Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Εὐπόλεμος δέ φησιν ἔν τινι περὶ τῆς Ἠλίου προφητείας Μωσῆν προφητεῦσαι ἔτη μ’ · εἶτα Ἰησοῦν, τὸν τοῦ Ναυῆ υἱὸν, ἔτη λ· βιῶσαι δ’ αὐτὸνἐ̓τη ι πρὸς τοῖς ρ, πῆξαί τε τὴν ἱερὰν σκηνὴν ἐν Σηλοῖ.

μετὰ δὲ ταῦτα προφήτην γενέσθαι Σαμουήλ. εἶτα τῇ τοῦ θεοῦ βουλήσει ὑπὸ Σαμουὴλ Σαοῦλον βασιλέα αἴρεθῆναι, ἄρξαντα δὲ ἔτη κα τελευτῆσαι.

εἶτα Δαβὶδ τὸν τούτου υἱὸν δυναστεῦσαι, ὃν καταστρέψασθαι Σύρους, τοὺς παρὰ τὸν Εὐφράτην οἰκοῦντας ποταμὸν, καὶ τὴν Κομμαγηνὴν καὶ τοὺς ἐν Γαλαδηνῇ Ἀσσυρίους καὶ Φοίνικας. στρατεῦσαι δ’ αὐτὸν καὶ ἐπὶ Ἰδουμαίους καὶ Ἀμμανίτας καὶ Μωαβίτας καὶ Ἰτουραίους καὶ Ναβαταίους καὶ Ναβδαίους.

αὖθις δὲ ἐπιστρατεῦσαι ἐπὶ Σούρωνα βασιλέα Τυροῦ καὶ Φοινίκης, οὓς καὶ ἀναγκάσαι φόρους Ἰουδαίοις ὑποτελεῖν· πρός τε Οὐαφρῆν τὸν Αἰγυπτίων βασιλέα φιλίαν συνθέσθαι.

βουλόμενόν τε τὸν Δαβὶδ οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ ἀξιοῦν τὸν θεὸν τόπον αὐτῷ δείξαι τοῦ θυσιαστηρίου· ἔνθα δὴ ἄγγελον αὐτῷ ὀφθῆναι ἑστῶτα ἐπάνω τοῦ τόπου, οὗ τὸν βωμὸν ἱδρῦσθαι ἐν Ἱεροσολύμοις , καὶ κελεύειν αὐτὸν μὴ

v.1.p.516
ἱδρῦσθαι τὸ ἱερὸν, διὰ τὸ αἵματι ἀνθρωπίνῳ πεφύρθαι καὶ πολλὰ ἔτη πεπολεμηκέναι.

εἶναι δ’ αὐτῷ ὄνομα Διαναθάν · προστάξαι τε αὐτῷ τοῦτον ὅπως τῷ υἱῷ ἐπιτρέψῃ τὴν οἰκοδομίαν· αὐτὸν δὲ εὐτρεπίζειν τὰ πρὸς τὴν κατασκευὴν ἀνήκοντα, χρυσίον, ἀργύριον, χαλκὸν, λίθους, ξύλα κυπαρίσσινα καὶ κέδρινα.

ἀκούσαντα δὲ τὸν Δαβὶδ πλοῖα ναυπηγήσασθαι έν Ἀϊλάνοις πόλει τῆς Ἀραβίας , καὶ πέμψαι μεταλλευτὰς εἰς τὴν Οὐρφῆ νῆσον , κειμένην ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ , μέταλλα χρυσικὰ ἔχουσαν ’ καὶ τὸ χρυσίον ἐκεῖθεν μετακομίσαι τοὺς μεταλλευτὰς εἰς τὴν Ἰουδαίαν.

βασιλεύσαντα δὲ τὸν Δαβὶδ ἔτη μ’ Σολομῶνι τῷ υἱῷ τὴν ἀρχὴν παραδοῦναι, ὄντι ἐτῶν ιβ, ἐνώπιον Ἠλεὶ τοῦ ἀρχιερέως καὶ τῶν ιβ φυλάρχων , καὶ παραδοῦναι αὐτῷ τόν τε χρυσὸν καὶ ἄργυρον καὶ χαλκὸν καὶ λίθον καὶ ξύλα κυπαρίσσινα καὶ κέδρινα. καὶ αὐτὸν μὲν τελευτῆσαι, Σολομῶνα δὲ βασιλεύειν, καὶ γράψαι πρὸς Οὐαφρῆν τὸν Αἰγύπτου βασιλέα τὴν ὑπογεγραμμένην ἐπιστολήν.”

