Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οὐδεὶς γὰρ δύναται λέγειν ὅτι τὸ μεταξὺ τοῦδε τῆς γενέσεως πρὸς τὴν τοῦδε ἐστὶν ὥρας τριακοστόν. ἀλλ’ ἔστω συγκεχωρημένον αὐτοῖς τόδε κατὰ τὸ ἐκλαβεῖν τὴν ὥραν. φέρεται δὴ θεώρημα ἀποδεικνύον τὸνζωδιακὸν

v.1.p.342
κύκλον ὁμοίως τοῖς πλανωμένοις φέρεσθαι ἀπὸ δυσ- μῶν ἐπὶ ἀνατολὰς δι’ ἑκατὸν ἐτῶν μοῖραν μίαν, καὶ τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλλάττειν τὴν θέσιν τῶν δωδεκατημορίων ἑτέρου μὲν τυγχάνοντος τοῦ νοητοῦ δωδεκατημορίου, ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος. τὰ δὲ ἀποτελέσματα φασὶν εὑρίσκεσθαι οὐκ ἐκ τοῦ μορφώματος, ἀλλ’ ἐκ τοῦ νοητοῦ ζῳδίου, ὅπερ οὐ πάνυ τι δυνατὸν καταλαμβάνεσθαι.

ἔστω δὲ καὶ τοῦτο συγκεχωρημένον, τὸ καταλαμβάνεσθαι τὸ νοη- τὸν δωδεκατημόριον , ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀληθές· ἀλλὰ τήν γε σύγκρασιν παρ’ αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχηματισμοῖς τυγχανόντων καὶ αὐτοὶ ὁμολουήσουσιν οὐχ οἷοί τε σώσαι κάτα πὰν , ἀμαυρουμένου τοῦ δηλουμένου, φέρε εἰπεῖν, χείρονος, ἀπὸ τοῦδε διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος, καὶ ἐπὶ τοσόνδε ἢ τοσόνδε ἀμαυρουμένου. πολλάκις πάλιν τῆς ἀμαυρώσεως τῆς τοῦ χείρονος ὑπὸ τῆς ἐπιβλέψεως τῆς τοῦ κρείττονος ἐμποδιξομένης, ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχηματίσθαι , χειρόνων ὄντα σημαντικόν.

καὶ οἶμαι ἐπιστήσαντά τινα τοῖς τόποις ἀπογνῶναι τὴν περὶ τούτων κατάληψιν, οὐδαμῶς ἀνθρώποις ἐκκειμένην , ἀλλ’, εἰ ἄρα, μέχρι τοῦ σημανθῆναι μόνον φθάνουσαν.