Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Δημήτριος δὲ περὶ τῆς ἀναιρέσεως τοῦ Αἰγυπτίου καὶ τῆς διαφορᾶς τῆς πρὸς τὸν μηνύσαντα τὸν τελευτήσαντα ὁμοίως τῷ τὴν ἱερὰν βίβλον γράψαντι ἱστόρησε· φυγεῖν μέντοι γε τὸν Μωσῆν εἰς Μαδιὰν, καὶ συνοικῆσαι ἐκεῖ τῇ Ἰοθὸρ θυγατρὶ Σεπφώρᾳ, ἣν εἶναι, ὅσα στοχάζεσθαι ἀπὸ τῶν ὀνομάτων, τῶν γενομένων ἐκ Χεττούρας, τοῦ Ἀβραὰμ γένους, ἐκ τοῦ Ἰεζὰν τοῦ γενομένου Ἀβραὰμ ἐκ Χεττούρας·

v.1.p.508
ἐκ δὲ τοῦ Ἰεζὰν γενέσθαι Δαδὰν, ἐκ δὲ Δαδὰν γουὴλ , ἐκ δὲ Ῥαγουὴλ Ἰοθὸρ καὶ Ἀβὰβ, , ἐκ δὲ tov Ἰοθὸρ Σεπφώραν , ἣν γήμαι Μωσῆν.

καὶ τὰς γενεὰς δὲ συμφωνεῖν· τὸν γὰρ Μωσῆν εἶναι ἀπὸ Ἀβραὰμ ἕβδομον , τὴν δὲ Σεπφώραν ἕκτην. συνοικουντος γὰρ ἤδη τοῦ Ἰσαὰκ, ἀφ’ οὗ Μωσῆν εἶναι, γῆμαι Ἀβραὰμ τὴν Χεττούραν ὄντα ἐτῶν ρμ, καὶ γεννῆσαι Ἰσαὰρ ἐξ αὐτῆς δεύτερον· τὸν δὲ Ἰσαὰκ, ὄντα ἐτῶν ἑκατὸν, γεννῆσαι. ὥστε μβ ἐτῶν ὕστερον γεγονέναι τὸν Ἰσαὰρ, ἀφ’ οὗ τὴν Σεπφώραν γεγενεαλογῆσθαι.

οὐδὲν οὑν ἀντιπίπτει τὸν Μωσῆν καὶ τὴν Σεπφώραν κατὰ τοὺς αὐτοὺς γεγονέναι χρόνους. κατοικεῖν δ’ αὐτοὺς Μαδιὰμ πόλιν, ἣν ἀπὸ ἑνὸς τῶν Ἀβραὰμ παίδων ὀνομασθῆναι. φησὶ γὰρ τὸν Ἀβραὰμ τοὺς παῖδας πρὸς ἀνατολὰς ἐπὶ κατοικίαν πέμψαι · διὰ τοῦτο δὲ καὶ Ἀαρὼν καὶ Μαριὰμ εἰπεῖν ἐν Ἀσηρὼθ Μωσῆν Αἰθιοπίδα γῆμαι γυναῖκα.

λέγει δὲ περὶ τούτων καὶ Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ, προσπαρειληφως τὸν ὄνειρον τὸν ὑπὸ Μώσεως μὲν ἑωραμένον, ὑπὸ δὲ πενθεροῦ διακεκριμένον. λέγει δὲ αὐτὸς ὁ Μώσης δι’ ἀμοιβαίων πρὸς τὸν πενθερὸν οὐτῶ πως

