Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τοῦτον μὲν οὖν τὸν ἐνεστῶτα εἴ τις ἐθέλει ἀνακαλεῖν αἰῶνα, κἀγὼ συμβούλομαι· τὸν δὲ παρελθόντα χρόνον οἴεσθαι χρὴ ἡμᾶς διαπεφευγότα ἤδη διαπεφευγέναι ἀποδεδρακέναι τε εἰς τὸ εἶναι μηκέτι · ὅ τε αὖ μέλλων ἐστὶ μὲν οὐδέπω, ἐπαγγέλλεται δὲ οἷός τε ἔσεσθαι ἥξειν εἰς τὸ εἷναι.

οὐκ οὖν εἰκός ἐστιν ἐνί γε τρόπῳ νομίζειν τὸ ὂν ἤτοι μὴ εἷναι, ἢ μηκέτι, ἢ μηδέπω. ὡς τούτου γε οὕτως λεγομένου, ἐν γίνεταί τι ἐν τῷ λόγῳ μέγα ἀδύνατον, εἶναί τε ὁμοῦ ταὐτὸν καὶ μὴ εἶναι.

εἰ δὲ οὕτως ἔχει σχολῇ γ’ ἂν ἄλλο τι εἷναι δύναιτο, τοῦ ὄντος αὐτοῦ μὴ ὄντος κατὰ αὐτὸ τὸ ὄν. τὸ γὰρ ὂν ἀίδιόν τε βέβαιόν τε ἐστὶν, ἀεὶ κατὰ ταὐτὸν, οὐδὲ

v.2.p.24
γέγονε μὲν, ἐφθάρη δὲ, οὐδ’ ἐμεγεθύνετο μὲν, ἐμειώθη δέ· οὐδὲ μὴ ἐγένετό πω πλέον, ἢ ἔλασσον· καὶ μὲν δὴ τά τε ἄλλα καὶ οὐδὲ τοπικός κινηθήσεται.

οὐδὲ γὰρ θέμις αὐτῷ κινηθῆναι , οὐδὲ μὲν ὀπίσω, οὐδὲ πρόσω· οὔτε ἄνω ποτὲ οὔτε κάτω· οὐδ’ εἰς δεξιὰ, οὐδ’ εἰς ἀριστερὰ μεταβήσεταί ποτε τὸ ὄν· οὔτε περὶ τὸ μέσον ποτε ἑαυτοῦ κινηθήσεται, ἀλλὰ μᾶλλον καὶ ἐστήξεται καὶ ἀραρός τε καὶ ἑστήκὸς ἔσται κατὰ ταὐτὰ ἔχον ἀεὶ καὶ ὡσαύτως.”

Καὶ ἐξῆς μεθ’ ἕτερα ἐπιλέγει

“ Τοσαῦτα μὲν οὖν μοι πρὸ ὁδοῦ. αὐτὸς δ’ οὐκίτι σχηματισθήσομαι , οὐδ’ ἀγνοεῖν φήσω τὸ ὄνομα τοῦ ἀσωμάτου· καὶ γὰρ κινδυνεύει νῦν ἤδη ἥδιον εἶναι εἰπεῖν μᾶλλον ἢ μὴ εἰπεῖν. καὶ δῆτα λέγω τὸ ὄνομα αὐτῷ εἶναι τοῦτο τὸ πάλαι ζητούμενον.

ἀλλὰ μὴ γελασάτω τις, ἐὰν γῶ τοῦ ἀσωμάτου εἶναι ὄνομα οὐσίαν καὶ ὄν. ἡ δὲ αἰτία τοῦ ὄντος ὀνόματός ἐστι τὸ μὴ γεγονέναι, μηδὲ φθαρήσεσθαι, μηδ’ ἄλλην μήτε κίνησιν μηδεμίαν δέχεσθαι μήτε μεταβολὴν κρείττω ἢ φαύλην · εἶναι δὲ ἁπλοῦν καὶ ἀναλλοίωτον, καὶ ἐν ἰδέᾳ τῇ αὐτῇ, καὶ μήτε ἐθελούσιον ἐξίστασθαι τῆς ταὐτότητος μήθ’ ὑφ’ ἑτέρου προσαναγκάξεσθαι.

ἔφη δὲ καὶ ὁ Πλάτων’ ἐν Κρατύλῳ τὰ ὀνόματα ὁμοιώσει τῶν πραγμάτων εἶναι αὐτὰ ἐπίθετα. ἔστω οὖν καὶ δεδόχθω εἶναι τὸ ὂν ἀσώματον.”

