Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Οὔτε οὖν ἀριθμὸν οὔτε τάξιν οὔτε σύνδεσμον οὔτε ἄλλο τῶν ἐλλιπῶν μορίων οὐδὲν οἶμαι τὸ γράμμα σημαίνειν· ἀλλ᾿ ἔστιν αὐτοτελὴς τοῦ θεοῦ προσαγόρευσις καὶ προσφώνησις, ἅμα τῷ ῤήματι τὸν φθεγγόμενον εἰς ἔννοιαν καθιστάσα τῆς τοῦ θεοῦ δυνάμεως.

ὁ γὰρ θεὸς ἕκαστον ἡμῶν τῶν ἐνταῦθα προσιόντων οἶον ἀσπαζόμενος προσαγορεύει τὸ γνῶθι σαυτὸν, ὃ τοὐ χαῖρε δὴ οὐδὲν μεῖόν ἐστιν· ἡμεῖς δὲ πάλιν ἀμειβόμενοι τὸν θεὸν εἶ φαμὲν ὡς ἀληθῆ καὶ ἀψευδῆ καὶ μόνην μόνῳ προσήκουσαν τὴν τοῦ εἶ προσαγόρευσιν ἀποδιδόντες.”

“Ἡμῖν γὰρ ὄντως τοῦ εἶναι μέτεστιν οὐδὲν, ἀλλὰ πᾶσα θνητὴ φύσις ἐν μέσῳ φθορᾶς καὶ γενέσεως γενομένη φάσμα παρέχει καὶ δόκησιν ἀμυδρὰν καὶ ἀβέβαιον αὑτῆς.

ἂν δὲ τὴν διάνοιαν ἐπερείσῃ τις λαβέσθαι βουλόμενος, ὥσπερ ἡ σφοδρὰ περίδραξις ὕδατος τῷ πιέζειν καὶ εἰς ταὐτὸ συνάγειν διαρρέον ἀπόλλυσι τὸ περιλαμβανόμενον , οὕτω τῶν παθητῶν καὶ μεταβλητῶν ἑκάστου τὴν ἄγαν ἐνέργειαν ὁ λόγος διώκων ἀποσφάλλεται , τῇ μὲν εἰς τὸ b γινόμενον αὐτοῦ , τῇ δὲ εἰς τὸ φθειρόμενον, οὐδενὸς λαβέσθαι μένοντος, οὐδὲ ὄντος ὄντως δυνάμενος. [*](5 Πλούταρχος] Mor. p. 391 f.)

v.2.p.27

ποταμῷ γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ καθ᾿ ῾Ηράκλειτον , οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἔξιν, ἀλλ᾿ ὀξύτητι καὶ τάχει μεταβολῆς σκίδνησι καὶ πάλιν συνάγει, μᾶλλον δὲ οὐδὲ πάλιν οὐδὲ ὕστερον, ἀλλ’ ἅμα συνίσταται καὶ ἀπολείπει, καὶ πρόσεισι καὶ ἄπεισιν.

ὅθεν οὐδὲ εἰς τὸ εἶναι περαίνει τὸ γινόμενον αὐτῆς, τῷ μηδέποτε λήγειν μηδ᾿ ἵστασθαι τὴν γένεσιν, ἀλλ᾿ ἀπὸ σπέρματος ἀεὶ μεταβάλλουσαν ἔμβρυον ποιεῖν, εἶτα βρέφος, εἶτα παῖδα, μειράκιον ἐφεξῆς, νεανίσκον, ἄνδρα, πρεσβύτην, γέροντα, τὰς πρώτας φθείρουσαν γενέσεις καὶ ἡλικίας ταῖς ἐπιγινομέναις.

ἀλλ᾿ ἡμεῖς ἴνα φοβούμεθα γελοίως θάνατον, ἤδη τοσούτους τεθνηκότες καὶ θνήσκοντες. οὐ γὰρ μόνον, ὡς Ἡράκλειτος ἔλεγε, πυρὸς θάνατος, ἀέρι γένεσις , ἀλλ᾿ ἔτι σαφέστερον ἐπ᾿ αὐτῶν ἡμῶν· φθείρεται μὲν ὁ ἀκμάζων γενομένου γέροντος, ἐφθάρη δὲ ὁ νέος εἰς τὸν ἀκμάζοντα, καὶ ὁ παῖς εἰς τὸν νέον, εἰς δὲ τὸν παῖδα τὸ νήπιον , ὁ δὲ χθὲς εἰς τὸν σήμερον τέθνηκεν, ὁ δὲ σήμερον εἰς τὸν αὔριον · μένει δὲ οὐδὲ εἶς, οὐδὲ ἔστιν εἷς, ἀλλὰ γινόμεθα πολλοὶ, περὶ ἔν τι φάντασμα καὶ κοινὸν ἐκμαγεῖον ὕλης περιελαυνομένης καὶ ὀλισθαινούσης.

