Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

παροικῆσαι δὲ Ἰσραὴλ παρὰ Ἑμμὼρ ἔτη δέκα, καὶ φθαρῆναι τὴν Ἰσραὴλ θυγατέρα Δεῖναν ὑπὸ Συχὲμ τοῦ Ἐμμὼρ υἱοῦ, ἐτῶν οὖσαν δεκαὲξ μηνῶν τεσσάρων. ἐξαλλομένους δὲ τοὺς Ἰσραὴλ υἱοὺς , Συμεῶνα μὲν ὄντα ἐτῶν εἴκοσι ἑνὸς μηνῶν τεσσάρων , Λευὶν δὲ ἐτῶν εἴκοσι μηνῶν ἕξ, ἀποκτεῖναι τόν τε Ἑμμὼρ καὶ Συχὲμ τὸν υἱὸν αὐτοῦ καὶ πάντας τοὺς ἄρσενας διὰ τὴν Δεῖνας φθοράν· Ἰακὼβ δὲ τότε εἶναι ἐτῶν ἑκατὸν ἑπτά.

ἐλθόντα δ’ οὖν αὐτὸν εἰς Λουζὰ τῆς Βαιθὴλ, φάναι τὸν θεὸν μηκέτι Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ὀνομάζεσθαι. ἐκεῖθεν δὲ ἐλθεῖν εἰς Χαφραθὰ, ἔνθεν παραγενέσθαι εἰςἘφραθὰ, ἣν εἶναι Βηθλεὲμ, καὶ γεννῆσαι αὐτὸν ἐκεῖ Βενιαμὶν , καὶ τελευτήσαι Ῥαχὴλ , τεκοῦσαν τὸν Βενιαμὶν, συμβιῶσαι δ’ αὐτῇ τὸνἸακὼβ ἔτη εἴκοσι τρία.

αὐτόθεν δὲ ἐλθεῖν τὸν Ἰακὼβ εἰς Μαμβρὶ τῆς Χεβρὼν πρὸς Ἰσαὰκ τὸν πατέρα. εἶναι δὲ τότε Ἰωσὴφ ἐτῶν δεκαεπτὰ, καὶ πραθῆναι αὐτὸν εἰς Αἴγυπτον, καὶ ἐν τῷ δεσμωτηρίῳ μεῖναι ἔτη δεκατρία, ὥστ’ εἶναι αὐτὸν ἐτῶν τριάκοντα , Ἰακὼβ δὲ ἐτῶν ἑκατὸν δέκα, ἐν ᾧ καὶ τελευτῆσαι τὸν Ἰσαὰκ ἔτει ἑνὶ ἔμπροσθεν, ἐτῶν ὄντα ἑκατὸν ὀγδοήκοντα.

κρίναντα δὲ τῷ βασιλεῖ τὸν Ἰωσὴφ τὰ ἐνύπνια ἄρξαι Αἰγύπτου ἔτη ἑπτὰ , ἐν οἷς καὶ συνοικῆσαι Ἀσενὲθ, Πεντεφρὴ τοῦ Ἡλιουπόλεως ἱερέως θυγατρὶ , καὶ γεννῆσαι Μανασσῆν καὶ Ἐφραΐμ· καὶ τοῦ λιμοῦ ἐπιγενέσθαι ἔτη β’.

τὸν δὲ Ἰωσὴφ ἔτη ἐννέα εὐτυχήσαντα πρὸς τὸν πατέρα μὴ πέμψαι, διὰ τὸ ποιμένα αὐτόν τε καὶ τοὺς ἀδελφοὺς εἶναι· ἐπονείσιστον δὲ Αἰγυπτίοις εἶναι τὸ ποιμαίνειν· ὅτι δὲ διὰ τοῦτο οὐκ ἔπεμψεν αὐτὸν δεδηλωκέναι. ἐλθόντων γὰρ αὐτοῦ τῶν συγγενῶν φάναι αὐτοῖς, ἐὰν

v.1.p.492
κληθῶσιν ὑπὸ τοῦ βασιλέως καὶ ἐρωτῶνται τί διαπράσσονται, λέγειν κτηνοτρόφους αὐτοὺς εἶναι.

διαπορεῖσθαι δὲ διὰ τί ποτε ὁ Ἰωσὴφ Βενιαμὶν ἐπὶ τοῦ ἀρίστου πενταπλασίονα μερίδα ἔδωκε, μὴ δυναμένου αὐτοῦ τοσαῦτα καταναλῶσαι κρέα. τοῦτο οὖν αὐτὸν πεποιηκέναι διὰ τὸ ἐκ τῆς Λείας τῴ πατρὶ αὐτοῦ γεγονέναι υἱοὺς ἑπτὰ, ἐκ Ῥαχὴλ τῆς μητρὸς αὐτοῦ δύο· διὰ τοῦτο τῷ Βενιαμὶν πέντε μερίδας παραθεῖναι , καὶ αὐτὸν λαβεῖν δύο· γενέσθαι οὖν ἑπτὰ, ὅσας καὶ τοὺς ἐκ τῆς Λείας υἱοὺς λαβεῖν.

ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ τὰς στολὰς δοῦναι ἑκάστῳ διπλᾶς, τῷ δὲ Βενιαμὶν πέντε καὶ τριακοσίους χρυσοῦς καὶ τῷ πατρὶ δὲ ἀποστεῖλαι κατὰ ταὐτὰ, ὥστε τὸν οἶκον αὐτοῦ τῆς μητρὸς εἶναι ἴσον.

οἰκῆσαι δὲ αὐτοὺς ἐν γῇ Χαναὰν, ἀφ’ οὗ ἐκλεγῆναι Ἀβραὰμ ἐκ τῶν ἐθνῶν καὶ μετελθεῖν εἰς Χαναὰν, Ἀβραὰμ ἐτῶν εἴκοσι πέντε, Ἰσαὰκ ἐτῶν ἑξήκοντα, Ἰακὼβ ἐτῶν ἑκατὸν τριάκοντα, γίνεσθαι τὰ πάντα ἔτη ἐν γῇ Χαναὰν σιέ.

καὶ τῷ τρίτῳ ἔτει λιμοῦ οὔσης ἐν Αἰγύπτῳ ἐλθεῖν εἰς Αἴγυπτον τὸν Ἰακὼβ, ὄντα ἐτῶν ἑκατὸν τριάκοντα, Ῥουβὶν ἐτῶν μέ , Συμεῶνα ἐτῶν μδ', Λευὶν ἐτῶν μγ', Ἰούδαν ἐτῶν μβ' μηνῶν τριῶν, Ἀσὴρ ἐτῶν μ’ μηνῶν ὀκτὼ, Νεφθαλεὶμ ἐτῶν μὰ μηνῶν ’ς, Γὰδ ἐτῶν μὰ μηνῶν γ’, Ζαβουλὼν ἐτῶν μ’, Δεῖναν ἐτῶν ’λθ’, Βενιαμὶν ἐτῶν κη.

τὸν δὲ Ἰωσήφ φησι γενέσθαι ἐν Αἰγύπτῳ ἔτη ’λθ’. εἶναι δὲ ἀπὸ τοῦ Ἀδὰμ ἴως τοῦ εἰσελθεῖν εἰς Αἴγυπτον τοὺς τοῦ Ἰωσὴφ συγγενεῖς ἔτη ιγχκδ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἴως τῆς Ἰακὼβ παρουσίας εἰς Αἴγυπτον ἴτη ἔτη ’ ἀφ’ οὗ δὲ ἐκλεγῆναι γῆναι Ἀβραὰμ ἐκ τῶν ἐθνῶν καὶ ἐλθεῖν ἐκ Χαρρὰν εἰς Χαναὰν ἕως εἰς Αἴγυπτον τοὺς περὶ Ἰακὼβ ἐλθεῖν

v.1.p.493
ἔτη σιέ.

Ἰακὼβ δὲ ἐκ Χαρρὰν πρὸς Λάβαν ἐλθεῖν, ἐτῶν ὄντα π᾿, καὶ γεννῆσαι Λευίν· Λευὶν δὲ ἐν Αἰγύπτῳ ἐπιγενέσθαι ἔτη ιζ΄, ἀφ᾿ οὗ ἐκ Χαναὰν αὐτὸν ἐλθεῖν εἰς Αἴγυπτον, ὥστε εἶναι αὐτὸν ἐτῶν ξ΄, καὶ γεννῆσαι Κλάθ· τῷ αὐτῷ δὲ ἔτει ᾧ γενέσθαι Κλὰθ, τελευτῆσαι Ἰακὼβ ἐν Αἰγύπτῳ, εὐλογήσαντα τοὺς Ἰωσὴφ υἱοὺς, ὄντα ἐτῶν ρμζ΄, καταλιπόντα Ἰωσὴφ ἐτῶν νϛ΄. Λευὶν δὲ γενόμενον ἐτῶν ρλζ΄ τελευτῆσαι, Κλὰθ δὲ ὄντα ἐτῶν μ΄ γεννῆσαι Ἀμρὰμ, ὃν ἐτῶν εἶναι ιδ΄ ἐν ᾧ τελευτῆσαι Ἰωσὴφ ἐν Αἰγύπτῳ ὄντα ρι΄ ἐτῶν· Κλὰθ δὲ γενόμενον ἐτῶν ἑκατὸν λγ΄ τελευτῆσαι. Ἀμρὰμ λαβεῖν γυναῖκα τὴν τοῦ θείου θυγατέρα Ἰωχαβὲτ, καὶ ὄντα ἐνιαυτῶν οε΄ γεννῆσαι Ἀαρὼν καὶ Μωσῆν· γεννῆσαι δὲ Μωσῆν τὸν Ἀμρὰμ ὄντα ἐτῶν οή, καὶ γενόμενον Ἀμρὰμ ἐτῶν ρλϛ΄ τελευτῆσαι.”

Ταῦτά μοι κείσθω ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Πολυΐστορος γραφής. ἐξῆς δ᾿ ἐπισυνήφθω καὶ τάδε