“ Βασιλεὺς Σολομῶν Οὐαφρῇ βασιλεῖ Αἰγύπτου φίλῳ πατρικῷ χαίρειν.

Γίνοωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ Δαβὶδ τοῦ πατρὸς διὰ τοῦ θεοῦ τοῦ μεγίστου, καὶ ἐπῖτεταχότος b μοι οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν· ἅμα δέ σοι γράψαι ἀποστεῖλαί μοι τῶν παρὰ σοῦ λαῶν, οἱ παραστήσονταί μοι μέχρι τοῦ ἐπιτελέσαι πάντα κατὰ τὴν χρείαν, καθότι ἐπιτέτακται.”

v.1.p.517

“ Βασιλεὺς Οὐαφρῆς Σολομῶνι βασιλεῖ μεγάλῳ χαίρειν.

Αμα τῷ ἀναγνῶναι τὴν παρὰ σοῦ ἐπιστολὴν σφόδρα δρᾶ ἐχάρην, καὶ λαμπρὰν ἡμέραν ἤγαγον ἐγώ τε καὶ ἡ δύναμίς μου πᾶσα ἐπὶ τῷ παρειληφέναι σε τὴν βασιλείαν παρὰ χρηστοῦ ἀνδρὸς καὶ δεδοκιμασμένου ὑπὸ τηλικούτου θεοῦ. περὶ δὲ ὣν γράφεις μοι περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ’ ἡμῖν, ἀπέσταλκά σοι μυριάδας ὀκτὼ, ὧν καὶ τὰ πλήθη ἐξ ὧν εἰσι διασεσάφηκά σοι· ἐκ μὲν τοῦ Σεβριθίτου νομοῦ μυρίους, ἐκ δὲ τοῦ Μενδησίου καὶ Σεβεννύτου δισμυρίους· Βουσιρίτου, Λεοντοπολίτου καὶ Ἀθριβίτου ἀνὰ μυρίους. φρόντισον δὲ καὶ τὰ δέοντα αὐτοῖς καὶ τὰ ἄλλα, ὅπως εὐτακτῇ, καὶ ἔνα ἀποκατασταθῶσιν εἰς τὴν ἰδίαν, ὡς ἂν ἀπὸ τῆς χρείας γενόμενοι.

‘‘Βασιλεὺς Σολομῶν Σούρωνι τῷ βασιλεῖ Τυροῦ καὶ Σιδῶνος καὶ Φοινίκης φίλῳ πατρικῷ χαίρειν.

Γίνωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ Δαβὶδ τοῦ πατρὸς, διὰ τοῦ θεοῦ τοῦ μεγίστου, καὶ ἐπιτεταχότος μοι οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν , ἅμα δὲ καὶ σοὶ γράψαι ἀποστεῖλαί μοι τῶν παρὰ σοῦ λαῶν, οἳ συμπαραστήσονται ἡμῖν μέχρι τοῦ ἐπιτελέσαι τὴν τοῦ θεοῦ χρείαν, καθότι μοι ἐπιτέτακται. γέγραφα δὲ καὶ εἰς τὴν Γαλιλαίαν καὶ Σαμαρεῖτιν καὶ Μωαβῖτιν καὶ Ἀμμανῖτιν καὶ Γαλαδῖτιν χορηγεῖσθαι αὐτοῖς τὰ δέοντα ἐκ τῆς χώρας κατὰ μῆνα, κόρους σίτου μυρίους· ὁ δὲ κόρος ἐστὶν ἀρταβῶν ἴξ· καὶ οἴνου κόρους μυρίους· ὁ δὲ κόρος τοῦ οἴνου ἐστὶ μέτρα δέκα. τὸ δὲ ἔλαιον καὶ

v.1.p.518
τὰ ἄλλα χορηγηθήσεται αὐτοῖς ἐκ τῆς Ἰουδαίας, ἱερεῖα δὲ εἰς κρεοφαγίαν ἐκ τῆς Ἀραβίας.’

