Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Οὕτως καὶ οἱ μετά ἀκριβείας καὶ συνέσεως μεμυσταγμωγημένοι ἐπαίνου μὲν καταξιοῦνται, ἡδονὴν δὲ καὶ ὠφέλειαν ἑαυτοῖς περιποιοῦνται· οἱ δὲ ἀκροθιγεῖς τὰς εἰσόδους ποιησάμενοι ῥᾳδίως τὴν ἐπιστήμην χλευάζουσι διὰ τὸ καὶ μὴ εὐμάθειαν ἑαυτοῖς ἐπιμείρεσθαι καὶ ἀθανασίαν. οὐδὲ γὰρ ἀρκετόν τι ἡ φύσις τοῖς ἀνθρώποις ἐδωρήσατο τἀς ἐπικύκλους τῶν ἀστέρων θεωρίας εἰδέναι σταθμοῖς καὶ μέτροις ἀμεταθέτοις, ἀλλʼ ἔτι καὶ κύκλοις διήρθρωσε τὰ πάντα· διὸ εὐσύνοπτα τὰ θνητῶν τελίσκεται. εἴ γε μεριζόμενα καὶ συλλογιζόμενα ἐπὶ τῆς γῆς τοῖς ἀνθρώποις πρὸς ἀκριβῆ μάθησιν δυσέφικτα τυγχάνει, οἷον κλιμάτων καὶ ἐθνῶν ἀπομετρήσεις, θαλάσσης ὅροι καὶ σταθμοί, τὸ βραχύτατον καὶ ἐθνῶν ἀσθενέστατον τὴν τοῦ μὴ συνορᾶν πόρρωθεν (ἅπερ εἰκάζει τις μέχρις οὖ πλησίον γένηταί πως) ἴσχει διὰ τῆς τῶν ἄλλων ἁρμονίας, ἄνθρωποι διεξιχνεύοντες τὸν οὐράνιον κύκλον καὶ τὰς τῶν ἀστέρων κινήσεις Ἡλίου τε καὶ Σελήνης δρόμους ἐνιαυσίων τε καὶ μηνιαίων καὶ ὡριαίων μέρη τροπάς τε καὶ μεταβολἀς ἀέρων συναφάς τε καὶ ἀπορροίας ἐκ τοιαύτης προγνώσεως ἀθανασίας δόξαιεν ἄν μετειληφέναι καὶ πρὸ καιροῦ τοῖς θεοῖς προδομιλεῖν· εἴ γε κατὰ τὸν ποιητὴν

  • Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
  • ἀνδρῶν μνηστήρων.