Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Τὰ δὲ Σίκιμά φησι Θεόδοτος ἐν τῷ περὶ Ἰουδαίων ἀπὸ Σικιμίου τοῦ Ἑρμοῦ λαβεῖν τὴν ὀνομασίαν· τοῦτον γὰρ καὶ κτίσαι τὴν πόλιν· κεῖσθαι δ᾿ αὐτήν φησιν ἐν τῇ περὶ Ἰουδαίων οὕτως,

  • ἡ δ᾿ ἄρ᾿ ἔην ἀγαθή τε καὶ αἰγινόμος καὶ ὑδρηλὴ,
  • οὐδὲ μὲν ἔσκεν ὁδὸς δολιχὴ πόλιν εἰσαφικέσθαι
  • ἀγρόθεν· οὐδέ ποτε δρία λαχνήεντα πονεῦσιν.
  • ἐξ αὐτῆς δὲ μάλ᾿ ἄγχι δύ᾿ οὔρεα φαίνετ᾿ ἐρυμνὰ,
  • ποίης τε πλήθοντα καὶ ὕλης· τῶν δὲ μεσηγὺ
  • ἀτραπιτὸς τέτμηται, ἀραιὴ, [αὐλῶπις·] ἐν δ᾿ ἑτέρωθι
  • ἡδ᾿ ἱερὴ Σικίμων καταφαίνεται, ἱερὸν ἄστυ,
  • νέρθεν ὑπὸ ῥίζῃ δεδμημένον, ἀμφὶ δὲ τεῖχος
  • λισσὸν ὑπώρειαν, ὑπὸ δ᾿ ἔδραμεν αἰπύθεν ἕρκος.
  • ὕστερον δέ φησιν αὐτὴν ὑπὸ Ἑβραίων κατασχε-

    v.1.p.494
    θῆναι, δυναστεύοντος Ἑμμὼρ · τὸν γὰρ Ἑμμὼρ υἱὸν γεννῆσαι Συχέμ. φησὶ δὲ
  • ἐνθένδε, ξένε, ποιμενόθι πόλιν ἤλυθ’ Ἰακὼβ
  • εὐρεῖαν Σικίμων· ἐπὶ δ’ ἀνδράσι τοῖσιν ἔτῃσιν
  • ἀρχὸς Ἐμὼρ σὺν παιδὶ Συχὲμ, μάλ’ ἀτειρέε φῶτε.
  • εἶτα περὶ Ἰακὼβ καὶ τὴν εἰς Μεσοποταμίαν αὐτοῦ παρουσίαν , καὶ τὸν τῶν δύο γυναικῶν γάμον, καὶ τὴν τῶν τέκνων γένεσιν, καὶ τὴν παρουσίαν τὴν ἐκ Μεσοποταμίας ἐπὶ τὰ Σίκιμα,

  • εἰς δ’ Ἰακὼβ Συρίην κτηνοτρόφον ἷκτο, καὶ εὐρὺ
  • ῥεῖθρον Εὐφρήταο λίπεν ποταμοῦ κελάδοντος ·
  • ἤλυθε γὰρ κἀκεῖθι λιπὼν δριμεῖαν ἐνιπὴν
  • αὐτοκασιγνήτοιο ’ πρόφρων ὑπέδεκτο δόμονδε
  • λαβὰν, ὅς οἱ ἔην μὲν ἀνεψιὸς, ἀλλὰ τότ’ οἶος
  • ἤνασσεν Συρίης, νειηγενὲς αἷμα λελογχώς.
  • τῷ δὲ γάμον κούρης μὲν ὑπέσχετο καὶ κατένευσεν
  • ὁπλοτάτης · οὐ μὴν τελέθειν ἐπεμαίετο πάμπαν,
  • ἀλλὰ δόλον τολύπευσε, καὶ εἰς λέχος ἀνέρι πέμπε
  • Λείαν, ἥ οἱ ἔην προγενεστέρη. οὐδέ μιν ἔμπης
  • ἔλλαθεν, ἀλλ’ ἐνόησε κακορραφίην, καὶ ἔδεκτο
  • παῖδ’ ἑτέρην, ἀμφοῖν δ’ ἐμίγη σὺν ὁμαίμοσιν ᾗσι.
  • τῷ δ’ υἱεῖς ἐγένοντο νόῳ πεπνυμένοι αἰνῶς
  • ἕνδεκα, καὶ κούρη Δεῖνα περικαλλὲς ἔχουσα
  • εἶδος, ἐπίτρεπτον δὲ δέμας καὶ ἀμύμονα θυμόν.
  • ἀπὸ δὲ τοῦ Εὐφράτου φησὶ τὸν Ἰακὼβ ἐλθεῖν εἰς τὰ Σίκιμα πρὸς Ἑμμὼρ · τὸν δ’ ὑποδέξασθαι αὐτὸν, καὶ μέρος τι τῆς χώραις δοῦναι. καὶ αὐτὸν μὲν τὸν Ἰαχώβ γεωμορεῖν, τοὺς δὲ υἱοὺς αὐτοῦ ἕνδεκα τὸν ἀριθμὸν ὄντας ποιμαίνειν, τὴν δὲ θυγατέρα Δείναν καὶ τὰς γυναῖκας ἐριουργεῖν · καὶ τὴν Δεῖναν παρθένον θένον οὖσαν εἰς τὰ Σίκιμα ἐλθεῖν πανηγύρεως οὔσης βουλομένην θεάσασθαι τὴν πόλιν· Συχὲμ δὲ τὸν τοῦ Ἑμμὼρ υἱὸν ἰδόντα ἐρασθῆναι αὐτῆς, καὶ ἁρπάσαντα ὡς ἑαυτὸν διακομίσαι καὶ φθεῖραι αὐτήν.

