Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγμάτων , μᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων καὶ αὐτῶν τῶν συγγραψαμένων ἤπερ νομιζόμενον ἐπι- τευκτικόν. καὶ Ἡσαΐας γοῦν, ὡς οὐ δυναμένων τούτων εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων , φησὶ πρὸς τὴν θυγατέρα τῶν Χαλδαίων τῶν ταῦτα μάλιστα παρὰ πάντας ἐπαγγελλομένων‘στήτωσαν δὴ καὶ σωσάτω- σάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, ἀναγγειλάτωσάν

v.1.p.343
σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι.’ διὰ γὰρ τούτων διδασκόμεθα μὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προδηλοῦν ἃ βεβούληται κύριος ἑκάστῳ ἔθνει ἐπαγαγεῖν.”

Τοσαῦτα καὶ ὁ δηλωθεὶς ἀνήρ. ἀλλὰ γὰρ ὁ πᾶς ἡμῖν οὗτος εἰς δύο τὰ μέγιστα συναιρεῖται λόγος, εἴς τε τὸ μὴ θεοὺς εἶναι τοὺς κατὰ πόλιν χρᾶν νενομισμένους καὶ εἰς τὸ μηδὲ ἀγαθοὺς δαίμονας, τοὐναντίον δὲ γόητάς τινας καὶ πλάνους καὶ ἀπατεῶνας, ἐπ’ ὀλέθρῳ καὶ διαστροφῇ τῆς ἀληθοῦς εὐσεβείας τὴν εἰς ἀνθρώπους πλάνην τήν τε ἄλλην καὶ τὴν περὶ εἱμαρμένης προβεβλημένους.

ἀφ’ ἧς μηδενὸς τῶν ἐξ αἰῶνος πλὴν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν τὸ πὰν τῶν ἀνθρώπων γένος λελυτρωμένου, εἰκότως ἡμῖν ἐν ἀρχαῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς τὰ παρόντα πάντα διὰ σπουδῆς γέγονεν, ὡς ἂν ἔργῳ μάθοιμεν ἐκ τίνων προγόνων φύντες καὶ οἵᾳ τὸ πρὶν ἀπάτη συνεχομένων , ἐξ ὁπόσης τε καὶ πηλίκης ἀνανεύσαντες αὐτοί τε ἡμεῖς καὶ ὁ σύμπας τῶν ἀνθρώπων βίος ἀβλεψίας τε καὶ ἀθεότητος τὴν ἴασιν τῆς μακρὰς καὶ πολυχρονίου δαιμονικῆς ἐνεργείας διὰ μόνης τῆς σωτηρίου Εὐαγγελικῆς εὑράμεθα διδασκαλίας.