Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Αρχὴ δὲ ἔστω ἀπὸ τοῦ ὡροσκόπου, ὅς ἐστι ζωὴ οἴαξ σῶμα πνεῦμα· β΄ βίος, Αίδου πύλη, κατάσκιον δόσις λῆψις κοινωνία, γυναικὸς ἐπιπλοκή, συναλλαγὴ πρᾶξις, ἐκ νεκρικῶν ὠφέλεια, διαθήκης τόπος. γ΄ ἀδελφοὶ ξενιτεία βασιλεία ἐξουσία φίλοι συγγενεῖς ἐπικαρδία δοῦλοι. δ΄ δόξα τέκνα, γυνὴ ἰδία καὶ πρεσβύτερα πρόσωπα, πρᾶξις πόλις οἰκία κτήματα μοναὶ μετατροπαὶ μεταβολαὶ τόπων κίνδυνοι θάνατος συνοχή μυστικὰ πράγματα. ε΄ τέκνων τόπος φιλίας κοινωνίας σωμάτων ἀπελευθέρων ἐκποιήσεως ἀγαθοῦ τινος ἥ εὐεργεσίας. δούλων σίνους ἔχθρας πάθους ἀσθενείας ---. η΄ θανάτου νεκρῶν ὠφελείας, ἀργὸς τόπος, δίκης ἀσθενείας. θ΄ φιλίας ἀποδημίας ξένων ὠφελείας θεοῦ βασιλέως δυνάστου ἀστρονομίας χρηματισμῶν, θεῶν ἐπιφανείας, μαντείας, μυστικῶν ἢ ἀποκρύφμων πραγμάτων κοινωνίας. ι΄ πράξεως δόξης προκοπῆς τέκνων γυναικὸς μεταβολῆς καινισμοῦ πραγμάτων. ια΄ φίλων ἐλπίδων δωρεᾶς τέκνων σωμάτων ἀπελευθέρων. ιβ΄ ξένης ἔχθρας δούλων σίνους κινδύνων κριτηρίων πάθους θανάτου ἀσθενείας.

Ἕχιαστος μὲν οὖν τόπος καθὸ σημαίνει ἰδίως ἀποτελέσει, συνεργήσει δὲ καὶ ἡ τοῦ διαμετροῦντος τόπου φύσις. ἐπὰν οὖν παράδοσις ἐνιαυτοῦ εὑρεθῇ, σκοποῦμεν ἐπὶ ποίου τόπου ὁ παραδιδούς τυγχάνει καὶ ἐπὶ ποίου ὁ παραλαμβάνων κατὰ τὴν προκειμένην δωδεκάτροπον, καὶ κατὰ τὴν οἰκειότητα τοῦ ζῳδίου καὶ τοῦ τόπου ἀποτέλεσμα ἀποφαινόμεθα, τῆς παραδόσεως τῶν ἀστέρων [*](1 ἠνοίξαντο v 4 qui meos commentarios legent, recordabuntur apud ceteros auctores nullam ἀγωγήν aic explanatam fuisse, ut ea uti possent nexmape ἐναργεστέρα 7 συγκρατητκῆς V 16 an ἐπικαρπία? 19 an τόπων? 21 piger “ ocus „ Frmic. ΙΙ, 19, 9)

180
ἰδίαν ἀποτελεσμάτων δύναμιν ἐχούσης, ἦν τῳ τέλει τῶν διαιρέσεων τάξομεν. οῖον ἐὰν Κρόνος ῆ Ἄρης ἐπὶ τοῦ ὡροσκόπου ὄντες παράδοσιν ἢ παράληψιν ποιήσωνται, ἐροῦμεν κατʼ ἐκεῖνο ἔτος σωματικὴν ὄχλησιν ἤ κίνδυνον ἤ αἱμαγμόν· ἐὰν δὲ τῳ ζ ἀπὸ ὡροσκόπου, παρατροπὴν διὰ γυναῖκα ἢ κίνδυνον γυναικὸς ἦ διὰ γάμον ἐπιταράχους αἰτίας· ἐὰν δὲ τῷ θ΄ ἀπὸ ὡροσκόπου, ξενιτείαν ἐπισφαλῆ καὶ ἐπὶ ξένης σκυλμὸν ἢ ἀπὸ ξένων προδοσίας· ἐὰν δὲ τῷ ιβ΄, διὰ δούλους λύπην ᾔ ἐχθρῶν ἐπαναστάσεες· ἤ δσα ἕκαστος τόπος ἀποτελεῖ, περὶ ἐκεῖνα ὁ ἀστὴρ ἐνεργήσει. ἐὰν δὲ ἀγαθοποιοὶ ἐπῶσι τοῖς τόποις, ἀγαθόν τι σημαίνουσιν, οἷον δόξας ὠφελείας ἀγορασμούς καταθυμίους ξενιτείας· κατὰ δὲ τοὺς παραλαμβάνοντας καὶ ἐπιμαρτυροῦντας τοῖς τόποις καὶ αἱ διακρίσεις ἔσονται, πλὴν ἔκ τε τοῦ παραδιδόντος καὶ τοῦ παραλαμβάνοντος καὶ τῶν τόπων εῖδος τοῦ ἀποτελέσματος καὶ ἡ ἔκβασις τῶν πραγμάτων κριθήσεται. προβλέπειν δὲ δεῖ καὶ τὸν κύριον τοῦ παραδιδόντος ἥ παραλαμβάνοντος, ὁποίῳ ζῳδίῳ τέτευχε· καὶ οὗτος γὰρ ἐνεργήσει καὶ πρὸς τὸ εῖδος καὶ τὸ ἀποτέλεσμα ἔσται. δὲ δεύτερον ζῴδιον ἀπὸ ὡροσκόπου καὶ η΄ ἀργὸν καὶ θανατικὸν κριθήσεται· ὲν τούτοις παράδοσις ἥ παράληψις δταν γένηται, ἐκ θανατικῶν προφάσεων ὠφελοῦνται, καὶ μάλιστα ὅταν ἀγαθοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσι,μείζονεςώφέλειαι γενήσονται· εἰ δὲ καὶ κακοποιοί, κρίσεις ἀμφιλογίαι ἔσονται ἕνεκα τῆς κατα καὶ ἐπικίνδυνον ἔτος καὶ ἐπίλωβον ἢ ἄπρακτον. ἐσθʼ ὅτε μὲν οὖν τῶν κακοποιῶν μόνων ἐπόντων ἢ σὺν Ηλίῳ ἢ Σελήνῃ ἦ Ἑρμῇ, καὶ φονικὰ ἐγκλήματα ἀναλαμβάνουσι καὶ καθʼ ἑαυτῶν κινδυνῶδές τι μηχανῶνται. ἐὰν δὲ καὶ τῆς Ἀφροδίτης ἐπῇ ἤ μσρτυρῇ, ἕνεκα φαρμακείας ἐπιταράσσονται ἥ ὡς ἐπίβουλοι διαβάλλονται. πλὴν θανάτου καὶ καταλείψεως δηλωτικοὶ οἱ τόποι τοῦ Κρόνου, κατὰ τὴν πρὸς Δία παράδοσιν κληρονομίας καὶ ὠφελείας ἐκ νεκρῶν ἀποτελοῦντες· ἐὰν οὖν καὶ αὕτη ἡ παράδοσις συνδράμῃ τῇ πρὡτῃ χρονογραφίᾳ, ἀπαραβάτως κληρονομίαι καὶ μεγάλαι ὠφέλειαι ἔσονται κατὰ τὴν τῆς γενέσεως ὑπόστασιν. ἐὰν δὲ τῆς διαιρέσεως οὔσης ταῖς Ἅιδου πύλαις τύχῃ ἡ αὐτὴ παράδοσις ἀπὸ Κρόνου καὶ εἰς Διὸς οῖκον, κληρονομία ἔσται. ἐὰν δὲ κατὰ μόνας ἡ παράδοσις ἔλθῃ, καὶ ὠφέλεια ἀπὸ νεκρικῶν· ὁμοίως δὲ [*](3 ποιήσονται V 5 παρατροπην S] παρο et supra πὴν vel φὴν V 6 γάμον Vb] γάμων Va ἐὰν δὲ θ΄ V 8 ὁόλους V, corr. S 18 ante ἀπὸ otiosum 21 ὦσιν V 22 καταλήφεως V 25 ἐγκλίματα V 27 ἕνεκα aut ἕνεκεν V φαρμίας V, corr. H διαλαμβάνονται V 28 καταλήφεως V 34 fors. del. καὶ aut scr. Κρόνου οἴκου εἰς)
181