    v.1.p.495

    αὖθις δὲ σὺν τῷ πατρὶ ἐλθόντα πρὸς τὸν Ἰακὼβ αἰτεῖν αὐτὴν πρὸς γάμου κοινωνίαν · τὸν δὲ οὐ φάναι δώσειν, πρὶν ἂν ἢ πάντας τοὺς οἰκοῦντας τὰ Σίκιμα περιτεμνομένους Ἰουδαίσαι· τὸν δὲ Ἑμμὼρ φάναι πείσειν αὐτούς. φησὶ δὲ περὶ τοῦ δεῖν περιτέμνεσθαι τέμνεσθαι αὐτοὺς ὁ Ἰακὼβ

  • οὐ γὰρ δὴ θεμιτόν γε τόδ’ Ἑβραίοισι τέτυκται,
  • γαμβροὺς ἄλλοθεν εἴς γε νυοὺς ἀγέμεν ποτὶ δῶμα,
  • ἀλλ’ ὅστις γενεῆς ἐξεύχεται εἶναι ὁμοίης.
  • εἶτα ὑποβὰς περὶ τῆς περιτομῆς,

  • ὅς ποθ’ ἑῆς πάτρης ἐξήγαγε δῖον Ἀβραὰμ,
  • αὐτὸς ἀπ’ οὐρανόθεν κέλετ’ ἀνέρα παντὶ σὺν οἴκῳ
  • σάρκ’ ἀποσυλῆσαι πόσθης ἄπο, καί ῥ’ ἐτέλεσσεν·
  • ἀστεμφὲς δὲ τέτυκται, ἐπεὶ θεὸς αὐτὸς ἔειπε.
  • ποσευθέτος πορευθέντος οὖν εἰς τὴν πόλιν τοῦ Ἑμμὼρ καὶ τοὺς ὑποτασσομένους παρακαλοῦντος περιτέμνεσθαι, ἔνα τῶν Ἰακὼβ υἱῶν τὸ ὄνομα Συμεῶνα διαγνῶναι τόν τε Ἑμμὼρ καὶ τὸν Συχὲμ ἀνελεῖν, τὴν ὕβριν τῆς ἀδελφῆς μὴ βουληθέντα πολιτικῶς ἐνεγκεῖν· ταῦτα δὲ διαγνόντα Λευὶν τῷ ἀδελφῷ κοινώσασθαι · λαβόντα δ’ αὐτὸν συγκάταινον ἐπὶ τὴν πρᾶξιν παρορμῆσαιμ λόγιον προφερόμενον τὸν θεὸν ἀνελεῖν φάμενον τοῖς Ἀβραὰμ ἀπογόνοις δέκα ἔθνη δώσειν.

    φησὶ δὲ οὕτως ὁ Συμεὼν πρὸς τὸν Λευὶν

  • εὑ γὰρ ἐγὼ μῦθόν γε πεπυσμένος εἰμὶ θεοῖο·
  • δώσειν γάρ ποτ’ ἔφησε δέκ’ ἔθνεα παισὶν Ἀβραάμ.
  • τὸν δὲ θεὸν αὐτοῖς τοῦτον τὸν νοῦν ἐμβαλεῖν, διὰ τὸ τοὺς ἐν Σικίμοις ἀσεβεῖς εἶναι. φησὶ δέ
  • βλάπτε θεὸς Σικίμων οἰκήτορας, οὐ γὰρ ἔτιον
  • εἰς αὐτοὺς ὅστις κε μόλῃ κακὸς, οὐδὲ μὲν ἐσθλός·
  • οὐδὲ δίκας ἐδίκαζον ἀνὰ πτόλιν οὐδὲ θέμιστας ·
  • λοίγια δ’ ὠρώρει τοῖσιν μεμελημένα ἔργα.
  • τὸν οὖν Λευὶν καὶ τὸν Συμεῶνα εἰς τὴν πόλιν

    v.1.p.496
    καθωπλισμένους ἐλθεῖν, καὶ πρῶτα μὲν τοὺς ἐντ’ χάνοντας ἀναιρεῖν, ἔπειτα δὲ καὶ τὸν Ἐμμὼρ καὶ τὸν Συχὲμ φονεῦσαι.

    λέγει δὲ περὶ τῆς ἀναιρέσεως ἀυτῶν οὕτως

  • ὡς τότε δὴ Συμεὼν μὲν μὼρ ὤρουσεν ἐπ’ αὐτὸν,
  • πλῆξέ τέ οἱ κεφαλὴν, δειρὴν δ’ ἕλεν ἐν χερὶ λαιῇ,
  • λεῖψε δ’ ἔτι σπαίρουσαν, ἐπεὶ πόνος ἄλλος ὀρώρει.
  • τόφρα δὲ καὶ Λευἰν μένος ἄσχετος ἔλλαβε χαίτης
  • γούνων ἁπτόμενον Συχὲμ, ἄσπετα μαργήναντα.
  • ἤλασε δὲ κληῖδα μέσην· δῦ δὲ ξίφος ὀξὺ
  • σπλάγχνα διὰ στέρνων, λίπε δὲ ψυχὴ δέμας εὐθύς.
  • πυθομένους δὲ καὶ τοὺς ἑτέρους ἀδελφοὺς τὴν πρᾶξιν αὐτῶν ἐπιβοηθῆσαι, καὶ τὴν πόλιν ἐκπορθῆσαι, καὶ τὴν ἀδελφὴν ἀναρρυσαμένους μετὰ τῶν αἰχμαλώτων εἰς τὴν πατρῴαν ἔπαυλιν διακομίσαι.·’