλοιποι των αδελφών αυτών έπιΟτρέφουσι

καϊ μετά βραχέα έπιλέγει 'καϊ εοται το υπόλειμμα τού Ιακώβ έν τοις £0νεβιν, έν μέσω λαών πολλών, ως δρόσος παρά κυρίου πίπτουΟα, και ως άρνες έπ' αγρωοτιν, ὅπως μὴ συναχθῇ μηδείς, μηδε ύποστη έν υιοΐς άνθρώπων' και εοται το υπόλειμμα Ἰακώβ έν τοις εδνεσιν, έν μέσω λαών πολλών, ως λέων έν τοις κτήνεΟι τού δρυμού, και ως σκύμνος έν ποιμνί- οις προβάτων' ον τρόπον όταν διέλθη και διαστεί- λας άρπάση, καϊ μη τ\ ό έζαιρούμενος. ύψωθήσεται η χειρ Οου έπί τους θλίβοντας οε, καϊ πάντες οΐ έχδροί Οου έξολοθρευθήσονται.”

Τούτων ούδ' άν τι γένοιτο λευκότερον, κατά το αυτό και την γένεΟιν την έν Βηθλεεμ τού σωτή- ρος άναφωνούντων, καϊ την προ αιώνος ούσίωοιν αυτού, καϊ τον της παρθένου τοκετόν, καϊ τών απο- στολών και μαθητών αυτού την κλήοιν, και το κή- ρυγμα το καθ ολης της οικουμένης περί τού Χριστού δι' αυτών κατηγγελμένον.

τού γαρ δηλουμένου άρχοντος, ου τάς έζόδους ο λόγος έξ ημερών αιώνος είναι δηλοΐ, έκ της Βηθλεεμ προελευσομένου, καϊ της τούτον άποτικτούσης αγίας παρθένου τεξομένης, ου πάντας φησί τους έκ περιτομής,άλλά μόνους τους έπιλοίπους άνασωθήσεσθαι, ους και λεΐμμα γενή- Οεσδαι τού 'ίακώβ, καϊ δίκην δρόσου έπι πάντα δο- θήσεσθαι τα “ἔθνη. “ εοται γάρ (φησίν) το υπόλειμμα τού Ιακώβ έν τοϊς ἔθνεσιν, ὡς δρόσος παρά κυρίου πίπτουσα και ως άρνες έπ' αγρωοτιν.”

άνθ᾿ [*](4 Μ ίο. δ, 7.)

v.3.p.129
οὗ “καὶ ὡς ψεκάδες ἐπὶ πόαν” ὁ Ἀκύλας, ὁ δὲ Θεοδοτίων καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον ἐκδεδώκασιν. καὶ πάλιν ἀντὶ τοῦ “ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων, μηδὲ προσκόψῃ υἱὸς ἀνθρώπου” φησὶν ὁ Θεοδοτίων “ὃς οὐ μενεῖ ἄνθρωπον, καὶ οὐκ ἐλπίσει ἐπὶ υἱὸν ἀνθρώπου” καὶ ὁ Ἀκύλας “ὃς οὐχ ὑπομενεῖ ἄνδρα καὶ οὐ περὶ υἱοὺς ἀνθρώπων.”

δι’ ὧν πᾶσα τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν ἐλπὶς οὔτε εἰς ἄνθρωπον, ἀλλ’ εἰς τὸν σωτῆρα καὶ κύριον αὐτῶν, οὗτος δὲ ἦν ὁ τοῦ θεοῦ

οἷς ἐξῆς ἐπιλέγει καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων· ὃν τρόπον ὅταν διέλθῃ, καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος.” δι’ ὧν οἶμαι δηλοῦσθαι τὸ θαρσαλέον καὶ ἀκατάπληκτον τοῦ ἀποστολικοῦ κηρύγματος.