Εἶθ’ ὑποκαταβὰς ἐπιλέγει

“ Τὸ ὂν εἶπον ἀσώματον , τοῦτο δὲ εἶναι τὸ νοητόν. τὰ μὲν οὖν λεχθέντα, ὅσα μνημονεύειν ἐστί μοι, τοιαῦτα γοῦν ἦν. τὸν δ’ ἐπιζητοῦντα λόγον ἐθέλω παραμυθήσασθαι, τοσόνδε ὑπειπὼν, ὅτι ταῦτα τοῖς δόγμασι τοῖς Πλάτωνος εἰ μὴ συμβαίνει, ἀλλ’ ἑτέρου γ’ ἐχρῆν οἴεσθαί τινος ἀνδρὸς μεγάλου, μέγα

v.2.p.25
δυναμένου , οἵου Πυθαγόρου.

λέγει γοῦν Πλάτων, φέρ’ ἀναμνησθῶ πῶς λέγει· · τί τὸ ὂν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον; καὶ τί τὸ γινόμενον μὲν, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν, τὸ δ’ αὖ δόξῃ μετὰ αἰσθήσεως ἀλόγου δοξαστὸν, γινόμενον καὶ ἀπολλύμενον , ὄντως δὲ οὐδέποτε ὅν.”

ἤρετο γὰρ, τί ἐστι τὸ ὂν, φὰς αὐτὸ ἀγένητον ἀναμφιλέκτως. γένεσιν γὰρ οὐκ ἔφη εἶναι τῷ ὄντι· ἐτρέπετο γὰρ ἄν· τρεπόμενον δὲ οὐκ ἦν ἀίδιον.”

Εἶτα ὑποβάς φησιν

Εἰ μὲν δὴ τὸ ὂν πάντως πάντη ἀίδιόν τέ ἐστι καὶ ἄτρεπτον καὶ οὐδαμῶς οὐδαμῆ ἐξιστάμενον ἐξ ἑαυτοῦ, μένει δὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἕστηκε, τοῦτο δήπου ἂν εἴη τὸ τῇ νοήσει μετὰ λόγου περιληπτόν.

εἰ δὲ τὸ σῶμα ῥεῖ καὶ φέρεται ὑπὸ τῆς εὐθὺ μεταβολῆς, ἀποδιδράσκει καὶ οὐκ ἔστιν. ὅθεν οὐ πολλὴ μανία μὴ οὐ τοῦτο εἶναι ἀόριστον, δόξῃ δὲ μόνῃ δοξαστὸν, καὶ ὥς φησι Πλάτων’, γινόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν.”

Ταῦτα μὲν οὖν ὁ Νουμήνιος , ὁμοῦ τὰ Πλάτωνος καὶ πολὺ πρότερον τὰ Μώσεως ἐπὶ τὸ σαφέστερον διερμηνεύων. εἰκότως δῆτα εἰς αὐτὸν ἐκεῖνο τὸ λόγιον περιφέρεται, δι’ οὗ φάναι μνημονεύεται, τί γάρ ἐστι Πλάτων’, ἢ Μώσης ἀττικίζων;

Θέα δὲ πρὸς τούτοις εἰ μὴ τὸν παρόντα νοῦν b ἐπὶ πλέον καὶ ὁ Πλούταρχος ἐξαπλῶν συντρέχοι ἂν ταῖς τε προκειμέναις φωναῖς τῶν φιλοσόφων καὶ ταῖς αὖθις Ἑβραίων κειμέναις ἐν ἑτέραις θεολογίαις, δι’ ὧν τοτὲ μὲν εἰσάγεται λέγων ὁ χρηματίζων θεὸς “διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι ·

τοτὲ δ’ εἰς αὐτὸν ἀφορῶν ὁ προφήτης ἀποτείνεται “ ὅτι δὴ τὰ μὲν ὁρατὰ πάντα τραπείη ἄν ποτε

v.2.p.26
καὶ μεταβληθείη , σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σοῦ c οὐκ ἐκλείψουσι. σκόπει γοῦν εἰ μὴ ὡς ἐν προτάσει· τοῦ τε παρὰ Μωσεῖ φήσαντος “ ἐγώ εἰμι ὁ ὤν·” καὶ τοῦ ” ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι·” καὶ τοῦ “ σὺ δὲ ὁ αὐτὸς ἑἶ”, δόξαι ἂν ὁ Πλούταρχος ἐν τῷ Περὶ τοῦ Εἶ τοῦ ἐν Δελφοῖς τὴν διάνοιαν ἐφερμηνεύειν, τάδε λέγων πρὸς λέξιν