Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Καὶ ἔστιν ἐπιχθόνιος δηλονότι καὶ οὐράνιος ὑπάρχων (κοινὸς γὰρ ὁ θεός) τάς ψυχάς τῶν ἀνθρώπων μετεώρους ἀνάγει περὶ τὴν τοῦ κόσμου ἀστροθεσίαν ἐνθουσιαστικοῖς καὶ φυσικοῖς περιβάλλων νοήμασι, μάλιστα τοῖς περὶ ταῦτα σεμνῶς ἐσπουδακόσιν. ὧν οἳ γε ἀθεεῖς καὶ πανοῦργοι οὐ μόνον τοῦ μέρους τῆς ἀθανασίας ήτύχησαν, ἀλλὰ καὶ τῆς ἀνθρωπότητος, δίκην δὲ θηρίων καὶ ἀλόγων ἀγελαζόμενοι διὰ τῆς πλεονεξίας καὶ ἀκρίτου λογισμοῦ ἐξ ὑστέρου τιμωρίας ἀξίας ἔδοσαν μή φυγόντες τὸν νόμον. ὅτι μὲν [*](2 διαμείβεται opinor 6 nempe διὰ τό μή καὶ ἑαυτοῖς εὐμ. ἐπ. 7 οὕτε γὰρ ἀρκιτόν τι S 9 sq. κύκλους διηρθραώσατα πάντα (ex πάντη?) S 10 sequentia expedire non potui 14 τὴν] δύναμιν excidisse videtur; 〈ἰσχὺν〉 ἔχει Rad. 15 μέχρης S 20 δόξειεν S sententia Posidoniana, de qua cf. e. g. Manil. 1V 390 sqq. Capelle Neue Jahrb. f. d. kl. Alt., VIII (1906), p. 532, n. 4 22 0d. ω, 1 sq. 24 καὶ ἔστιν] immo καὶ τὰ ἑξῆς (του- τέστιν Wdl.) κονός γε ἡ θεὸς S 25 ἐπὶ facile, sed manum abstinere satius eat 28 ἀθεής a θεᾶσθαι finxisse potest pro usitato ἀθέατος (ἀφυεῖς Rad.))

347
γὰρ οἱ θεοὶ σθένουσιν ὑπακούειν ἀνθρώπων καὶ τὰ κάλλιστα καὶ τὰ τίμια παρέχειν καὶ βοηθεῖν, παντελῶς πρόδηλον· βουλόμενοι δʼ σὕς ἐψηφίσαντο νόμους διαφυλάσσειν οὐκ ἀθετοῦσι τάς μοίρας, ταύταις γε τὴν ἐπιτροπίαν τῶν ἀνθρωπίνων πραγμάτων ἀνύσιμον ἰσχυροποιησάμενοι ἀλύτοις ὅρκοις. ἐστι γάρ καὶ ἐπὶ θεοῖς στύγιος ὅρκος φόβον ἔχων καὶ τιμωρίαν, συνέπεται δʼ αὐτοῖς λογισμὸς εὐσταθὴς καὶ ἀμετάθετος ἀνάγκη. μαρτυρεῖ δὲ τούτοις ὁ ποιητὴς λέγων·