Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐπεὶ δὲ τὴν μὲν εὕρεσιν τῶν ζητουμένων ῥᾳδίαν ἐκεκτήμην διὰ τὴν συνεχῆ γυμνασίαν καὶ ποικίλης ἀγωγῆς ὕλην, ἡ δὲ διάκρισις καὶ ὁ σαχὴς ἔλεγχος ἐδεῖτο χρόνου, οὖτος δέ μοι βραχὺς περιελείπετο (ἔστι γὰρ στιγμιαῖος ὁ τῶν ἀνθρώπων βίος, κἂν πάνυ τι δόξῃ ὑπερρρονεῖν), ὡσὰν πατὴρ πρὸς τῷ τέλει τοῦ βίου νόσῳ βαρούμενος τέκνοις ἐντολὰς συντόμους καταλείπει, πρὶν φθάσαι τὴν φίμωσιν, καὶ αὐτὸς μετὰ πάσης σπουδῆς τὰ συνεμπίπτοντά μοι κεφάλαια τῶν θεμωρημάτων ἀνασκοπούμενος ἐθημειούμην, τοῖς φιλοκάλοις ἀρχὴν εἰσόδου δωρούμενος. εἰ δὲ ἦν μακρόβιος ἢ ἀθάνατος ὁ νοῦς, ἀναμφίλεκτος καὶ μονομερὴς ἡ διάκρισις ἐτύγχανε· θεοὶ δὲ πάντα ἴσα σι. ἐπεὶ οὖν συνεκτικώτατον κεφάλαιόν ἐστι τὸ περὶ χρόνων ζωῆς, πολυμερῶς τε οὕτως τοῖς ἔμπροσθεν συντέτακται. συμβαλὼν δέ τινι μεγαλαυχοῦντι περὶ ἑτέρας ἀγωγῆς εὗρον διὰ πολλῆς πλάνης μεθοδικῶν ἀριθμῶν πεποικιλμένην τὴν αἵρεσιν, ἣν καὶ αὐτὸς πρότερον μὲν ἠπιστάμην σαφέστερον καὶ νῦν δᾶ διὰ τὴν φιλονεικίαν διασαφήσω ἐκκόψας τάς ματαιολογίας. πᾶσα γάρ ἀγωγή συγκρινομένη πρὸς ἑτέραν καὶ τὸν ἔλεγχον λαβοῦσα φυσικὴν καὶ ἀκριβῆ καὶ τὴν θεωρίαν ἐνδείκνυται.

Ἔστω οὖν ἡμῖν λόγος πρός τε τὴν φωσφόρον Σελήνην καὶ πρὸς τὸν ὡροσκόπον· οὖτοι γάρ ἑαυτοῖς συγκιρνάμενοι κἄτι τάς ὡριαίας κινήσεις πρὸς τάς ἐπικαίρους στάσεις καὶ τὴν φυσικὴν μόρφωσιν τὴν ἄφεσιν καὶ τὴν ἀρχὴν καὶ τέλος ἐνδείκνυνται. τῆς γὰρ σπορᾶς καὶ τῆς ἐκτροπῆς μυστικῶς τὴν δύναμιν ἐκληρώσαντο, καὶ οὔτε Ἄρης οὔτε Κρόνος ἀναιρέται κριθήσονται οὔτε μὴν οἱ ἀγαθοποιοὶ βοηθοί, ἀλλʼ ὁπόταν Σελήνη ἀφέτης εὑρεθῇ, παραφ υλάσσειν χρὴ τὰς κολλήσεις καὶ τὰς ξαγώνους πλευρὰς καὶ τετραγώνους καὶ διαμέτρους τάς πρὸς τὸν ὡροσκόπον, μάλιστα ἐν τοῖς ἰσανατόλοις ἢ ἰσαναφόροις ἰσοδυναμοῦσι τοῖς ἀκούουσι [*](10 sq. ἐὰν πανῦ τη V (possis etiam τις) 11 nolui ὑπερχρόνιον 16 〈κἂν〉 ἀναμφ. Diels 17 Cf. 0dyss. ὁ 379, 478 29 μόρφωσιν] μοροῦσι V nisi fuit μοιρ〈οθεσίαν ποι〉οῦσι ἐνδεκνυται V 32 an ἀφέτις? Valens.)

258
καὶ βλέπουσι ζῳδίοις ἢ ἀντισκίοις μοίραις. ὡσαύτως δὲ κἂν ὁ ὡροσκόπος ἀφέτης, τάς πρὸς Σελήνην διαστάσεις ώσαύτμως σκοπεῖν κατὰ ἀναφοράν.

