Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἑβραίων πέρι λοιπὸν καὶ τῆς κατ’ αὐτοὺς φιλοσοφίας τε καὶ εὐσεβείας, ἣν τῶν πατρίων ἀπάντων προτετιμήκαμεν , τὸν τοῦ βίου τρόπον ὑπογράψαι καιρός.

ἐπειδὴ γὰρ οὐκ ἀλόγῳ, κεκριμένῳ δὲ καὶ σώφρονι λογισμῷ τῆς διεψευσμένης ὁμοῦ πάντων

v.1.p.344
Ἑλλήνων τε καὶ βαρβάρων θεολογίας τὴν ἀπόλειψιν Πεποιημένοι συνέστημεν, ὥρα λοιπὸν τὴν δευτέραν ἐπιλύσασθαι, τὴν αἰτίαν ἀποδιδόντας τῆς τῶν Ἑβραϊκῶν λόγων μεταποιήσεως.

Τὸ μὲν οὖν μὴ φέρειν τινὰ μέμψιν ἡμῖν τὴν ἀπὸ βαρβάρων τοῦ συμφέροντος μετάληψιν ἐπὶ τῆς δεούσης σχολῆς παραστήσομεν, πάντα τοῖς Ἕλλησι καὶ αὐτοῖς γε τοῖς βοωμένοις αὐτῶν φιλοςόφοις τὰ φιλόσοφα μαθήματα, καὶ τὰ ἄλλως κοινὰ και ταῖς πολιτικαῖς λυσιτελοῦντα χρείαις, παρά βαρβάρων έβκευωρήβθαι έπιδείζοντες· τὸ δὲ μηδέν πω μηδ' ὅλως παρά τισιν εύρῆβθαι τῶν ἐθνῶν, οἷον τὸ παρ' Ἑβραίων ἡμῖν άγαθόν πεπορισμένον, ὧδε ἂν γένοιτο πρόδηλον.