  • ἔδοξ’ ὄρους κατ’ ἄκρα Σιναίου θρόνον
  • μέγαν τιν’ εἶναι μέχρις οὐρανοῦ πτυχὸς,
  • ἐν ᾧ καθῆσθαι φῶτα γενναῖόν τινα
  • διάδημ’ ἔχοντα, καὶ μέγα σκῆπτρον χερὶ
  • εὐωνύμῳ μάλιστα. δεξιᾷ δέ μοι
  • ἔνευσε, κἀγὼ πρόσθεν ἐστάθην θρόνου.
  • σκῆπτρον δέ μοι παρέδωκε, κεἰς θρόνον μέγαν
  • εἶπεν καθῆσθαι· βασιλικὸν δ’ ἔδωκέ μοι
  • διάδημα, καὐτὸς ἐκ θρόνων χωρίζεται.
  • • ἐγὼ δ’ ἐσεῖδον γῆν ἅπασαν ἔγκυκλον,
  • κανερθε γαίας καξύπερθεν οὐρανοῦ,
  • καί μοί τι πλῆθος ἀστέρων πρὸς γούνατα
  • v.1.p.509
  • ἔπιπτ’, ἐγὼ δὲ πάντας ἠριθμησάμην,
  • κἀμοὶ παρῆγεν ὡς παρεμβολὴ βροτῶν.
  • εἶτ’ ἐμφοβηθεὶς ἐξανίσταμ’ ἐξ ὕπνου.
  • ὁ δὲ πενθερὸς αὐτοῦ τὸν ὄνειρον ἐπικρίνει οὕτως

  • ὢ ξένε, καλόν σοι τοῦτ’ ἐσήμηνεν θεός ·
  • ζώοιν δ’ ὅταν σοι ταῦτα συμβαίνῃ ποτέ.
  • ἆρά γε μέγαν τιν’ ἐξαναστήσεις θρόνον,
  • καὐτὸς βραβεύσεις καὶ καθηγήσῃ βροτῶν.
  • τὸ δ’ εἰσθεᾶσθαι γῆν ὅλην τ’ οἰκουμένην,
  • καὶ τὰ ὑπένερθεν χὐπὲρ οὐρανὸν θεοῦ,
  • ὄψει τά τ’ ὄντα τά τε προτοῦ τά θ’ ὕστερον.
  • περὶ δὲ τῆς καιομένης βάτου καὶ τῆς ἀποστολῆς αὐτοῦ τῆς πρὸς Φαραὼ πάλιν παρεισάγει δι’ ἀμοιβαίων τὸν Μωσῆν τῷ θεῷ διαλεγόμενον. φησὶ δὲ ὁ Μώσης

  • ἔα ’ τί μοι σημεῖον ἐκ βάτου τόδε,
  • τεράστιόν τε καὶ βροτοῖς ἀπιστία;
  • ἄφνω βάτος μὲν καίεται πολλῷ πυρὶ,
  • αὐτοῦ δὲ χλωρὸν πᾶν μένει τὸ βλαστάνον.
  • τί δή; προελθὼν ὄψομαι τεράστιον
  • μέγιστον • οὐ γὰρ πίστιν ἀνθρώποις φέρει.
  • εἶτα ὁ θεὸς αὐτῷ προσομιλεῖ

  • ἐπίσχες, ὢ φέριστε, μὴ προσεγγίσῃς,
  • Μωσῆ, πρὶν ἣ τῶν σῶν ποδῶν λῦσαι δέσιν·
  • ἁγία γὰρ ἧς σὺ γῆς ἐφέστηκας πέλει ’
  • ὁ δ’ ἐκ βάτου σοι θεῖος ἐκλάμπει λόγος •
  • θάρσησον, ὢ παῖ, καὶ λόγων ἄκου’ ἐμῶν·
  • ἰδεῖν γὰρ ὄψιν τὴν ἐμὴν ἀμήχανον
  • θνητὸν γεγῶτα, τῶν λόγων δ’ ἔξεστί σοι
  • ἐμῶν ἀκούειν, τῶν ἕκατ’ ἐλήλυθα.
  • ἐγὼ θεὸς σῶν, ὧν λέγεις, γεννητόρων,
  • Ἀβραάμ τε κ Ἰσαὰκ κ’ Ἰακώβου τρίτου.
  • μνησθεὶς δ’ ἐκείνων καὶ ἔτ’ ἐμῶν δωρημάτων
  • πάρειμι σῶσαι λαὸν Ἑβραίων ἐμὸν,
  • ἰδὼν κάκωσιν καὶ πόνον δούλων ἐμῶν.
  • ἀλλ’ ἕρπε καὶ σήμαινε τοῖς ἐμοῖς λόγοις,
  • v.1.p.510
  • πρῶτον μὲν αὐτοῖς πᾶσιν Ἑβραίοις ὁμοῦ,
  • ἔπειτα βασιλεῖ, τὰ ὑπ’ ἐμοῦ τεταγμένα,
  • ὅπως σὺ λαὸν τὸν ἐμὸν ἐξάγοις χθονός.
  • εἶτα ὑποβάς τινα ἀμοιβαῖα αὐτὸς ὁ Μώσης λέγει

  • οὐκ εὔλογος πέφυκα, γλῶσσα δ’ ἐστί μου
  • δύσφραστος, ἰσχνόφωνος, ὥστε μὴ λόγους
  • ἐμοὺς γενέσθαι βασιλέως ἐναντίον.
  • εἶτα πρὸς ταῦτα ὁ θεὸς αὐτῷ ἀποκρίνεται

  • Αάρωνα πέμψον σὸν κασίγνητον ταχὺ,
  • ᾧ πάντα λέξεις τἀξ ἐμοῦ λελεγμένα,
  • καὐτὸς λαλήσει βασιλέως ἐναντίον,
  • σὺ μὲν πρὸς ἡμῶν, ὁ δὲ λαβὼν σέθεν πάρα.
  • περὶ δὲ τῆς ῥάβδου καὶ τῶν ἄλλων τεράτων οὕτω δι’ ἀμοιβαίων εἴρηκε,

  • Θ. τί δ’ ἐν χεροῖν σοῖν τοῦτ’ ἔχεις; λέξον τάχος.
  • Μ. ῥάβδον τετραπόδων καἰ βροτῶν κολάστριαν.
  • Θ. ῥῖψον πρὸς οὖδας, κἀποχώρησον ταχύ.
  • δράκων γὰρ ἔσται φοβερὸς, ὥστε θαυμάσαι.
  • Μ. ἰδοὺ βέβληται· δέσποθ’, ἵλεως γενοῦ·
  • ὡς φοβερὸς, ὡς πέλωρος· οἴκτειρον σύ με,
  • πέφρικ’ ἰδὼν, μέλη δὲ σώματος τρέμει.
  • Θ. μηδὲν φοβηθῇς, χεῖρα δ’ ἐκτείνας Με
  • οὐρὰν, πάλιν δὲ ῥάβδος ἔσσεθ’ ὥσπερ ἢν.
  • ἔνθες δὲ χείρ εἰς κόλπον, ἐξένεγκέ τε.
  • ἰδοὺ τὸ ταχθὲν, γέγονεν ὡσπερεὶ χιών.
  • ἔνθες πάλιν δ’ εἰς κόλπον, ἔσται δ’ ὥσπερ ην.”
  • τούτοις ἐπάγει, μετά τινα τὰ μεταξὺ αὐτῷ εἰρημέωα, λέγων

    “ Ταῦτα δέ φησιν οὕτω καὶ Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ λέγων, περὶ μὲν τῶν σημείων τὸν θεὸν παρεισάγων λέγοντα οὕτως

  • ἐν τῇδε ῥάβδῳ πάντα ποιήσεις κακά ’
  • πρῶτον μὲν αἷμα ποτάμιον ῥυήσεται,
  • πηγαί τε πᾶσαι χυδάτων συστήματα •
  • βατράχων τε πλῆθος καὶ σκνίπας ἐμβαλῶ χθονί.
  • v.1.p.511
  • ἔπειτα τέφραν οἶς καμιναίαν πάσω,
  • ἀναβλύσει δείν’ ἐν βροτοῖς ἕλκη πικρά.
  • κυνόμυια δ’ ἥξει, καὶ βροτοὺς Αἰγυπτίων
  • πολλοὺς κακώσει. μετὰ δὲ ταῦτ’ ἔσται πάλιν
  • λοιμὸς, θανοῦνται δ’ οἶς ἔνεστι καρδία
  • σκληρά· πικρανῶ δ’ οὐρανόν· χάλαζα νῦν
  • σὺν πυρὶ πεσεῖται, καὶ νεκροὺς θήσει βροτούς.
  • καρποί τ’ ὀλοῦνται, τετραπόδων τε σώματα·
  • σκότος δὲ θήσω τρεῖς ἐφ’ ἡμέρας ὅλας,
  • ἀκρίδας τε πέμψω. καὶ περισσὰ βρώματα
  • ἅπαντ’ ἀναλώσουσι καἰ καρποῦ χλόην.
  • ἐπὶ πᾶσι τούτοις τέκν’ ἀποκτενῶ βροτῶν
  • πρωτόγονα. παύσω δ’ ὕβριν ανθρώπων κακῶν.
  • Φαραὼ δὲ βασιλεὺς πείσετ’ οὐδὲν ὣν λέγω,
  • πλὴν τέκνον αὐτοῦ πρωτόγονον ἕξει νεκρόν·
  • καὶ τότε φοβηθεὶς λαὸν ἐκπέμψει ταχύ ·
  • πρὸς τοῖσδε λέξεις πᾶσιν Ἑβραίοις ὁμοῦ
  • ο μεὶς ὅδ’ ὑμῖν πρῶτος ἐνιαυτοῦ πέλει·
  • ἐν τῶδ’ ἀπάξω λαὸν εἰς ἄλλην χθόνα,
  • εἰς ἣν ὑπέστην πατράσιν Ἑβρκαίων γένους.’
  • λέξεις δὲ λαῷ παντὶ, μηνὸς οὑ λέγω
  • διχομηνίᾳ, τὸ πάσχα θύσαντας θεῷ
  • τῇ πρόσθε νυκτὶ, αἵματι ψαῦσαι θύρας,
  • ὅπως παρέλθῃ σῆμα δεινὸς ἄγγελος.
  • ὑμεῖς δὲ νυκτὸς ὀπτὰ δαίσεσθε κρέα.
  • σπουδῇ δὲ βασιλεὺς ἐκβαλεῖ πρόπαντ’ ὄχλον.
  • ὅταν δὲ μέλλητ’ ἀποτρέχειν, δώσω χάριν
  • λαῷ, γυνή τε παρὰ γυναικὸς λήψεται
  • σκεύη, κόσμον τε πάνθ’ , ὃν ἄνθρωπος φέρει,
  • χρυσόν τε καὶ ἄργυρον ἠδὲ καὶ στολὰς, ἴνα
  • ἀνθ’ ὧν ἔπραξαν μισθὸν ἀποδῶσιν βροτοῖς.
  • ὅταν δ’ ἐς ἴδιον χῶρον εἰσέλθηθ’, ὅπως
  • ἀφ’ ἧσπερ ἠοῦς ἐφύγετ’, Αἰγύπτου δ’ ἄπο
  • ἑπτὰ διοδοιποροῦντες ἡμερῶν ὁδὸν,
  • πάντες τοσαύτας ἡμέρας ἔτος κάτα
  • ἄζυμ’ ἔδεσθε, καὶ θεῷ λατρεύσετε,
  • τὰ πρωτότευκτα ζῷα θύοντες θεῶ,
  • ὅσ’ ἂν τέκωσι παρθένοι πρώτως τέκνα
  • τἀρσενικὰ, διανοίγοντα μήτρας μητέρων.
  • v.1.p.512

