Incertorum fragmenta

Parodica Anonyma

Corpusculum Poesis Epicae Graecae Ludibundae, Vol. I. Fasc. prior. Brandt, Paul, editor. Leipzig: Teubner, 1888.

  1. ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
  2. χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστοι.
  3. ἠύτε περ κλαγγὴ γεράνων πέλει ἠεροφώνων
  4. ὣς ἐπεὶ οὖν ξῦθόν τʼ ἔπιον καὶ ἀθέσφατον οἶνον,
  5. κλαγγῇ τοί γε πέτονται ἐπὶ σταδίοιο κελεύθου.
  6. οἱ δʼ, ὥστε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν,
  7. οὖλον κεκλήγοντες, ὅτε προίδωσιν ἰόντα
  8. ἵππον, ὃς ἀνθρώποισι πόνον φέρει ἠλιθίοισιν,
  9. ὣς οἱ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ἔπιπτον.
  10. ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλῳάς,
  11. ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ,
  12. πάντῃ δʼ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι
  13. πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
  14. ὣς οἱ μὲν μάρναντο πυρὸς δέμας, οὐδέ κε φαίης
  15. οὐδέ ποτʼ ἠέλιον σόον ἔμμεναι οὔτε σελήνην.
  16. οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν,