Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τὸν δὲ πυθόμενον εἰς φυλακὴν αὐτὸν καθεῖρξαι. νυκτὸς δὲ ἐπιγενομένης τάς τε θύρας πάσας αὐτομάτως ἀνοιχθῆναι τοῦ δεσμωτηρίου καὶ τῶν φυλάκων οὓς μὲν τελευτῆσαι, τινὰς δὲ ὑπὸ τοῦ ὕπνου παρεθῆναι, τά τε ὅπλα κατεαγῆαι.

ἐξελθόντα δὲ τὸν Μώϋσον ἐπὶ τὰ βασίλεια ἐλθεῖν· εὑρόντα δὲ ἀνεῳγμένας τὰς θύρας

v.1.p.503
εἰσελθεῖν, καὶ ἐνθάδε τῶν φυλάκων παρειμένων τὸν βασιλέα ἐξεγεῖραι. τὸν δὲ ἐκπλαγέντα ἐπὶ τῷ γεγο- νότι κελεῦσαι τῷ Μωΰσῳ τὸ τοῦ πέμψαντος αὐτὸν θεοῦ εἰπεῖν ὄνομα, διαχλευάσαντα αὐτόν·

τὸν δὲ προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν, ἀκούσαντα δὲ τὸν βασιλέα πεσεῖν ἄφωνον, διακρατηθέντα δὲ ὑπὸ τοῦ Μωΰσου πάλιν ἀναβιῶσαι·

γράψαντα δὲ τοὔνομα εἰς δέλτον κατασφραγίσασθαι· τῶν δὲ ἱερέων τὸν ἐκφαυλίσαντα ἐν τῇ πινακίδι τὰ γεγραμμένα μετὰ σπασμοῦ τὸν βίον ἐκλιμπάνειν·

εἰπεῖν τε τὸν βασιλέα σημεῖόν τι αὐτῷ ποιήσαι· τὸν δὲ Μώϋσον ἣν εἶχε ῥάβδον ἐκβαλόντα ὄφιν ποιῆσαι ’ πτοηθέντων δὲ πάντων, ἐπιλαβόμενον τῆς οὐρᾶς ἀνελέσθαι, καὶ πάλιν ῥάβδον ποιῆσαι·

προελθόντα δὲ μικρὸν τὸν Νεῖλον τῇ ῥάβδῳ πατάξαι ’ τὸν δὲ ποταμὸν πολύχουν γενόμενον κατακλύζειν ὅλην τὴν Αἴγυπτον· ἀπὸ τότε δὲ καὶ τὴν κατάβασιν αὐτοῦ γίνεσθαι· συναγαγὸν δὲ τὸ ὕδωρ ἀποζέσαι καὶ τὰ ποτάμια διαφθεῖραι ζῷα, τούς τε λαοὺς διὰ τὴν δίψαν φθείρεσθαι.

τὸν δὲ βασιλέα, τούτων γενομένων τῶν τεράτων, φάναι μετὰ μῆνα τοὺς λαοὺς ἀπολύσειν, ἐὰν ἀποκαταστήσῃ τὸν ποταμόν ’ τὸν δὲ Μώϋσον πάλιν τῇ ῥάβδῳ πατάξαντα τὸ ὕδωρ συστεῖλαι τὸ ῥεῦμα.

τούτου δὲ γενομένου τὸν βασιλέα τοὺς ἱερεῖς τοὺς ὑπὲρ Μέμφιν καλέσαι, καὶ φάναι αὐτοὺς ἀναιρήσειν, καὶ τὰ ἱερὰ κατασκάψειν, ἐὰν μὴ καὶ αὐτοὶ τερατουργήσωσί τι. τοὺς δὲ τότε διά τινων μαγγάνων καὶ ἐπαοιδῶν δράκοντα ποιῆσαι καὶ τὸν ποταμὸν μεταχρῶσαι.

τὸν δὲ βασιλέα φρονηματισθέντα ἐπὶ τῷ γεγονότι, πάσῃ τιμωρίᾳ καὶ κολάσει καταικίζειν τοὺς Ἰουδαίους. τὸν δὲ Μώϋσον ταῦτα ὁρῶντα ἄλλα τε σημεῖα ποιήσαι καὶ πατάξαντα τὴν

v.1.p.504
γῆν τῇ ῥάβδῳ ζῷόν τι πτηνὸν ἀνεῖναι λυμαίνεσθαι τοὺς Αἰγυπτίους, πάντα τε ἐξελκωθῆναι τὰ σώματα. τῶν δὲ ἰατρῶν μὴ δυναμένων ἰᾶσθαι τοὺς κάμνοντας, οὕτω πάλιν ἀνέσεως τυχεῖν τοὺς Ἰουδαίους.

πάλιν τε τὸν Μώϋσον βάτραχον διὰ τῆς ῥάβδου ἀνεῖναι, πρὸς δὲ τούτοις ἀκρίδας καὶ σκνίφας. διὰ τοῦτο δὲ καὶ τοὺς Αἰγυπτίους τὴν ῥάβδον ἀνατιθέναι εἰς πὰν ἱερὸν, ὁμοίως δὲ καὶ τῇ Ἴσιδι, διὰ τὸ τὴν γῆν εἶναι Ἰσιν, παιομένην δὲ τῇ ῥάβδῳ τὰ τέρατα ἀνεῖναι.

τοῦ δὲ βασιλέως ἔτι ἀφρονουμένου τὸν Μώϋσον χάλαζάν τε καὶ σεισμοὺς διὰ νυκτὸς ἀποτελέσαι, ὥστε τοὺς τὸν σεισμὸν φεύγοντας ἀπὸ τῆς χαλάζης ἀναιρεῖσθαι, τούς τε τὴν χάλαζαν ἐκκλίνοντας ὑπὸ τῶν σεισμῶν διαφθείρεσθαι. συμπεσεῖν δὲ τότε τὰς μὲν οἰκίας πάσας τῶν τε ναῶν τοὺς πλείστους.

τελευταῖον τοιαύταις συμφοραῖς περιπεσόντα τὸν βασιλέα τοὺς Ἰουδαίους ἀπολῦσαι ’ τοὺς δὲ χρησαμένους παρὰ τῶν Αἰγυπτίων πολλὰ μὲν ἐκπώματα, οὐκ ὀλίγον δὲ ἱματισμὸν ἄλλην τε παμπληθῆ γάζαν, διαβάντας τοὺς κατὰ τὴν Ἀραβίαν ποταμοὺς, καὶ διαβάντας ἱκανὸν τόπον ἐπὶ τὴν ἐρυθρὰν τριταίους ἐλθεῖν θάλασσαν.

Μεμφίτας μὲν οὖν λέγειν ἔμπειρον ὄντα τὸν Μώϋσον τῆς χώρας τὴν ἄμπωτιν τηρήσαντα διὰ ξηρᾶς τῆς θαλάσσης τὸ πλῆθος περαιῶσαι. Ἡλιουπολίτας δὲ λέγειν ἐπικαταδραμεῖν τὸν βασιλέα μετὰ πολλῆς δυνάμεως, ἄμα] καὶ τοῖς καθιερωμένοις ζῴοις, διὰ τὸ τὴν ὕκαρξιν τοὺς Ἰουδαίους τῶν Αἰγυπτίων χρησαμένους διακομίζειν.

τῷ δὲ Μωΰσῳ θείαν φωνὴν γενέσθαι πατάξαι τὴν θάλασσαν τῇ ῥάβδῳ καὶ διαστῆναι. τὸν δὲ Μώϋσον ἀκούσαντα ἐπιθιγεῖν τῇ ῥάβδῳ τοῦ ὕδατος, καὶ οὕτω τὸ μὲν νᾶμα διαστῆναι, τὴν δὲ

v.1.p.505
δύναμιν διὰ ξηρᾶς ὁδοῦ πορεύεσθαι.

συνεμβάντων δ’ ἑ τῶν Αἰγυπτίων καὶ διωκόντων φησὶ πῦρ αὐτοῖς ἐκ τῶν ἔμπροσθεν ἐκλάμψαι, τὴν δὲ θάλασσαν πάλιν τὴν ὁδὸν ἐπικλύσαι· τοὺς δὲ Αἰγυπτίους ὑπό τε τοῦ πυρὸς καὶ τῆς πλημμυρίδος πάντας διαφθαρῆναι· τοὺς δὲ Ἰουδαίους διαφυγόντας τὸν κίνδυνον τεσσαράκοντα ἴτη ἐν τῇ ἐρήμῳ διατρῖψαι, βρέχοντος αὐτοῖς τοῦ θεοῦ κρίμνον ὅμοιον ἐλύμῳ, χιόνι παραπλήσιον τὴν χρόαν. γεγονέναι δέ φησι τὸν Μώϋσον μακρὸν, πυρρακῆ, πολιὸν, κομήτην, ἀξιωματικόν. ταῦτα δὲ πρᾶξαι περὶ ἔτη ὄντα ὀγδοήκοντα ἐννέα.”

“ Περὶ δὲ τοῦ τὸν Μώϋσον ἐκτεθῆναι ὑπὸ τῆς μητρὸς εἰς τὸ ἕλος καὶ ὑπὸ τῆς τοῦ βασιλέως θυγατρὸς ἀναιρεθῆναι καὶ τραφῆναι ἱστορεῖ καὶ Ἐζεκιῆλος ὁ τῶν τραγῳδιῶν ποιητὴς, ἄνωθεν ἀναλαβὼν τὴν ἱστορίαν ἀπὸ τῶν σὺν Ἰακὼβ παραγενομένων εἰς Αἴγυπτον πρὸς Ἰωσήφ. λέγει δὲ οὕτως, τὸν Μώϋσον παρεισάγων λέγοντα

  • ἀφ’ οὗ δ’ Ἰακὼβ γῆν λιπὼν Χαναναίαν
  • κατῆλθ’ ἔχων Αἴγυπτον ἑπτάκις δέκα
  • ψυχὰς σὺν αὐτῷ, κἀπεγέννησεν πολὺν
  • λαὸν κακῶς πράσσοντα καὶ τεθλιμμένον,
  • ἐς ἄχρι τοῦτον τὸν χρόνον κακούμενον
  • κακῶν ὐπ’ ἀνδρῶν καὶ δυναστείας χερός.
  • ἰδὼν γὰρ ἡμῶν γένναν ἅλις ηὐξημένην
  • δόλον καθ’ ἡμῶν πολὺν ἐμηχανήσατο
  • βασιλεὺς Φαραὼ, τοὺς μὲν ἐν πλινθεύμασιν
  • οἰκοδομίας τε βάρεσιν αἰκίζων βροτοὺς,
  • πόλεις τ’ ἐπύργου, σφῶν ἕκατι δυσμόρων.
  • ἔπειτα κηρύσσει μὲν Ἑβραίων γένει
  • τἀρσενικὰ ῥίπτειν ποταμὸν ἐς βαθύρροον.
  • ἐνταῦθα μήτηρ ἡ τεκοῦσ’ ἔκρυπτέ με
  • τρεῖς μῆνας, ὡς ἔφασκεν. οὐ λαθοῦσα δὲ
  • v.1.p.506
  • ὑπεξέθηκε, κόσμον ἀμφιθεῖσά μοι,
  • παρ’ ἄκρα ποταμοῦ, λάσιον, εἰς ἕλος δασύ.
  • Μαριὰμ δ’ ἀδελφή μου κατώπτευεν πέλας·
  • κἄπειτα θυγάτηρ βασιλέως ἅβραις ὁμοῦ
  • κατῆλθε λουτροῖς χρῶτα φαιδρῦναι νέον·
  • ἰδοῦσα δ’ εὐθὺς καὶ λαβοῦσ’ ἀνείλετο,
  • ἔγνω δ’ Ἑβραῖον ὄντα· καὶ λέγει τάδε
  • Μαριὰμ ἀδελφὴ προσδραμοῦσα βασιλίδι,
  • ‘θέλεις τροφόν σοι παιδὶ τῷδ’ εὕρω ταχὺ
  • ἐκ Ἑβραίων;' ἡ δ’ ἐπέσπευσεν κόρην·
  • μολοῦσα δ’ εἶπε μητρὶ, καὶ παρῆν ταχὺ
  • αὐτή τε μήτηρ κἄλαβέν μ’ ἐς ἀγκάλας.
  • εἶπεν δὲ θυγάτηρ βασιλέως ‘τοῦτον, γύναι,
  • τρόφευε, κἀγὼ μισθὸν ἀποδώσω σέθεν.
  • ὄνομα δὲ Μωσῆν ὠνόμαζε, τοῦ χάριν
  • ὑγρὰς ἀνεῖλε ποταμίας ἀπ’ ᾐόνος.
  • τούτοις μεθ’ ἕτερα ἐπιλέγει καὶ περὶ τούτων ὁ Ἐζεκιῆλος ἐν τῇ τραγῳδίᾳ, τὸν Μωυσῆν παρεισάγων λέγοντα
  • ἐΝὶ δὲ καιρὸς νηπίων παρῆλθέ μοι,
  • ἦγέν με μήτηρ βασιλίδος πρὸς δώματα,
  • ἅπαντα μυθεύσασα, καὶ λέξασά μοι
  • γένος πατρῷον καὶ θεοῦ δωρήματα.
  • ἕως μὲν οὖν τὸν παιδὸς εἴχομεν χρόνον,
  • τροφαῖσι βασιλικαῖσι καὶ παιδεύμασιν
  • ἅπανθ’ ὑπισχνεῖθ', ὡς ἀπὸ σπλάγχνων ἑῶν·
  • ἐπεὶ δὲ πλήρης κόλπος ἡμερῶν παρῆν,
  • ἐξῆλθον οἴκων βασιλικῶν, πρὸς ἔργα γὰρ
  • θυμός μ’ ἄνωγε καὶ τέχνασμα βασιλέως·)
  • ὁρῶ δὲ πρῶτον ἄνδρας ἐν χειρῶν νόμῳ,
  • τὸν μὲν γεγῶθ' Ἑβραῖον, ὃν δ’ Αἰγύπτιον.
  • ἰδὼν δ’ ἐρήμους καὶ παρόντα μηδένα
  • ἐρρυσάμην ἀδελφὸν, ὃν δ’ ἔκτειν’ ἐγὼ,
  • ἔκρυψα δ’ ἄμμῳ τοῦτον, ὥστε μὴ εἰσιδεῖν
  • ἕτερόν τιν’ ἡμὰς κἀπογυμνῶσαι φόνον.
  • τῇ ’παύριον δὲ πάλιν ἰδὼν ἄνδρας δύο,
  • μάλιστα δ’ αὐτοὺς συγγενεῖς, πατουμένους,
  • v.1.p.507
  • λέγω ῾τί τύπτεις ἀσθενέστερον σέθεν;᾿
  • ὁ δ᾿ εἶπεν ῾ἡμῖν τίς σ᾿ ἀπέστειλεν κριτὴν,
  • ἢ᾿πιστάτην ἐνταῦθα; μὴ κτενεῖς σύ με,
  • ὥσπερ τὸν ἐχθὲς ἄνδρα; ῾καὶ δείσας ἐγὼ
  • ἔλεξα ῾πῶς ἐγένετο συμφανὲς τόδε;᾿
  • καὶ πάντα βασιλεῖ ταῦτ᾿ ἀπήγγειλεν ταχύ·
  • ζητεῖ δὲ Φαραὼ τὴν ἐμὴν ψυχὴν λαβεῖν·
  • ἐγὼ δ᾿ ἀκούσας ἐκποδὼν μεθίσταμαι,
  • καὶ νῦν πλανῶμαι γῆν ἐπ᾿ ἀλλοτέρμονα.
  • εἶτα περὶ τῶν τοῦ ῾Ραγουὴλ θυγατέρων οὕτως ἐπιβάλλει,
  • ὁρῶ δὲ ταύτας ἑπτὰ παρθένους τινάς.
  • ἐρωτήσαντός τε αὐτὰς τίνες εἴησαν αἱ παρθένοι φησὶν ἡ Σεπφώρα
  • Λιβύη μὲν ἡ γῆ πᾶσα κλῄζεται, ξένε,
  • οἰκοῦσι δ᾿ αὐτὴν φῦλα παντοίων γενῶν,
  • Αἰθίοπες ἄνδρες μέλανες· ἄρχων δ᾿ ἐστὶ γῆς
  • εἷς καὶ τύραννος καὶ στρατηλάτης μόνος.
  • ἄρχει δὲ πόλεως τῆσδε καὶ κρίνει βροτοὺς
  • ἱερεὺς, ὅς ἐστ᾿ ἐμοῦ τε καὶ τούτων πατήρ.
  • εἶτα περὶ τοῦ ποτισμοῦ τῶν θρεμμάτων διελθὼν περὶ τοῦ τῆς Σεπφώρας ἐπιβάλλει γάμου, δι᾿ ἀμοιβαίων παρεισάγων τόν τε Χοὺμ καὶ τὴν Σεπφώραν λέγοντας,
  • Σ. ὅμως κατειπεῖν χρή σε, Σεπφώρα, τάδε.
  • Χ. ξένῳ πατήρ με τῷδ᾿ ἔδωκεν εὐνέτιν.”