Incertorum fragmenta

Parodica Anonyma

Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.

  1. ἀνδρῶν κουφονόων φιλαεθλοτάτων ἀγερώχων.
  2. ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.
  3. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  4. οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,
  5. τί πτώσσεις; τί δʼ ὀπιπτεύεις κατὰ τέρμʼ ἐν ἀγῶνι;
  6. εἰ δʼ ἄγε νῦν πείρησαι, ἵνα κναφθεὶς ἀποτίνῃς.ʼ
  7. τὸν δʼ αὖθʼ Ἱπποκόων ἀπαμειβόμενος προσέειπε·
  8. τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·
  9. ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
  10. τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφιν προσέφη πόδας αἰόλος ἵππος·
  11. οὐχ ὁράᾳς, οἷος κἀγὼ καλός τε μέγας τε;
  12. ἀλλʼ ἔπι τοι κἀμοὶ θάνατος καὶ Μοῖρα κραταιή.
  13. αἲ γάρ πως ὑμᾶς γε καὶ αὐτοὺς ἐνθάδε πάντας
  14. ὁπλήεντας ἔθηκε θεὰ λευκώλενος Ἥρη,
  15. ὡς μή μοι τρύζητε καθήμενοι ἄλλοθεν ἄλλος.
  16. ὣς ἔφαθʼ· οἱ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι.