Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τούτοις καὶ τὰ ἐξῆς περὶ τοῦ Ἰωσὴφ ἐκ τῆς αὐτῆς τοῦ Πολυίστορος γραφῆς ἐπισυνήφθω

“ Ἀρτάπανος δέ φησιν ἐν τῷ περὶ Ἰουδαίων τῷ ἈβραὰμἸωσὴφ ἀπόγονον γενέσθαι, υἱὸν δὲ Ἰακώβου· συνέσει δὲ καὶ φρονήσει παρὰ τοὺς ἄλλους διενεγκόντα ὑπὸ τῶν ἀδελφῶν ἐπιβουλευθῆναι· πσοϊδόμενον δὲ τὴν ἐπισύστασιν δεηθῆναι τῶν ἀστυγειτόνων Ἀράβων εἰς τὴν Αἴγυπτον αὐτὸν διακομίσαι · τοὺς δὲ τὸ ἐντυγχανόμενον ποιῆσαι · εἶναι γὰρ τοὺς τῶν Ἀράβων βασιλεῖς ἀπογόνους Ἰσραὴλ , υἱοὺς τοῦ Ἀβραὰμ, Ἰσαὰκ δὲ ἀδελφούς.

ἐλθόντα δὲ αὐτὸν εἰς τὴν Αἴγυπτον καὶ συσταθέντα τῷ βασιλεῖ διοικητὴν τῆς ὅλης γενέσθαι χώρας. καὶ πρότερον ἀτάκτως τῶν Αἰγυπτίων γεωμορούντων, διὰ τὸ τὴν χώραν ἀδιαίρετον εἶναι καὶ τῶν ἐλασσόνων ὑπὸ τῶν κσεισσόνων σόνων ἀδικουμένων, τοῦτον πρῶτον τήν τε γῆν διελεῖν καὶ ὄροις διασημήνασθαι, καὶ πολλὴν χερσευομένην γεωργήσιμον ἀποτελέσαι, καίτινας τῶν ἀρουρῶν

v.1.p.497
τοῖς ἱερεῦσιν ἀποκληρῶσαι.

τοῦτον δὲ καὶ μέτρα εὑρεῖν, καὶ μεγάλως αὐτὸν ὑπὸ τῶν Αἰγυπτίων διὰ ταῦτα ἀγαπηθῆναι. γῆμαι δ’ αὐτὸν ‘Ηλιουπολίτου ἱερέως Ἀσενὲθ θυγατέρα, ἐξ ἧς γεννῆσαι παῖδας. μετὰ δὲ ταῦτα παραγενέσθαι πρὸς αὐτὸν τόν τε πατέρα καὶ τοὺς ἀδελφοὺς κομίζοντας πολλὴν ὕπαρξιν, καὶ κατοικισθῆναι ἐν τῇ πόλει Καισὰν, καὶ τοὺς Σύρους πλεονάσαι ἐν τῇ Αἰγύπτῳ.

τούτους δέ φησι καὶ τὸ ἐν Ἄθως καὶ τὸ ἐν Ἡλιουπόλει ἱερὸν κατασκευάσαι τοὺς ‘Εσμιούθ ὀνομαζοạένους. μετὰ δὲ ταῦτα τελευτῆσαι τόν τε Ἰωσὴφ καὶ τὸν βασιλέα τῶν Αἰγυπτίων. τὸν οὑν Ἰωσὴφ κρατοῦντα τῆς Αἰγύπτου τὸν ἐτῶν ἑπτὰ σῖτον, γενόμενον κατὰ τὴν φορὰν ἄπλετον, παραθέσθαι , καὶ τῆς Αἰγύπτου δεσπότην γενέσθαι.’

“ Μαρτυρεῖ δὲ ταῖς ἱεραῖς βίβλοις καὶ Φίλων ἐν τῇ ἰδ’ τῶν περὶ Ἱεροσόλυμα, λέγων οὕτως

  • τοῖσιν ἕδος μακαριστὸν ὅλης μέγας ἔκτισεν ἄκτωρ
  • ὕψιστος, καὶ πρόσθεν ἀφ’ Ἀβραάμοιο καὶ Ἰσὰκ,
  • Ἰακὼβ εὐτέκνοιο τόκος Ἰωσὴφ, ὃς ὀνείρων
  • θεσπιστὴς, σκηπτοῦχος ἐν Αἰγύπτοιο θρόνοισι,
  • δινεύσας λαθραῖα χρόνου πλημμυρίδι μοίρης,
  • καὶ τὰ ἑξῆς. ταῦτα καὶ περὶ τοῦ Ἰωσήφ. ”

