Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ψηφίζεται ἡ Σελἡνη ἐπὶ πάσης γενέσεως μήκει καὶ πλάτει, καὶ σκοποῦμεν εἰς ποῖον ζῴδιον ἐκπίπτει πλάτος τῆς Σελήνης· ὅπου δʼ ἂν εὕρωμεν, ἐκεῖ ἕξει τὴν σπορίμην Σελήνην. πάντοτε γάρ ἐπὶ πάσης γενέσεως τῆς ἐκτροπῆς πλάτος ἐκπίπτει ἐπὶ τὴν σπορίμην Σελήνην ἐπὶ τὴν αὐτὴν μοῖραν, ἣν καὶ εἶχεν ἐπὶ τῆς σπορᾶς. οὐ γάρ δυνατὸν πληρωθέντος τοῦ χρόνου ὑπερβῆναι τὴν Σελήνην τὸν ἴδιον σκοπόν. ἀνάδραμε γὰρ τὰς ἡμέρας καὶ στήσας τὴν Σελήνην ἐπὶ τὴν μοῖραν ἴδε, πῶς γέγονεν ἡ προγενομένη σύνοδος, καὶ ἀπʼ αὐτῆς προτίθει τὰς ἡμέρας καὶ γνώσῃ, ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ συνελήφθη καὶ πότερον μηνῶν η΄ ἢ ι΄ ἐγέετο ὁ γεννηθείς.

Ἔὰν γὰρ ὁ σπόριμος Ἥλιος ὑποδείγματος χάριν Κριῷ ᾖ τῆς Σελήνης φερομένης ἀπὸ συνόδου ἄχρι μοιρῶν ρκ΄, ἕξει τὴν τελείαν σποράν (οὐ γάρ δυνατὸν ὑπερβῆναι τὲς ρκ΄ μοίρας διὰ αὐταῖς πληροῦσθαι τὸν τέλειον ὡροσκόπον τῶν σο΄ μοιρῶν) καὶ γίνεται τῳ δεκάτῳ μηνί. ἐὰν οὖν ὑπερβῇ τὰς ρκ΄ μοίρας, πάντοτε τοῖς θ΄ προστίθει εἰς τάς ἡμέρας καὶ ἐπικεραλαιὼσας ἐπιγνώσῃ, πόσαις ἡμέραις συνελήφ θη. πάντοτε οὖν θηρεύσας τὴν μοῖραν τοῦ πλάτους ἴδε, διὰ πόσων ἡμερῶν καὶ ὡρῶν ἡ Σελήνη ἐπέχει ἐπὶ τὸν αὐτὸν σκοπόν ὥσπερ γάρ τροχὸς κυλιόμενος ἐνέκοψεν ἐπὶ τὴν ἰδίαν ἐλθοῦσα ἐποχήν.

Ταῦτα μὲν οὖν συνέταξα οὐ ποιητικῶς, ὥς τινες ἢ ἐπακτικὴν ἀκρόασιν πράσσουσι τῇ τῶν λόγων συνθήκη ἣ καὶ μέτρου ἁρμονίᾳ θέλγοντες τούς ἀκούοντας μυθώδεις καὶ ἐπιπλάστους ἐπιφερόμενοι σκοτεινολογίας. ἐγώ δὲ οὐ λόγῳ καλῷ χρησάμενος, πολλὰ δὲ καμών καὶ παθὼν αὐτόπτης γενόμενος τῶν πραγμάτων δοκιμάσας συνέγραψα. τὸ γάρ παθεῖν τοῦ ἀκούειν βέλτιον καὶ ἀληθέστερον ὑπάρχει. ὁ μὲν γὰρ ἀκούσας δύσπιστον καὶ ἀμφίβολον τὴν χρῆσιν ἔχει, ὁ δὲ πεπονθώς παρεὶς πολλὰ καὶ μεμνημένος ἐκύρωσε τὸ πάσχον. ἀλλὰ φυσικῶς τινες βάσκανοι καὶ ιλόνεικοι καί ἐναντιόβουλοι [*](4 in mg. NV πορίμης V 5 cf. Petos. fr. 14 12 proclive ποῦ 13 nempe προστίθει 17 ρκ΄ ] κ΄ V 21 an del. εἰς? 27 τὴν τ. λ. συνθήκην V μέτρου] μέρ τα V 33 de παρεὲς (a παρίημι?) dubito; 〈πάθεσι〉 π. (a πείρω) Rad.)

261
ὑπάρχοντες ῥᾳδίως ἁλίσκονται καὶ τιμωροῦνται, φύσις δὲ ῥυθμισθῆναι μὲν οὐ δύναται, ἀναγκασθεῖσα δὲ μετὰ αἰδοῦς καὶ λύπης πραύνεται, ἐλεγχομένη δὲ ἀγανακτεῖ καὶ τολμηροτέρα γίνεται ἐρεθιζομένη. καὶ μάλιστα ἐπὶ τῶν νέων ἐστι συνιδεῖν, ὡς ἄλλο πράσσειν οἴονται καὶ τὴν ἐξουσίαν αὐτῶν διαδιδόασι τοῦ τε φαύλου καὶ ἀγαθοῦ καὶ πρὸς θέλον φερόμενοι βιάζονται ἄρχειν τε καὶ ἀντιπράσσειν καὶ πρὸς πάντα θρασύνεσθαι φίλων τε γένους ἀλλότριοι γινόμενοι ἐχθροῖς ἥδονται, βουκολοῦντες δὲ μέλλον πάντων καταφρονοῦσι χαίροντες ἐπὶ τοῖς ἀλλοτρίοις κακοῖς, ὡς καὶ καθʼ ἑαυτῶν ἐπιβάλλεσθαι καὶ ἐπικίνδυνον εὔξασθαι διὰ τούς ἐχθρούς κακίαν. τοὐναντίον δὲ πάσχουσιν ὀδυνώμενοι μάτην θεούς τε μή τιμῶντες τὸν θάνατον οὐ φοβοῦνται, ἀγονται δὲ ὑπὸ τοῦ δαίμονος. τῶν δὲ τοιούτων καὶ τὸ τέλος αίφνίδιον καὶ ἐπισφαλὲς καὶ ὁ βίος εὔθραυστος. βέλτιον οὖν ἐστι κατὰ δυνατὸν ἑκόντας ἀνθρώπους ἀποθέσθαι μὲν ἀπὸ τῆς ψυχῆς ὑψηλὸν αὐχένα καὶ μὴ θρασύνεσθαι, μεταμφιασαμένους δὲ τὸν λογισμὸν ἐκδότους ἑαυτοὺς παρέχειν· οὐδεὶς γὰρ ἐλεύθερος, πάντες δὲ δοῦλοι τῆς εἱμαρμένης πεφύκασιν, ἦ κατακόλουθοι γενόμενοι ἀτάραχοι μὲν καὶ ἀλύπητοι κατὰ τὸ ὅσιον διεξάγουσι προγεγυμνακότες θαρραλέαν τὴν ψυχήν. ἢν δέ τις ἀληθινὸν ἀναλαβὼν φρόνημα τὴν ἐξουσίαν τῶν πρασσομένων ἑαυτῷ ἀπονέμῃ. ἐλεγχόμενος ὑπὸ τοῦ μὴ δύνασθαι καὶ μάτην καταγέλαστος γενόμενος μιμήσεται τὸν τραγικὸν Εὐριπί ίδην λέγων·
  • ἄγου δέ μʼ ὦ Ζε ῦ καὶ σύ γʼ ἡ πεπρμμένη,
  • ὅπο ποθ᾿ ὑμπῖν εἰμι διατεταγμένος,
  • ὡς ἕψομαί γε κἂν ὀκνῶ. κἂν μὴ θέλω,
  • κακὸς γενόμενος αὐτὸ τοῦτο πείσομαι.
  • ἀλλʼ ἐπὶ παντὶ εἴδει λογικῷ τε καὶ ἀλόγῳ τέχνης καὶ ἐπιτηδεύσεως ἢ καὶ ἄλλης ἡσδηποτοῦν αἰτίας Νέμεσις χαλιναγωγὸς ἔπεστι, κατὰ τὸν μυθικὸν λόγον πῆχυν κατέχουσα, μηδὲν πράσσειν ὑπαρ [*](1 Cf. Heracl. fr. 123, φύ σις κρύπτεσθαι φιλεῖ 3 τολμητοτέρα V 5 fort. ἄλλου aut ἄλλων: non πιστεύουσι τῷ ἐφ᾿ ἡμῖν. fort. μὐτῷ; αὑτοῖς δίᾳ δμδόασιν Diels 6 an θέλειν? cf. 220, 29 8 fort. τε 〈καὶ〉 γένους ἴδονται V 11 όδυνόμενοι V 12 τε om. Va 17 fort. 〈πρὸς〉 τὸν 19 an τὸ ὅλον? 20 θαρραλέον V de ἀληθινόν dubito (ἀλιτήριον Rad. ἀχθεινὸν Diels) 23 vides non vere eruditum fuisse, qui quoslibet versus gnomicos Euripidi vindicaret 24 ἀγούμενος ζεῦ καὶ σὺ χʼ V 25 εἰμὴ V 26 haec mutare nefas duxi 27 Cf. p. 271, 35; Brinkmann, Mus Rhen. LX 630 28 λογμκοῦ τε κ. ἀλόγου 7 (possis etiam λογμμῆς))
    262
    τὸ μέτρον ἐμφαίνουσα, καὶ τροχὸν ὑποκείμενον τῷ σφυρῷ κέκτῃται σημαίνουσα τὰ λεγόμενα ἄστατα καὶ ἀβέαια τυγχάνειν, ἐπεὶ καὶ ὁ τροχὸς εἰς ἑαυτὸν ἀνακυκλούμενος ἀστήρικτος ὑπάρχει. τὸν αὑτὸν τρόπον καὶ ψέγοντες καὶ μεγαλαυχοῦντες παλίνδρομον τὴν διάνοιαν κτησάμενοι καὶ ἀμετανόητον λογισμὸν τοῖς αὑτοῖς πάθεσι περιπεσόντες ἐν ἱδρῶσι διάγουσι μὴ δυνάμενοι τυχεῖν, ὧν προτέρως μὲν καταφρονοῦντες ὑστέρου δὲ θελήσαντες ἐσφάλήσαν.

    Οὐεττίου Οὐάλεντος ἀνθολογιῶν βιβλίον Ϛ΄ τετέλεσται.

    [*](1 possis 〈ἣ〉 καὶ 2 γενόμενα Diels 6 ὧν] τῶν V)