    καὶ πάλιν περὶ τῆς αὐτῆς ταύτης ἐορτῆς φηςὶν ἐπεξεργαζόενον ἀκριβέστερον εἰρηκέναι

  • ἀωδρῶν Ἑβραίων τοῦδε τοῦ μηνός λαβών
  • κατὰ συγγενείας πρόβατα καὶ μόσκους βοῶν
  • ἄμωμα δεκάτῃ· καὶ φυλαχθήτω μέχρι
  • τετράς ἐριλάμψει δεκάδι, καὶ πρὸς ἑσπέραν
  • θύσαντες, ὀπτὰ πάντα σὺν τοῖς ἔνδοθεν
  • οὔτω φάγεσθε ταῦτα· περιεζωσμένοι,
  • καὶ κοῖλα ποσςὶν ὑποδέδεσθε, καὶ χερὶ
  • βακτηρίαν ἔχοντες. ἐν σπουδῇ τε γαρ
  • βασιλεὺς κελεύσει πάντας ἐκβαλεῖν κθονός·
  • κεκλήσεται δὲ πᾶς. ὄταν θύσητε δὲ,
  • δεσμην λαβόντες χερςὶν ὐσσώπου κόμς
  • εἰς εἶμα βάψαι, καὶ θιγεῖν σταθμῶν δυοῖν,
  • ὄπως παρέλθῃ θάωατος Ἑβραίων ἄπο.
  • ταύτην δ’ ἐορτήν δεσπότῃ τηρήσετε,
  • ἔφθ’ ἡμέρας ἄζυμα· κοὐ βρωθήσεται
  • ξύμη. κακῶν γὰρ τῶνδ’ ἀραλλαγήσεται,
  • καὶ τοῦδε μηνὸς ἔξοδον διδῖ θεός·
  • ἀρκή δὲ μηνῶν καὶ κρόνων οὖτος πέλει.”
  • πάλιν μεθ’ ἔτερα ἐπιλέγει “Φηδὶ δὲ καὶ Ἑξεκιῆλος ἐν τῷ δράματι τῷ ἐπιγραφομένῳ Ἐξαγωγὴ, παρεισάγων ἄγγελον λέγοντα τήν τε τῶν Ἑβραίων διάθεσιν καὶ τὴν τῶν Αἰγυπτίων φθορὰν οὔτως

  • ὡς γὰρ σὺν ὄχλῳ τῷδ’ ἀφώρμησεν δόμων
  • βασιλευς Φαραὼ μυρίων ὄπλων μέτα,
  • ἴππου τε τάσης καρμάτων τετραόρων,
  • καὶ προστάταισι καὶ παραστάταις ομοῦ,
  • ἦν φρικτὸς ἀνδρῶν ἐκτεταγμένων ὄχλος.
  • πεζοὶ μὲν ἐν μέσοισι καὶ φαλαγγικοὶ
  • διεκδρομὰς ἔχοντες ἄρμασιν τόπους·
  • ἱππεῖς δ’ ἔταξε, τοὺς μὲν ἐξ εὐωνύμων
  • ἐκ δεξιῶν δὲ ράντας Αἰγύπτου δτρατοῦ.
  • τὸν πάντας δ’ ἀριθμὸν ἠρόμην ἐγὼ στρατοῦ·
  • μυριάδες ἦσαν ἑκατον τὐανδρου μεώ.
  • v.1.p.513
  • ἐπεὶ δ’ Ἐβραίων οὑμὸς ἤντησεν στρατὸς,
  • οἱ μὲν παρ’ ἀκτὴν πλησίον βεβλημένοι
  • ἐρυθρὰς θαλάσσης ἤσαν ἠθροισμένοι ·
  • οἱ μὲν τέκνοισι νηπίοις δίδουν βορὰν,
  • ὁμοῦ τε καὶ δάμαρσιν, ἔμπονοι κόπῳ ·
  • κτήνη τε πολλὰ, καὶ δόμων ἀποσκευὴ,
  • αὐτοὶ δ’ ἄνοπλοι πάντες εἰς μάχην χέρας
  • ἰδόντες ἡμᾶς ἠλάλαξαν ἔνδακρυν
  • φωνὴν, πρὸς αἰθέρα τ’ ἐτάθησαν ἀθρόοι,
  • θεὸν πατρῷον. ἦν πολὺς δ’ ἀνδρῶν ὄχλος.
  • ἡμᾶς δὲ χάρμα πάντας εἶχεν ἐν μέρει.
  • ἔπειθ’ ὑπ’ αὐτοὺς θήκαμεν παρεμβολὴν,
  • Βεελζεφών τις κλῄζεται πόλις βροτοῖς.
  • ἐπεὶ δὲ Τιτᾶν ἥλιος δυσμαῖς προσῆν,
  • ἐπέσχομεν, θέλοντες ὄρθριον μάχην,
  • πεποιθότες λαοῖσι καὶ φρικτοῖς ὅπλοις.
  • ἔπειτα θείων ἄρχεται τεραστίων
  • θαυμάστ’ ἰδέσθαι. καί τις ἐξαίφνης μέγας
  • στῦλος νεφώδης ἐστάθη πρὸ γῆς μέγας.
  • παρεμβολῆς ἡμῶν τε χἐβραίων μέσος.
  • κἄπειθ’ ὁ κείνων ἡγεμὼν Μώσης, λαβὼν
  • ῥάβδον θεοῦ, τῇ δὴ πρὶν Αἰγύπτῳ κακὰ
  • σημεῖα καὶ τεράστι' ἐξεμήσατο ’
  • ἔτυψ’ ἐρυθρᾶς νῶτα κἄσχισεν μέσον
  • βάθος θαλάσσης · οἱ δὲ σύμπαντες
  • ὤρουσαν ὠκεῖς ἁλμυρᾶς δι’ ἀτραποῦ.
  • ἡμεῖς δ’ ἐπ’ αὐτῆς ᾠχόμεσθα συντόμως
  • κατ’ ἴχνος αὐτῶν· νυκτὸς εἰσεκύρσαμεν
  • βοηδρομοῦντες · ἁρμάτων δ’ ἄφνω
  • οὐκ ἐστρέφοντο, δέσμιοι δ’ ὣς ἥρμοσαν.
  • ἀπ’ οὐρανοῦ δὲ φέγγος ὡς πυρὸς μέγα
  • ὤφθη τι ἡμῖν· ὡς μὲν εἰκάζειν, παρὴν
  • αὐτοῖς ἀρωγὸς ὁ θεός. ὡς δ’ ἤδη πέραν
  • ἤσαν θαλάσσης, κῦμα δ’ ἐρροίβδει μέγα
  • σύνεγγυς ἡμῶν· καί τις ἠλάλαξ’ ἰδὼν,
  • φεύγωμεν οἴκοι πρόσθεν ὑψίστου χέρας·
  • οἶς μὲν γάρ ἐστ’ ἀρωγὸς, ἡμῖν δ’ ἀθλίοις
  • v.1.p.514
  • ὄλεθρον ἕρδει· καὶ συνεκλύσθη πόρος
  • ἐρυθρᾶς θαλάσσης καὶ στρατὸν διώλεσε.”
  • καὶ πάλιν μετ’ ὀλίγα ’’ Ἐκεῖθεν ἦλθον ἡμέρας τρεῖς, ὡς αὐτός τε ὁ Δημήτριος λέγει καὶ συμφώνως τούτῳ ἡ ἱερὰ βίβλος. μὴ ἔχοντα δὲ ὕδωρ ἐκεῖ γλυκὺ, ἀλλὰ πικρὸν , τοῦ θεοῦ εἰπόντος ξύλον τι ἐμβαλεῖν εἰς τὴν πηγὴν, καὶ γενέσθαι γλυκὺ τὸ ὕδωρ. ἐκεῖθεν δὲ εἰς ’Eλεὶμ ἐλθεῖν, καὶ εὑρεῖν ἐκεῖ δώδεκα μὲν πηγὰς ὑδάτων, ἑβδομήκοντα δὲ στελέχη φοινίκων. περὶ τούτων καὶ τοῦ φανέντος ὀρνέου Ἐζεκιῆλος ἐν τῇ Ἐξαγωγῇ παρεισάγει τινὰ λέγοντα τῷ Μώσῃ περὶ μὲν τῶν φοινίκων καὶ τῶν δώδεκα πηγῶν οὕτως

  • κράτιστε Μωσῆ, πρόσχες, οἷον εὕρομεν
  • τόπον πρὸς αὐτῇ τῇδέ γ’ εὐαεῖ νάπῃ.
  • ἔστιν γὰρ, ὡς που καὶ σὺ τυγχάνεις ὄρων,
  • ἐκεῖ. τόθεν δὲ φέγγος ἐξέλαμψέ νιν,
  • κατ’ εὐφρόνην σημεῖον ὡς στῦλος πυρός.
  • ἐνταῦθα λειμῶν’ εὕρομεν κατάσκιον,
  • ὑγράς τε λιβάδας · δαψιλὴς χῶρος βαθὺς,
  • πηγὰς ἀφύσσων δώδεκ’ ἐκ μιᾶς πέτρας ·
  • στελέχη δ’ ἐρυμνὰ πολλὰ φοινίκων πέλει
  • ἔγκαρπα, δεκάκις ἑπτὰ, καὶ ἐπίρρυτος
  • πέφυκε χλοίη θρέμμασιν χορτάσματα.
  • εἶτα ὑποβὰς περὶ τοῦ φανέντος ὀρνέου διεξέρχεται
  • ἕτερον δὲ πρὸς τοῖσδ’ εἴδομεν ζῷον ξένον,
  • θαυμαστὸν, οἷον οὐδέπω ὥρακέ τις.
  • διπλοῦν γὰρ ἤν τὸ μῆκος ἀετοῦ σχεδὸν,
  • πτεροῖσι ποικίλοισιν ἠδὲ χρώμασι.
  • στῆθος μὲν αὐτοῦ πορφυροῦν ἐφαίνετο,
  • σκέλη δὲ μιλτόχρωτα, καὶ κατ’ αὐχένα
  • κροκωτίνοις μαλλοῖσιν εὐτρεπίζετο.
  • κάρα δὲ κοττοῖς ἡμέροις παρεμφερὲς,
  • καὶ μηλίνῃ μὲν τῇ κόρῃ προσέβλεπε
  • κύκλῳ· κόρη δὲ κόκκος ὡς ἐφαίνετο·
  • v.1.p.515
  • φωνὴν δὲ πάντων εἶχεν ἐκπρεπεστάτην.
  • βασκλεὺς δὲ πάντων ὀρνέων ἐφαίνετο,
  • ως ἠν νοῆσαι. πάντα γὰρ τὰ πτήν’ ὁμοῦ
  • ὄπισθεν αὐτοῦ δειλιῶντ’ ἐπέσσυτο,
  • αὐτὸς δὲ πρόσθεν, ταῦρος ὣς γαυρούμενος,
  • ἔβαινε κραιπνὸν βῆμα βαστάζων ποδός.’
  • καὶ μετὰ βραχέα

    ‘‘ Ἐπιζητεῖν δέ τινα πῶς οἱ Ἰσραηλῖται ὅπλα ἔσχον ἄνοπλοι ἐξελθόντες. ἔφασαν γὰρ τριῶν ἡμερῶν ὁδὸν ἐξελθόντας καὶ θυσιάσαντας πάλιν ἀνακάμψειν. φαίνεται οὖν τοὺς μὴ κατακλυσθέντας τοῖς ἐκείνων ὅπλοις χρήσασθαι.’