ἐπεὶ πῶς οἶ αὐτοὶ μένοντες ἑτέροις χαίρομεν νῦν, ἑτέροις πρότερον, τἀναντία φιλοῦμεν καὶ μισοῦμεν, καὶ θαυμάζομεν καὶ ψέγομεν, ἄλλοις χρώμεθα λόγοις, ἄλλοις πάθεσιν, οὐκ εἶδος, οὐ μορφὴν, οὐ διάνοιαν ἔτι τὴν αὐτὴν ἔχοντες;

οὔτε γὰρ ἄνευ μεταβολῆς ἕτερα πάσχειν εἰκὸς οὔτε μεταβάλλων ὁ αὐτὸς ἂν εἴη. εἰ δὲ ὁ αὐτὸς οὐκ ἔστιν, οὐδ’ ἔστιν, ἀλλ’ ἐκ τοῦ αὐτὸν μεταβάλλειν , γινόμενος ἕτερος ἐξ ἑτέρου· ψεύδεται δὲ ἡ αἴσθησις ἀγνοίᾳ τοῦ ὄντος εἶναι τὸ φαινόμενον.”

v.2.p.28

“ Τί οὖν ὄντως ὄν ἐστι ; τὸ ἀίδιον καὶ ἀγένητον καὶ ἄφθαρτον, ᾧ χρόνος οὐδεὶς μεταβολὴν ἐπάγει. κινητὸν γάρ τι καὶ κινουμένῃ συμφανταζόμενον ὕλῃ καὶ ῥέον ἀεὶ καὶ μὴ στέγον, ὥσπερ ἀγγεῖον φθορᾶς καὶ γενέσεως , ὁ χρόνος. οὗ δὴ τὸ μὲν ἔπειτα καὶ τὸ πρότερον καὶ τὸ ἔσται λεγόμενον, καὶ τὸ γέγονεν, αὐτόθεν ἐξομολόγησίς ἐστι τοῦ μὴ ὄντος.

τὸ γὰρ ἐν τῷ εἰναι μηδέπω γεγονὸς , ἢ πεπαυμένον ἤδη τοῦ εἶναι λέγειν ὡς ἔστιν , εὔηθες καὶ ἄτοπον. ἐν ᾧ δὲ μάλιστα τὴν νόησιν ἐπερείδοντες τοῦ χρόνου τὸ ἐν ἔστηκε καὶ τὸ πάρεστι καὶ τὸ νῦν φθεγγόμεθα, τοῦτ’ αὖ πάλιν ἐκλυόμενος ὁ λόγος ἀπόλλυσιν.

ἐκθλίβεται γὰρ εἰς τὸ μέλλον καὶ τὸ παρῳχημένον, ὥσπερ αὐγὴ , βουλομένοις ἰδεῖν, ἐξ ἀνάγκης διιστάμενον. εἰ δὲ ταὐτὰ τῷ μετροῦντι πέπονθεν ὴ μετρουμένη φύσις, οὐδὲ αὐτῇ μένον, οὐδὲ ὄν ἐστι, ἀλλὰ γινομένη καὶ φθειρομένη κατὰ τὴν πρὸς τὸν χρόνον συννέμησιν.

ὅθεν οὐδὲν τοιοῦτόν ἐστιν ἐπὶ τοῦ ὄντος λέγειν ὡς ἦν, ἢ ἔσται· ταῦτα γὰρ ἐγκλίσεις τινὲς καὶ μεταβάσεις καὶ παραλλάξεις τοῦ μένειν ἐν τῷ εἶναι μὴ πεφυκότος.”

“Ἀλλ' ἔστιν ὁ θεὸς, εἰ χρὴ φάναι, καὶ ἔστι κατ’ οὐδένα χρόνον, ἀλλὰ κατὰ τὸν αἰῶνα τὸν ἀκίνητον καὶ ἄχρονον καὶ ἀνέγκλιτον , καὶ οὗ πρότερον οὐδέν ἐστιν, οὐδὲ ὕστερον, οὐδὲ μέλλον, οὐδὲ παρῳχημένον, , οὐδὲ πρεσβύτερον , οὐδὲ νεώτερον· ἀλλ’ εἷς ὢν ἐνὶ τῷ νῦν τὸ ἀεὶ πεπλήρωκε· καὶ μόνον ἐστὶ τὸ κατ’ αὐτὸ ὄντως ὂν, οὐ γεγονὸς, οὐδὲ ἐσόμενον, οὐδὲ ἀρξάμενον, οὐδὲ παυσόμενον.

οὕτως οὖν αὐτὸ δεῖ σεβομένους ἀσπάζεσθαι καὶ προσαγορεύειν, ἢ καὶ νὴ Δί’, ὡς ἔνιοι τῶν παλαιόν, εἶ ἴν. οὐ γὰρ πολλὰ τὸ θεῖόν ἐστιν, ὡς ἡμῶν ἕκαστος, ἐκ

v.2.p.29
μυρίων διαφορῶν ἐν πάθεσι γινομένων ἄθροισμα παντοδαπὸν καὶ πανηγυρικὸν μεμιγμένον· ἀλλ’ ἔν εἶναι δεῖ τὸ ὂν, ὥσπερ ὂν τὸ ἴν · ἡ δὲ ἑτερότης, διαφορὰ τοῦ ὄντος, εἰς γένεσιν ἐξίσταται τοῦ μὴ ὄντος.”