Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μώσεως καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν ἁπάντων ἄρρητον εἶναι τὸ θεῖον διδασκόντων , καὶ τῆς ἀρρήτου προσηγορίας τὸ σύμβολον διὰ τῆς παρ’ αὐτοῖς ἀνεκφωνήτου σημειώσεως ὑποφαινόντων, τούτοις καὶ ὁ Πλάτων συμφώνως αὐτοῖς ῥήμασιν ἐν τῇ μεγάλῃ Ἐπιστολῆ̣ οἶά φησιν ἄκουε

‘‘Ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς ἄλλα μαθήματα, ἀλλ’ ἐκ πολλῆς συνουσίας γιγνομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν , ἐξαίφνης, οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς, τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.”

Καὶ τόδε δὲ τοῦ φωτὸς τὸ παράδειγμα προλαβὼν ἄλλος Ἑβραίων προφήτης παρέστησεν εἰπὼν “ ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε. καὶ ἄλλος πάλιν ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.”

Μώσεως περὶ τοῦ τῶν ὅλων θεοῦ φήσαντος ‘‘ἄκουε Ἰσραὴλ, κύριος ὁ θεὸς ἡμῶν, κύριος εἶς ἐστί,” πάλιν ὁ Πλάτων’ τούτῳ συντρέχων ἔνα θεὸν εἶναι ὡς καὶ οὐρανὸν ἔνα διδάσκει, ὧδέ πη λέγων ἐν Τιμαίῳ

“Πότερον Πότερον οὖν ὀρθῶς ἴνα οὐρανὸν προσειρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἦν ὀρθότερον ; ἴνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται. τὸ γὰρ περιέχον πάντα ὁπόσα νοητὰ ζῷα, μεθ’ ἑτέρου δεύτερον οὐκ ἄν ποτε εἴη.”

Δῆλος δέ ἐστιν ἔνα θεὸν εἰδὼς, εἰ καὶ συνή- [*](9 Πλάτων’] Ep. 7. p. 341.) [*](24 Τιμαίῳ] p. 31 a.)

v.2.p.30
θὼς Ἕλλησι τῇ τῶν πλειόνων εἴωθε χρῆσθαι προσηγορίᾳ, καὶ ἀπὸ τῆς πρὸς Διονύσιον ἐπιστολῆς , ἐν ᾑ σύμβολα διδοὺς τῶν τε διὰ σπουδῆς αὐτῷ γραφομένων ἐπιστολῶν καὶ τῶν ἄλλως ἀπερριμμένων, τῶν μὲν μηδὲν ἐχουσῶν σπουδαῖον σημεῖον τὸ τῶν θεῶν ὄνομα προτάξειν ἔφησε, τῶν δὲ πεφροντισμένως αὐτῷ συνταττομένων, τὸ τοῦ θεοῦ. λέγει δ’ οὖν ὧδε κατὰ λέξιν

‘‘Περὶ δὲ δὴ τοῦ ξυμβόλου τοῦ περὶ τὰς ἐπιστολὰς, ὅσας τε ἂν ἐπιστέλλω σπουδῆ̣ καὶ ὅσας μὴ, οἶμαι μέν σε μεμνῆσθαι, ὅμως δ’ ἐννόει καὶ σφόδρα πρόσεχε τὸν νοῦν· πολλοὶ γὰρ οἱ κελεύοντες γράφειν, οὓς οὐ ῥᾴδιον φανερῶς διωθεῖσθαι. τῆς μὲν οὖν σπουδαίας ἐπιστολῆς ὁ θεὸς ἄρχει, θεοὶ δὲ τῆς ”

Διαρρήδην δὲ ὁ αὐτὸς ὁμολογεῖ ἐκ παλαιόν τὸ περὶ τοῦ θεοῦ δόγμα μεμαθηκέναι, λέγων ἐν τοῖς Νόμοις

Ὁ μὲν δὴ θεὸς, ὡς καὶ ὁ παλαιὸς λόγος, ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος. τῷ δ’ αἰεὶ ξυνέπεται δίκη, τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς, κεκοσμημένος, ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας , ἢ χρήμασιν ἐπαιρόμενος, ἢ τιμαῖς, ἢ καὶ σώματος εὐμορφίᾳ, ἅμα νεότητι καὶ ἀνοίᾳ, φλέγεται τὴν ψυχὴν μεθ’ ὕβρεως, ὥστε οὔτε ἄρχοντος οὔτε τινὸς ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπετει ἔρημος θεοῦ· καταλειφθεὶς δὲ, καὶ ἔτι ἄλλους τοιούτους [*](9 Περὶ δὲ δὴ — ] Plato Epist. 13. p. 363. 18 Νόμοις] 4. p. 716 a.)

v.2.p.31
προσλαβὼν , σκιρτᾷ ταράττων πάντα ἄμα, καὶ πολλοῖς τισὶν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον οὐ πολὺν ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ, ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησε.”

