Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Πᾶσαι μὲν οὖν αἱ προκείμεναι ἀγωγαὶ χρηματιστικαὶ καὶ εὐκατάληπτοι τοῖς ἐντυγχάνουσίν εἰσιν, αἵτινες εἰς ταὐτὸ καταλήγουσι, [*](2 nempe ἐξυπνουμένη καὶ nempe κυκλοστροφ. 5 τι] τε S 6 φθαρ- τῶν S 9 εὐμορφῶσιν S 10 ἀνάμορφον S 11 ἀναμποτέαων S an χειμα- ζομένην? ἀνανεῶσι S 12 fort. χρείαν et ἐπισωρευομέναων 13 πλημμυ- ρουμένην S (an -ρομένη?) 17 finxitne ἀποκητοῖ? 22 ἰδέαν. . . έγχορείου- σαν S expectes αὐτῷ 23 οὕτω] τοῦτο S 26 μένον] μόνον S 29 nempe 〈καὶ〉 δ. π. χωροῦν 31 η΄ ] θ΄ S 33 εἰσι καί τινες V, corr. Raderm.)

345
τουτέστι καὶ εἰς τὴν αὐτὴν μοῖραν, οὐ μέντοι τὴν αὐτὴν δύναμιν τῶν χρόνων· ὅθεν χρὴ τούς βουλομένους τυχεῖν τῶν τοιούτων μετά πάσης σπουδῆς καὶ προθυμίας ἐπιβάλλεσθαι. ὁ γὰρ θέλων πονεῖν κρατεῖ ὧν ἐπιθυμεῖ· παντὶ γάρ πράγματι καλῷ τε καὶ φαύλῳ συνέπεται πόνος καὶ λογισμὸς ἄστατος ἐπί τε βασιλικῶν καὶ ἡγεμονικῶν ἀρχηγικῶν πλουσίων πενήτων καὶ ἐπὶ τέχναις καὶ ἐπιστήμαις· ἀλλʼ οὐδὲ μὴν ἡδοναὶ καὶ τέρψεις ἀμερίμνμως καὶ ἀλύπως διευθύνουσιν, ἔχουσι δὲ παρείσδυσιν καὶ φιλαυτότητα καὶ λύπην ψυχικὴν αἰωνίαν. πλουσίαν οὖν μαθημάτων τράπεζαν παρασκευασάμενος συνεστιάτορας ἐπὶ τὸ σύνδειπνον ἀνακέκληκα οἱ οὖν βουλόμενοι θοινᾶσθαι διὰ τὴν τοῦ σώματος φυσικὴν ὑπηρεσίαν ἐνεργείτωσαν, βοηθοῦντος αὐτοῖς μὴ λάβρως μηδὲ ἀκορέστως ταῖς τροφαῖς χρωμένοις, ἀλλʼ ἐφ᾿ ὅσον ἡδονὴν αὐτάρκη τὰ ἐδέσματα δύναται παρέχεσθαι· τὰ δὲ παρὰ φύσιν βλάπτειν εἴωθεν. εἰ δέ τις τῶν κεκλημένων ἐθέλοι ἀβλαβὴς διαμένειν, μιᾴ μερίδι ἤ καὶ δευτέρᾳ χρησάμενος εὐφρανθήσεται· καθάπερ γάρ ἐπί τινος πυρὸς κατὰ βραχύ ὕλη προσμεμιγμένη ἀκμαιοτέραν καὶ μείζονα τὴν φλόγα παρασκευάζει κατεργαστικωτέραν τε καὶ λαμπροτέραν, ἀθρόως δὲ αὐτῷ συνεμπεσοῦσα ήμαύρωσε καὶ κατέσβεσε τὴν εὐμορφίαν τοῦ φωτὸς καὶ πρὸς τούτοις θολώδη καπνὸν καὶ βαρυτάτην ἀδμὴν τοῖς πλησίον μετὰ δακρύων παρέχεται, τοῖς δὲ πόρρωθεν θρύαλλον μέγαν, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν προκειμένων ἀγωγῶν ἐάν τις μιᾷ ἢ καὶ δευτέρᾳ συγχρονίσαι, εὐκατάληπτον ἔξει τὸ ζητούμενον μεθʼ ἡδονῆς καὶ τέρψεως εἰς ἀεὶ δὲ διατρίβων καὶ φαντασιούμενος. εἰ δέ τις εἴη μὲν ἐκ τοῦ ἀναγινώσκειν δυσνόητος, θέλοι δὲ εἰς μίαν ἡμέραν δύο καὶ τρεῖς βίβλους διεξιέναι, τὴν μὲν ἀλήθειαν οὐκ ἐξιχνεύσει, παραπλήσιος δὲ ἔσται χειμάρρῳ ποταμῷ σύροντι φορκίον ἄκαρπον καὶ ἀνωφελὲς τοῖς ὁρῶσιν ἢ παλινδρόμῳ εἰς μάτην ἀξέως φερομένῳ· οὐδέ γε ἵππος χωρὶς σταδίου καὶ πολέμου ἐπʼ ἐρημίας τρέχων ἔπαινον οἴσεται. ἐὰν δὲ μὲν ποταμὸς φέρῃ ἔγκαρπον φορτίον, ῥᾳδίως εἰς αὐτόν τινες εἰσπηδήσουσι τυχεῖν τοῦ καρποῦ, κἀν ῥοθίως ἤ ἐπικινδύνως. ἡ δὲ ναῦς ῥοθίως δρομήσασα κατὰ τρόπον μεγίστην χαράν τοῖς ναυτιλλομένοις παρέχει· ὁ δὲ ἵππος ἕξει σταδίῳ διαθεύσας ἀγάλλεται μὲν πρὸ τῶν ἐπαίνων [*](6 possis ἡγ. 〈πραγμάτων καὶ〉 7 casus mutatos tollere nolui 14 δύνασθαι παρέσχεσθαι S θρύαλλον “fuliginem , 23 μίαν ἢ καὶ δευ- τέραν S 26 nempe εἰς τό ἀναγ. 28 ἐξιχνεύειν S 32 de τυχεῖν cf. Stahl Syntex 608 35 qui natura stataria ad finem usque cucurrit, non oqus διαθλεύσας μὲν πρὸ corruptum)
346
καὶ πολλούς ἐραστὰς ἐπάγεται καὶ πολλῆς ἐπιμελείας τυγχάνει καὶ ἄθλων πόνους διαλαμβάνεται.