Ἔδοξε δέ μοι ἐκ πείρας θανατικὰς κρίνειν μοίρας καὶ δυναστικάς τάς μαρτυρίας τοῦ τε ὡροσκόπου καὶ τῆς Σελήνης πρὸς ἀλλήλους καὶ τὰς τούτων τετραγώνους καὶ διαμέτρους. αὗται γὰρ εἰς κεντροθεσίαν οὐ τὴν τυχοῦσαν κέκτηνται δύναμιν. πολλῆς δὲ πλάνης συνεμπιπτούσης ἑκάστοτε περὶ τοὺς ἀφετικοὺς ἤτοι ἀναιρετικοὺς τόπους καὶ σχεδόν τινων καὶ παρεχομένων τὰς τῆς θεωρίας ὁ μὴ παρὼν ἔλεγχος τῆς ἀληθείας ψόγον καὶ ἀποτροπὴν ἐργάζεται, ἀναγκαίως ἔσχον ἐξευρὼν ἐπιδιασαρῆσαι τὴν πλάνην. Ὁπόταν μὲν γὰρ κατὰ μόνας αἱ ἀφέσεις --- πρὸς τὴν δοκοῦσαν ἀναίρεσιν ἀσύμφμωνος εὑρεθῇ, σκοπεῖν δεῖ ἀμφοτέρους τοὺς ἀριθμοὺς καὶ κατὰ ἀναφοράν ἡγεῖσθαι βιώσιμον χρόνον τοῦτον, ἐάνπερ μὴ κατὰ πολὺ ὑπερβάλλῃ τὸν μέγιστον χρόνον σπανίως γάρ τινες βιοῦσιν. ἢ καὶ ἄλίως ὁπόταν πολὺ διάστημα τῆς ἀφέσεως εὑρεθῇ τῆς Σελήνης ἢ| καὶ τοῦ ὡροσκόπου ἐν τῳ αὐτῷ ζῳδίῳ ὄντων ἢ καὶ καθʼ ἑτέραν τινὰ ἄφεσιν μὴ συμβῇ τὸ διάστημα τοῖς πολυαναφόροις ζῳδίοις εὑρεῖν, ὥστε τοὺς ἀφετικοὺς τόπους συνεγγίζειν ἀλλήλοις, ἐξαριθμήσαντας τοὺς χρόνους κατὰ ἀναφορὰν καὶ τούτων λαβόντας τὴν ἡμίσειαν ἡγεῖσθαι ζωτικὸν χρόνον. οὐ μόνον δʼ ἐπὶ τοῦ μεγίστου διαστήματος ἣ τῶν πολυχρονίων σκοπεῖν δεῖ τὴν ἄφεσιν, ἀλλὰ καὶ τοῦ ἐλαχίστου καὶ ἐπισυνθέτου τῶν ἀφέσεων πρὸς τούς ὀλιγοχρονίους. πρὸς δὲ τὴν ἀφετικὴν τῶν χρόνων διάκρισιν τῆς Σελήνης μοιρικαὶ φάσεις καθʼ ἕκαστον ζῴδιον λογιζόμεναι πρὸς τὰς ἀρέσεις καὶ συναρμοζόμεναι πρὸς τὴν τοῦ διαστήματος ρονογραφίαν τὴν ἀναίρεσιν προδηλοῦσι, καὶ μάλιστα ἀπὸ Σελήνης· αὕτη γάρ ἀφέτις γενομένη ὑπὸ ἑαυτῆς ἀναιρεθήσεται· εἰσὶ δὲ αἰ τῆς συνόδου ἢ πανσελήνου καὶ τῶν δυοῖν διχοτόμων, ἐνεργητικῆς οὔσης τῆς ἐπὶ δυτικὸν. πρῶτον φερομένης.

Ὅθεν μή τις ἡμᾶς δόξη πολυμερῶς καὶ ποικίλως συντεταχέναι· ἀγαπητὸν γὰρ ἐμοὶ μὲν πᾶσαν ζητήματος θέσιν προμεμηνυκέναι, [*](2 de omisso cf. Sonny anal. ad Dionem 198 Long. III 32, 2 5 τὰς μαρτυρίας] τὸ (ας) V 9 sq. fuit fere ἀπεχομένων τῆς θεωρίας, 〈διότι〉 ὁ 13 δεῖ] δὲ V 14 καὶ expectes ante ἡγεῖσθαι 16 nempe 〈ἐπὶ κλέον〉 βιοῦσιν 18 συνθῇ V 21 λαβόντες V 23 nempe τὴν ἄφεσιν 26 λογίζομαι V 29 αἱ sc. φάσεις 31 πρῶιον] nempe κέντρον vel τόπον 33 προμμεμενηκέναι V)

