Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Αλλως δʼ ἂν θέλωμεν εἰδέναι αἱ καταγόμεναι ἡμέραι τίνος ἀστέρος εἰσίν, οὕτως ποιήσωμεν. τὰ καταγόμενα ἐπὶ τὰς τξε΄ δ΄ πολυπλασιάσαντες καὶ τὰς ἀπὸ γενεθλίων ἕως τῆς ζητουμένης ἡμέρας ἐπισυνθέντες καὶ συγκεφαλαιώσαντες ἀφαιροῦμεν κύκλους ἀνὰ ρκθ΄ ἡμερῶν ὅσους δυνάμεθα καὶ σκοποῦμεν, πόσοι κύκλοι [*](8 U+2220, num voluerit V dubium 11 μῆνας V ἑαυτῶν ἑαυτῇ V 22 μηνὸς] μῆνα V 24 verus mensium numerus restitui nequit, cum tota ratiocinatio ut solet non congruat 28 in mg. Ϛ΄ V 34 ρκθ΄] δύο εθʼ V)

256
γεγόνασιν· ἐξ ὧν πάλιν ἑβδομαδικοὺς κύκλους διεκβαλοῦμεν, καὶ ὁ ἐντὸς τῆς ἑβδομάδος περιλειφθεὶς κύκλος προδηλώσει, τίνος ἀστέρος εἰσὶ καὶ τίνος αἱ ἡμέραι. οῖον ἐπὶ τοῦ προκειμένου θέματος τὰ πλήρη νβ’ ἔτη ἐπὶ τξέ πολυπλασιάσαντες γίνονται ἡμέραι μυριὰς ηπ𝒢γ΄ καὶ ἀπὸ Μεχὶρ ιβ΄ ἕως τῆς ζητουμένης Παϋνὶ ιέ ἡμέραι ρκγ΄ ὁμοῦ γίνονται ἡμέραι μνριὰς θρις΄. ἐξ ὧν ἀφεῖλον κύκλους ἀνὰ ρκθ΄ γίνονται κύκλοι ρμη΄ , καὶ λοιπαὶ ἡμέραι κδ΄ τοῦ ρμθ΄ κύκλου. πάλιν ἐκ τούτων ἀφεῖλον ἑβδομαδικοὺς κύκλους κα΄ , τουτέστιν ἐκ τῶν ρμθ΄ λοιποὶ περιλείπονται κύκλοι θ΄. ἐπεὶ οὖν καθὼς πρόκειται ἡ Σελήνη ἀφέτης εὑρέθη, ἔδωκα πάλιν τὸν α’ κύκλον τῆς ἑβδομάδος αὐτῇ τῇ Σελήνη πρώτῃ. τὸν δὲ δεύτερον κύκλον ἔσχεν ἡ μετʼ αὐτὴν Ἀρροδίτη ἡμέρας κδ΄ ἔχουσα, ἐξ ὧν ἑαυτῇ ἔδωκεν ἡμέρας ή . ἔπειτα Διὶ ἡμέρας ιβ΄· λοιπαὶ περιλείπονται ἡμέραι δ΄ Κρόνου, ἐν αἷς κατεδικάσθη.

Ἤ πάλιν πειρατέον τοὺς ἑβδομαδικοὺς κύκλους εἰς μθ΄ ἐτηρίδας κατάξαντας ἀπολύειν ἀπὸ τοῦ ἀφέτου ἀνὰ μίαν, καὶ εἰς σἶον ἄν ἀστέρα καταλήξῃ, ἐκεῖνος ἄρξει τῆς μθ΄ ἐτηρίδος καὶ τοῦ πρώτου κύκλου τοῦ ἑβδομαδικοῦ· εῖθ᾿ ἑξῆς τοῖς λοιποῖς παραδώσεις τούς κύκλους. οῖον ἐπὶ τοῦ προκειμένου θέματος ἐπεὶ ρμθ΄ κύκλοι ἑβδομαδικοὶ εὑρέθησαν, ἐκ τούτων ἀφεῖλον μθ΄ ἐτηρίδος γ΄. λοιποὶ περιλείπονται κύκλοι δύο τῆς τετάρτης μθ΄ ἐτηρίδος. τὰς οὖν τέσσαρας ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξα ἐπὶ Κρόνον· ὥστε τῆς μὲν τετάρτης μθ΄ ἐτηρίδος ἄρχει Κρόνος. καὶ τὸν πρῶτον ἑβδομαδικὸν κύκλον ἑαυτῶ μερίσας τόν δεύτερον παρέδωκε τῷ μετ' αὐτὸν Ἄρει ἔχοντι ἡμέρας κδ΄ ἐξ ὧν ἐαυτῷ ἐμέρισεν ἡμέρας ιέ· καὶ λοιπαὶ ἡμέραι θ΄ Ἡλίου.

Ὅτι οὐ δεόντως ἔνιοι τὴν ἄφεσιν τῆς προκειμένης ἀγωγῆς ποιοῦνται.

Οἱ πλεῖστοι μέντοι μερίζουσι τοὺς χρόνους ἐπὶ πάσης γενέσεως κατὰ τὴν ἑπτάζωνον ἀρξάμενοι ἀπὸ Κρόνου ἔπειτα Διί, εῖτα Ἄρει, εῖτα Ἡλίῳ, μεθʼ ὃν Αφροδίτη, ἔπειτα Ερμῇ καὶ ἐξῆς Σελήνῃ. καὶ ὁμοίως κατὰ ἀνακύκλησιν τῶν χρόνων σκοποῦσι τὸν δεσπόζοντα τῆς ἑβδομάδος καὶ τῶν ἡμερῶν. ἐμοὶ δʼ οὐκ ἀρέσκει τὸ τοιοῦτον, ἐπεὶ οἱ αὐτοὶ χρονοκράτορες ἐπὶ τῶν πλείστων. [*](3 cf. p. 253, 6 5 ἡμέραι ὐ μ ᾳ ϥ' γ΄ V at sunt 18 993 et id restitui. quoniam ex sequentibus apparet Valentem recte computasse 6 ὁμοῦ geminat V 16 καταμίξαντας V; cf. ad 243, 26 17 ἄρξῃ V 19 ἐπ V 24 ἑαυτῷ] ἐν αὐτῶ V)

257
γενέσεων εὑρεθήσονται, ἀλλὰ καθὼς πρόκειται ἔκ τε Ἡλίου καὶ Σελήνης ὁ ἀφέτης κριθήσεται ἢ ὁ μετὰ τὸν ώροσκόπον εὑρισκόμενος ἀστὴρ καὶ οἱ ἐξῆς, καθὼς ἔτυχον ἐπὶ γενέσεως ζῳδιακῶς τε καὶ μοιρικῶς διακείμενοι.