κἂν τῷ αὐτῷ ζῳδίῳ ὄντες Κρόνος καὶ Ζεὺς παράδοσιν ἢ παράληψιν ποιήσωνται. ἀπὸ ἀγαθοῦ δαίμονος ἥ ἀγαθῆς τύχης ἥ κλήρου ἐἀν γένηται παράδοθις ἀγαθοποιῶν ἐπόντων, ἔσονται κληρονομίαι ἥ δωρεὰ ἥ ἀγαθοῦ τινος πρόφασις. ἐὰν δέ πως οἱ θανατικοὶ τόποι τοῖς ἀποκλίμασι τὴν παράδοσιν ποιήσωνται ἤ καὶ τὰ ἀποκλίματα τοῖς θανατικοῖς, ἐπὶ ξένης ἀπὸ ξένης θάνατόν τινος ἀκούσονται· τὰ γὰρ δ΄ ἀποκλίματα ξένων καὶ δούλων τόπον σημαίνουσιν. ὁμοίως δὲ καὶ οἱ Δίδυμοι καὶ ὁ Τοξότης καθολικῶς ἐπὶ πάσης γενέσεως τὸν περὶ δούλων τόπον σημαίνουσι διὰ κοσμικόν· ὡροσκοποῦντος γὰρ Καρκίνου ὁ περὶ δούλων τούτοις καταλήγει. ἐὰν οὖν ἑτέρῳ τις ζῳδίῳ τὸν περὶ δούλων τόπον ἔχῃ, δὲ τούτοις εὑρεθῶσι κακοποιοί, ἀπὸ δούλων ταραχάς καὶ ἀδικίας ὑπομενοῦσιν, ἔτι δὲ καὶ ζημίας καὶ θανάτους καὶ δρασμούς, καὶ μάλιστα τοῦ Χρόνου γενομένου κατὰ τούσδε τοὺς τόπους· ἐὰν δὲ ἀγαθοποιοὶ ἐπῶσιν, εὐνοηθήσονται καὶ ἐκ τῶν τοιούτων ὠφεἰείας παραδέξονται καὶ αὐτοὶ δὲ εὐεργέται εἰς αὐτοὺς γενήσονται ῃ καί τινας ἀναθρέψουσιν τέκνων μοίραις. αὐτὸ δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀποκλιμάτων νοείσθω.

Ἀπὸ δὲ ὑψώματος εἰς ὕψωμα παράδοσις γινομένη ἀγαθοποιῶν ἐπόντων ἢ μαρτυρούντων δοξαστικὴ καὶ ἐπωφελής, καὶ μάλιστα ἐὰν ἰδίῳ τόπῳ ὦσιν οἱ κύριοι. ὁμοίως δὲ καὶ ἀπὸ ἰδίων σἴκων εἰς ὑψώματα παραδιδόντες ἢ καὶ ἀπὸ ὑψωμάτων εἰς οἴους τῶν κυρίων ἐπόντων ἐνεργέστερα τὰ ἀποτελέσματα καὶ ἐπίδοξα δηλοῦσιν· ἀπὸ δὲ ταπεινωμάτων εἰς ταπεινώματα παραδιδόντες μέτριοι καὶ ἀνώμαλοι γίνονται. Κρόνος δὲ ἤ Ἄρης οἰκείως σχηματισθέντες καὶ ἀπὸ ἰδίων οἴκων ἥ ὑψωμάτων ἥ καὶ χρηματιστικῶν τόπων παραδιδόντες καὶ παραλαμβάνοντες μεγάλας εὐεργεσίας καὶ δόξας ἀποτελοῦσιν, μὲν οὖν τοῦ Κρόνου κληρονομίας, ἐγγείων κτημάτων, θεμελίων ἐπικαρπίας διοικήσεως παρεκτικὸς καὶ μυστικῆς ἐγχειρήσεως καὶ παλαιῶν πραγμάτων κατορθωτικός, ὁ δὲ τοῦ Ἄρεος ἡγεμονικός. τηρούντων δὲ τῶν ἀγαθοποιῶν καὶ Ηλίου καὶ Σελήνης οἰκείως ἐσχηματισμένων πρὸς αὐτοὺς μεγάλας τὰς προφανείας καὶ ὠφελίμους ἀποτελοῦσιν. ἀπόντων δὲ τῶν ἀγαθῶν καὶ τῶν φώτων ἐναντιουμένων καὶ ἀνοικείως ἐθχηματισμένων, Ερμοῦ δὲ παρεμ- [*](2 ποήσονται V 6 ἐπὶ ξένος Va 9 quod in mundi genitura horo- seopus in Cancro eat 16 παρέξονται V 22 possis ἐὰν (ἐν〉 aut (quod melius) ἰδιοτοπῶσιν 29 ἐγγίων V)

182