Ταῦτα ὁ Πλάτων’. σὺ δέ γε τῷ “ὁ μὲν δὴ θεὸς ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων” παράθες ἀπὸ τῆς Ἑβραίων προφητείας τὸ “ ἐγὼ θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα·” τῷ δὲ “ εὐθείᾳ περαίνει κατὰ φύσιν ἐπιπορευόμενος” τὸ “ εὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ.”

καὶ πρὸς τὸ “ τῷ δ’ αἰεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρὀς” σύγκρινον τὸ ‘‘δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν·” καὶ τὸ‘‘ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος·” καὶ τὸ ‘‘διότι ἔκδικος κύριος 5 καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν.’ τῷ δὲ “ ἡς ὁ εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς εὐδαιμονήσειν ἑπόμενόν ἐστι τὸ “ ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ.”

τῷ δὲ “ ὁ δ’ ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας καταλείπεται ἔρημος θεοῦ ’ τὸ “ὁ θεὸς ὑπερηφάνοις ἀντι- τάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν·” καὶ “ χαρμονὴ δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον.” ταῦτα μὲν οὖν ἀπὸ μυρίων σμικρὰ περὶ τοῦ ἐπὶ πάντων θεοῦ. θέα δὲ καὶ τὰ περὶ τοὐ δευτέρου αἰτίου οἶα τῇ διανοίᾳ εἰσίν.

Τὰ μὲν δὴ περὶ τοῦ πρώτου τῶν ὅλων αἰτίου τοῦτον ἡμῖν ἀνωμολογήσθω τὸν τρόπον. ἐπίσκεψαι δὲ καὶ τὰ περὶ τοῦ δευτέρου, ὃν δὴ θεοῦ λόγον καὶ θεὸν ἐκ θεοῦ εἶναι τὰ Ἑβραίων παιδεύει λόγια, καθάπερ καὶ ἡμεῖς αὐτοὶ θεολογεῖν δεδιδάγμεθα.

ὁ μὲν οὖν Μώσης διαρρήδην δύο θεολογεῖ κυρίους, ἐν οἶς φησι ‘καὶ ἔβρεξε κύριος παρὰ κυρίου πῦρ καὶ θεῖον ἐπὶ τὴν τόν ἀσεβῶν πόλιν· ” ἔνθα

v.2.p.32
συνήθως ἐπὶ τῶν δύο τὴν ὁμοίαν τῶν παρ’ Ἑβραίοις χαρακτήρων ἐποιήσατο παράθεσιν· αὕτη δέ ἐστιν ἡ διὰ τῶν τεσσάρων στοιχείων ἀνεκφώνητος παρ’ αύτοῖς θεολογία.

τούτῳ δὲ καὶ ὁ Δαβὶδ, ἄλλος προφήτης ὁμοῦ καὶ βασιλεὺς Ἑβραίων, συνᾴδων φησὶν ‘εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου·” τὸν μὲν ἀνωτάτω θεὸν διὰ τοῦ πρώτου κυρίου, τὸν δὲ τούτου δεύτερον διὰ τῆς δευτέρας ὑποφήνας προσηγορίας. τίνι γὰρ ἄλλῳ θέμις ὑπονοεῖν τὰ δεξιὰ τῆς ἀγεννήτου θεότητος παραχωρεῖσθαι ἢ μόνῳ τῷ περὶ οὗ ὁ λόγος;

ὃν ὁ αὐτὸς προφήτης ἐν ἑτέροις λευκότερον διασαφεῖ λόγον τοῦ πατρὸς, δημιουργὸν τῶν ὅλων ὑφιστάμενος εἶναι τὸν θεολογούμενον , ἐν οἷς φησι “τῷ λόγῳ κυρίου οἶ οὐρανοὶ ἐστερεώθησαν.”

καὶ σωτῆρα δὲ τὸν αὐτὸν τῶν δεομένων τῆς παρ’ αὐτοῦ θεραπείας εἰσάγει, λέγων “ ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτούς.’