“ Σούρων Σολομῶνι βασιλεῖ μεγάλῳ χαίρειν.

Εὐλογητὸς ὁ θεὸς, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν, ὃς εἴλετο ἄνθρωπον χρηστὸν ἐκ χρηστοῦ ἀνδρός. ἅμα τῷ ἀναγνῶναι τὴν παρὰ σοῦ ἐπιστολὴν σφόδρα ἐχάρην, καὶ εὐλόγησα τὸν θεὸν ἐπὶ τῷ παρειληφέναι σὲ τὴν βασιλείαν.

περὶ δὲ ὧν γράφεις μοι περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ’ ἡμῖν ἀπέσταλκά σοι Τυρίων καὶ Φοινίκων ὀκτακισμυρίους, καὶ ἀρχιτέκτονά σοι ἀπέσταλκα ἄνθρωπον Τύριον, ἐκ μητρὸς Ἰουδαίας, ἐκ τῆς φυλῆς τῆς Δαβίδ. ὑπὲρ ὧν ἂν αὐτὸν ἐρωτήσῃς τῶν ὑπὸ τὸν οὐρανὸν πάντων, καὶ ἀρχιτεκτονίαν , ὑφηγήσεταί σοι καὶ ποιήσει.

περὶ δὲ τῶν δεόντων καἰ ἀποστελλομένων σοι παίδων καλῶς ποιήσεις ἐπιστείλας τοῖς κατὰ τόπον ἐπάρχοις, ὅπως χορηγῆται τὰ δέοντα.’’

’’ Διελθὼν δὲ Σολομῶν, ἔχων τοὺς πατρικοὺς φίλους ἐπὶ τὸ ὄρος τὸ τοῦ Λιβάνου μετὰ τῶν Σιδωνίων καὶ Τυρίων, μετήνεγκε τὰ ξύλα τὰ προκεκομμένα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διὰ τῆς θαλάττης εἰς Ἰόππην, ἐκεῖθεν δὲ πεζῇ εἰς Ἱεροσόλυμα. καὶ ἄρξασθαι οἰκοδομεῖν τὸ ἱερὸν τοῦ θεοῦ, ὄντα ἐτῶν ιγ· ἐργάζεσθαι δὲ τὰ ἔθνη τὰ προειρημένα , καὶ φυλὰς ιβ τῶν Ἰουδαίων παρέχειν ταῖς ἑκκαίδεκα μυριάσι τὰ δέοντα πάντα, κατὰ μῆνα φυλὴν μίαν, θεμελιῶσαί τε τὸν ναὸν τοῦ θεοῦ, μῆκος πηχῶν ’ξ, πλάτος πηχῶν ’ξ, τὸ δὲ πλάτος τῆς οἰκοδομῆς καὶ τῶν θεμελίων πηχῶνι· οὕτω γὰρ αὐτῷ προστάξαι Νάθαν τὸν προφήτην τοῦ θεοῦ.

οἰκοδομεῖν δὲ ἐναλλὰξ δόμον λίθινον καὶ

v.1.p.519
ἔνδεσμον κυπαρίσσινον , πελεκίνοις χαλκοῖς ταλαντιαίοις καταλαμβάνοντας τοὺς β δόμους. οὕτω δ’ αὐτὸν οἰκοδομήσαντα ξυλῶσαι ἔξωθεν κεδρίνοις ξύλοις καὶ κυπαρισσίνοις, ὥστε τὴν λιθίνην οἰκοδομὴν μὴ φαίνεσθαι · χρυσῶσαί τε τὸν ναὸν ἔσωθεν χωννύντα πλινθία χρυσᾶ πενταπήχη, καὶ προστιθέναι προσηλοῦντα ἥλοις ἀργυροῖς, ταλαντιαίοις τὴν ὁλκὴν, μαστοειδέσι τὸν ῥυθμὸν , τέσσαρσι δὲ τὸν ἀριθμόν.