    “Ἄκουε δὲ οἷα καὶ περὶ τοῦ Ἰὼβ ὁ αὐτὸς ἱστορεῖ·

    Ἀριστέας δέ φησιν ἐν τῷ περὶ Ἰουδαίων τὸν Ἠσαῦ γήμαντα Βασσάραν ἐν Ἐδὼμ γεννῆσαι Ἰὼβ· κατοικεῖν δὲ τοῦτον ἐν τῇ Αὐσίτιδι χώρᾳ, ἐπὶ τοῖς ὅροις τῆς Ἰδουμαίας καὶ Ἀραβίας.

    γενέσθαι δ’ αὐτὸν δίκαιον καὶ πολύκτηνον · κτήσασθαι γὰρ αὐτὸν πρόβατα μὲν ἑπτακισχίλια, καμήλους δὲ τρισχιλίας, ζεύγη βοῶν πεντακόσια, ὄνους θηλείας νομάδας

    v.1.p.498
    πεντακοσίας· εἶχε δὲ καὶ γεωργίας ἱκανάς.

    τοῦτον δὲ τὸν Ἰὼβ πρότερον Ιωβὰβ ὀνομάζεσθαι. πειράξοντα δ’ αὐτὸν τὸν θεὸν ἐμμεῖναι, μεγάλαις δὲ περιβαλεῖν αὐτὸν ἀτυχίαις. πρῶτον μὲν γὰρ αὐτοῦ τούς τε ὄνους καὶ τοὺς βοῦς ὑπὸ λῃστῶν ἀπελαθῆναι , εἶτα τὰ πρόβατα ὑπὸ πυρὸς ἐκ τοῦ οὐρανοῦ πεσόντος κατακαῆναι σὺν τοῖς ποιμέσι· μετ’ οὐ πολὺ δὲ καὶ τὰς καμήλους ὑπὸ λῃστῶν ἀπελαθῆναι· εἶτα τὰ τέκνα αὐτοῦ ἀποθανεῖν , πεσούσης τῆς οἰκίας· αὐθημερὸν δὲ αὐτοῦ καὶ τὸ σῶμα ἑλκῶσαι.

    φαύλως δὲ αὐτοῦ διακειμένου ἐλθεῖν εἰς ἐπίσκεψιν Ἐλίφαν τὸν Θαιδιακειμένου μανιτῶν βασιλέα καὶ Βαλδὰδ τὸν Σαυχαίων τύραν- νον καὶ Σωφὰρ τὸν Μινναίων βασιλέα, ἐλθεῖν δὲ καὶ ’Eλιοῦν τὸν Βαραχιὴλ τὸν Ζωβίτην. παρακαλούμενον δὲ φάναι καὶ χωρὶς παρακλήσεως ἐμμενεῖν αὑτὸν ἔν τε τῇ εὐσεβείᾳ καὶ τοῖς δεινοῖς. τὸν δὲ θεὸν ἀγασθέντα τὴν εὐψυχίαν αὐτοῦ τῆς τε νόσου αὐτὸν ἀπολῦσαι καὶ πολλῶν κύριον ὑπάρξεων ποιῆσαι.’’

    Τοσαῦτα καὶ περὶ τούτων ὁ Πολυΐστωρ.

    Καὶ περὶ Μώσεως δὲ ὁ αὐτὸς πάλιν πλεῖστα παρατίθεται, ὧν καὶ αὐτῶν ἐπακοῦσαι ἄξιον

    Εὐπόλεμος δέ φησι τὸν Μωσῆν πρῶτον σοφὸν γενέσθαι, καὶ γράμματα παραδοῦναι τοῖςἸουδαίοις πρῶτον, παρὰ δὲ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἓλληνας δὲ παρὰ Φοινίκων, νόμους τε πρῶτον γράψαι Μωσῆν τοῖς Ἰουδαίοις.’’

    “ Ἀρτάπανος δέ φησιν ἐν τῇ περὶ Ἰουδαίων, Ἀβραὰμ τελευτήσαντος καὶ τοῦ υἱοῦ αὐτοῦ Μεμψασθενὼθ , ὁμοίως δὲ καὶ τοῦ βασιλέως τῶν Αἰγυπτίων, τὴν δυναστείαν παραλαβεῖν τὸν υἱὸν αὐτοῦ Παλμανώθην.