Incertorum fragmenta

Parodica Anonyma

Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.

  1. μῖμοι τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι
  2. ἵππων τʼ ὠκυπόδων ἐπιβήτορες, οἵ κε τάχιστα
  3. ἤγειραν μέγα νεῖκος ἀπαιδεύτοισι θεαταῖς
  4. νηπιάχοις, ξυνὸν δὲ κακὸν πολέεσσι φέρουσιν.
  1. [*](See testimonium for previous lines and lines at end.)Εἰ Διὸς γνώμῃ πᾶσι τοῖς ζῴοις ὁμόνοια καὶ κοι-
  2. νωνία γένοιτο πρὸς τὸν βίον, ὡς τὸν ἐν Ὀλυμπίᾳ κή-
  3. ρυκα μὴ μόνον ἀνθρώπους τοὺς ἀγωνιουμένους καλεῖν,
  4. ἀλλὰ καὶ πᾶσιν ἐπιτρέπειν τοῖς ζῴοις εἰς τὸ στάδιον
  5. ἥκειν, οὐδʼ ἕνʼ ἂν ἄνθρωπον οἶμαι στεφθήσεσθαι. ἐν
  6. μὲν γὰρ δολίχῳ ὑπέρτατος, φησίν, ὁ ἵππος ἔσται,
  7. τὸ στάδιον δὲ λαγωὸς ἀποίσεται, ἐν δὲ διαύλῳ
  8. δορκὰς ἀριστεύσει· μερόπων δʼ ἐναρίθμιος οὐδεὶς
  9. ἐν ποσίν. ὦ κοῦφοι ἀσκήτορες, ἄθλιοι ἄνδρες.
  10. ᾽Αλλʼ οὐδὲ τῶν ἀφʼ Ἡρακλέους τις ἐλέφαντος ἢ
  11. λέοντος ἰσχυρότερος ἂν φανείη. οἶμαι δʼ ὅτι καὶ
  12. ταῦρος πυγμῇ στεφθήσεται. καὶ ὄνος, φησί, λὰξ ποδί,