δίκην γοῦν λέοντος καὶ σκύμνου ἐν τῷ δρυμῷ τῶν ἐθνῶν καὶ ἐν ταῖς τῶν ἀνθρωπίνων προβάτων ἀγέλαις εἰσβαλόντες, καὶ διαστείλαντες τοὺς ἀξίους ἀπὸ τῶν ἀναξίων, ὑπηγάγοντο τῶ Χριστοῦ λόγῳ· πρὸς ὃν ἐξῆς ἀναφωνεῖται τὰ ἀπ’ αὐτοῦ “ὑψώθης ἔται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται.” ὃ καὶ αὐτὸ τάρεστιν ὀφθαλμοῖς παραλαμβάνειν. μυρίων γὰρ ὅσων τὸν Χριστοῦ λόγον θλιψάντων καὶ εἰσέτι νῦν πολεμούντων, ὑπερήρθη καὶ κρείττων πάντων γέγονεν.

ἀλλὰ καὶ ὑψώθη ἡ χεὶρ τοῦ Χριστοῦ κατὰ πάντων τῶν θλιψάντων αὐτὸν, οἵ τε ἐχθροὶ αὐτοῦ πάντες οἶ κατὰ χρόνους ἐπανιστάμενοι αὐτοῦ τῇ ἐκκλησίᾳ ἐξολοθρευθήσεσθαι λέγονται.

v.3.p.130
  • νβ΄, Ἀπὸ τοῦ Σοφονίου.
  • “Ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς εἰς ὄνομα κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἴνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι τοὺς ἱκετεύοντάς με. υἱοὶ τῶν διεσπαρμένων οἴσουσι θυσίας μοι. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμὲ 5 ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεως σου, καὶ οὐκ ἔτι οὐ μὴ προστεθῇς τοῦ μεμαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾶον καὶ ταπεινόν.

    καὶ εὐλαβηθήσονται ἐν τῷ ὀνόματι κυρίου οἶ κατάλοιποι τοῦ Ἰσραὴλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν, καὶ οὐ λαλήσουσι μάταια. καὶ οὐ μὴ εὑρεθῇ ἐν στόματι αὐτῶν γλῶσσα δολία, διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.

    Καὶ ἐν τούτοις ὑπολείψεσθαι ἑαυτῶ λαὸν πραὺν καὶ ταπεινὸν ὁ κύριος ἐπήγγελται, οὐκ ἄλλον δηλῶν ἢ τὸν ἐκ περιτομῆς εἰς τὸν Χριστὸν αὐτοῦ πεπιστευκότα. καὶ πάλιν τοὺς καταλοίπους τοῦ Ἰσραὴλ μόνους σωθήσεσθαι μετὰ τῆς τῶν λοιπῶν ἐθνῶν κλήσεως, ἣν ἐν τοῖς πρώτοις τῆς προφητείας ἐσήμαινεν.

  • νγ΄, Ἀπὸ τοῦ Ζαχαρίου.
  • “Ἰδοὺ ἡμέρα ἔρχεται ἐν σοὶ, καὶ τὰ σκῦλά σου ἐν σοί. καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἰερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται οἰκίαι, καὶ αἶ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως [*](2 Soph. 3, 9. 24 Zach, 14, 1.)

    v.3.p.131
    ἐν αἰχμαλωσίᾳ, οἶ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθήσονται ἐκ τῆς πόλεως.”

    Συνᾴδει καὶ ταῦτα τοῖς προτεθειμένοις ἐπὶ τῷ ὀλέθρῳ τοῦ παντὸς Ἰουδαίων ἔθνους μετελθόντι αὐτοὺς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν πεπληρωμένα. μετὰ οὖν τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον ταῦτα ὁ Ζαχαρίας προφητεύει, θεσπίζων τὴν ὑπὸ Ῥωμαίων γενησομένην ὑστάτην πολιορκίαν τοῦ λαοῦ, ἐφ’ ᾗ τοῦ παντὸς ἔθνους Ἰουδαίων ὑποχειρίου τοῖς πολεμίοις γενησομένου μόνους φησὶ τοὺς καταλοίπους τοῦ λαοῦ σωθήσεσθαι, ἄντικρυς αὐτοὺς τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν δηλῶν.

  • νδ΄. Ἀπὸ τοῦ Ἱερεμίου.