259
δυνατὸν δὲ καὶ τοῖς ἐντυγχάνουσι προγυμνασθεῖσι χρόνῳ ταῖς ἀγωγαῖς καὶ τὰ πολλὰ παραπεμψαμένοις ἐπὶ τὴν φυσικὴν καὶ ἀτρεκῆ ὁδὸν καταντῆσαι. προεῖπον γὰρ τοῖς ἐμπροσθὲν, ὅτι ἃ μὲν ἐκ τῶν παλαιῶν σκοτεινῶς συντεταγμένα ἐπελυσάμην, ἃ δὲ καθὼς ἔδοξέ τισιν, οὕτως ἔχειν καλῶς ἐδόκουν, ἴνα μὴ δόξω ἀμύητος τῆς ἐντεύξεως γεγονέναι, ἃ δὲ καὶ αὐτὸς ἰδίως ἀνευρὼν συνέταξα, οἷς οἱ πεισθέντες ἀμετανόητον τὴν εἴσοδον κτήσονται. παρατηρητέον δὲ τοὺς ἀφετικούς καὶ ἀναιρετικούς τόπους, τίνων ἀστέρων ζῳδίοις ἢ καὶ ὁρίοις ἔτυχον· ἐκ γάρ τούτων αἵ τε αἰτίαι καὶ οἵ θάνατοι καταλαμβάνονται κατὰ τἀς φυσικάς αὐτῶν ἐνεργείας. χρή οὖν σκοπεῖν, τίς ὑπὸ τίνος κακοῦται ἡ βοηθεῖται ῇ καὶ συμπαθὴς ἢ ἀλλότριος τυγχάνει ὅπως τε πρὸς ἀλλήλους σχηματογραφίαι κατὰ γένεσιν τυγχάνουσι καὶ κατʼ ἐπέμβασιν καὶ κατὰ τὰς τῶν χρόνων παραλήψεις. καὶ περὶ μὲν ζῳδιακῶν καὶ μοιρικῶν ὡρῶν καὶ χρηματιζουσῶν μοιρῶν πολὺς ἡμῖν ὁ λόγος ἐμπροσθεν δεδήλωται τὴν ἁρμονίαν ἐχουσῶν εἰς τὸν περὶ ζωῆς χρόνον πολυμερῶς καὶ ποικίλως, καὶ εἰ μὴ κατὰ τὰς αὐτάς μοίρας ἢ κατὰ τὰ αὐτὰ ζῴδια τὴν κατάληξιν ἐχουσῶν τὴν αὐτὴν καὶ συνεγγίζουσαν, ὅπερ σπάνιον καὶ δύσπιστον παρά πολλῶν νομίζεται, ἀλλὰ τῷ κοσμικῷ περιπολήματι πάντα δυνατὰ καὶ ἐφικτὰ καὶ σεμνὰ καὶ ἀληθινὰ τυγχάνει καὶ χμρεῖ ἐπὶ τοσοῦτον διὰ μυρίων καὶ ποικίλων ἀγωγῶν, ἐφʼ ὅσον ἄν ζητῶν τις εὑρίσκῃ οὐ διὰ πλάνων ἀλλὰ φυσικῆς δημιουργίας. καὶ γὰρ αὐτὸς ὁ κόσμος ἀπλανὴς τυγχάνει καὶ ἃ κέκτηται ἀγαθὰ καὶ σεβάσμια ἡμέρας καὶ νυκτὸς προφανῆ πᾶσι δείκνυται ἀφθόνως. καὶ βλεπόμενα μὲν οὖν οὐ καταλαμβάνεται, συνέσει δὲ νοούμενα γινώσκεται, καθὼς ἕκαστα ὑπολαμβάνει. ἐκ τούτου δὲ μὲν ὁρώμενον καὶ γινόμενον καὶ λεγόμενον καταληπτὸν ὄν καὶ αὐτὸς μετέλαβον παραπεμψάμενος, τίνες ἂν εἴησαν καὶ πόθεν καὶ πῶς· ἕτεροι γὰρ περὶ τῶν τοιούτων ἀπείρους λόγους ἐποιήσαντο. ἀλλʼ ἅγε ἐκ παρατηρήσεμως χρόνων εὑρεθέντα καὶ δοκιμασθέντα συγκρίνας καὶ μύστης γενόμενος συνέταξα δοκῶν κόρον ταῖς γραφαῖς τεθεικέναι ἀρχήν, ἀνασκοτεινῶν [*](4 V 5 καλῶς] καθὼς V κακῶς Diels; del. Rad. 6 τοῖς ἐντέξθως V 15 ω V (possis etiam ὡροσκόπων) 16 τὴν] an τῶν? 17 χρόνων Va quo servato possis εἰς τὸ π. ζ κ. at praestat fort. λόγον 18 possis ἔχουσιν, sed structuram artificiosam delere nolui 22 μορίων V, corr. Diels 26 an ἕκαστος? 27 ὑπόστασιν λαμβάνει Diels γινωσκόμενον Diels 29 fort. εἴησαν 〈οἱ εὑρόντες〉 30 ἀλλά γε V 32 δοκῶ v κόρον] an ἰσχυραν? ὅρον. . .διαρκῆ Diels)
260
τυποῦμαι καὶ οὐ διαλιμπάνω κάμνων μεθʼ ἡδονῆς. ἄγει γάρ με ἡ τῶν κοσμικῶν δημιουργία καὶ ἡ τῶν ζητουμένων ἀνεύρεσις πε ριπλέκουσα καινοτέροις θεωρήμασιν.