πλεκομένου κατηγορίας καὶ ἐναντιώματα καὶ μεγάλους κινδύνους καὶ ἐπιβουλὰς καὶ θορύβους καὶ καθαιρέσεις ἐπάγουσιν. ἐὰν δέ πως ἐπʼ ἀλλοτρίων ὑψωμάτων ἢ ἰδίων ἀνοικείως παράδοσιν παράληψιν ποιήσωνται, ἀπὸ ὕψους ἢ τετραπόδων καταρριπτοῦσι τραύμασί τε καὶ αἰμαγμοῖς ἢ ἐπικινδύνοις νόσοις περιτρέπουσιν ἐμπρησμοῖς τε ἥ ναυαγίοις περιτρέπουσι· τῆς δὲ γενέσεως βοηθουμένης καὶ ὑπόστασιν χρόνων ἐχούσης τῷ βίῳ καθαιροῦσιν τῇ δόξῃ. παρατηρητέον οὖν, εἰ οἱ τῆς αἱρέσεως ἡμερινῆς ἢ νυκτερινῆς ὄντες τοῖς λοιποῖς σχηματίζονται· ἐνεργέστεροι γάρ πρὸς ἀγαθὸν καὶ αὐτοὶ ὑπάρχουσι τῶν λοιπῶν ἀστέρων καὶ κατὰ τὰς οἰκείας παραδόσεις ἤ ἐπεμβάσεις μεγάλων ἀγαθῶν αἴτιοι καθίστανται· εἰ δὲ ἄλλως, κωλυτικοὶ καὶ ἐγκοπτικοὶ δόξης καὶ ὠφελείας. κατὰ τοῦτο δὲ κακοποιοὶ ὠνομάσθησαν, ἐπεὶ ζωῆς παραιρέται εἰσί, πρὸς δὲ τὰ λοιπὰ εὐεργετικοί· ἐπεὶ καὶ ὁ τοῦ Διὸς καὶ ὁ τῆς Ἀφροδίτης ταῖς παραδόσεσιν ἤ ἐπεμβάσεσι δυτικοὶ καταλαμβανόμενοι ἢ ἀνοικείως ἤ παραπεπτωκότες ἐπιτάραχον τὸν χρόνον καὶ δύσπρακτον καὶ ὑπερθετικὸν ἀποτελοῦσι καὶ τῶν προσδοκωμένων ἐλπίδων ἤ ὠφελειῶν παραιρέται γίνονται, πρὸς ἐπὶ τούτοις δὲ καὶ ζημίας ἐπάγουσι καὶ ψυχικάς βασάνους καὶ τοῖς διαπρασσομένοις κακίσεις.

Καθολικῶς οὖν ἐπὶ πάντων τῶν ἀστέρων παρατηρητέον· ἐπὰν γάρ ἀνατολικοὶ εὑρεθῶσι παραδιδόντες ἡ παραλαμβάνοντες καὶ τοῦ ἔτους κυριεύοντες ἢ τῶν καθολικῶν χρόνμων, κατὰ δὲ τὴν ἐπέμβασιν εἰς τούς χρηματιστικοὺς τόπους γένωνται καὶ τὴν ἀνατολὴν ποιήσωνται, προφανῶς τάς πράξεις ἀποτελοῦσι· ἡ γὰρ δύναμις αὑτῶν τότε διεγείρεται καὶ κἄτι τὴν ἰδίαν φύσιν ἕκαστος ἴδίον ἀποτελεῖ, ὁποίας γὰρ δυνάμεως καὶ ἀποτελέσματος κυριεύει κατὰ γένεσιν ἢ ὅ δηλοῖ ὁ ἐνιαυτὸς ἐφʼ οὖ ἐστι ζῳδίου, ἐκείνου ἐνεργήσει ἀποτέλεσμα. ἐὰν δὲ τὸν πρῶτον στηριγμὸν ἐπέχωσι καὶ ἀναποδιστικοὶ εὑρεθῶσι, τά τε προσδοκώμενα καὶ τὰ πράγματα καὶ τάς ὠφελείας καὶ τὰς ἐγχειρήσεις ὑπερθέσει ποιοῦσιν. ὁμοίως δὲ καὶ ταῖς ἀκρμρνυχίαις ἀσθενέστεροι καὶ ἐμποδιστικοὶ γενήσονται, φαντασίας μόνον καὶ ἐλπίδας προδεικνύντες. [*](4 ποιήσονται v καταρίπτοῦσι v 5 nempe del. περιτρέπουσιν fors. καθαίρεσιν θέντες〉 29 sententia non sana; fort. δεκνόντες V)

183
εἰ δέ πως δεύτερον στηρίζοιεν, τάς μὲν ὑπερθέσεις διεκλύουσι καὶ εἰς τὰς αὐτἀς πράξεις ἀποκαθιστῶσι καὶ εἰς εὐστάθειαν καὶ κατόρθωσιν τοῦ βίου ἄγουσιν ἐὰν δὲ ὑπὸ δόσιν φέρωνται, ἐγκοπὰς καὶ λύπας τοῖς διαπρασσομένοις ἐπάγουσιν, ἔτι δὲ καὶ σωματικούς κινδύνους καὶ ἀσθενείας καὶ κρυπτῶν τόπων πόνους. πολλάκις δὲ καὶ δόξας ἥ μεγάλας ἐλπίδας προδείξαντες ἐπὶ τὀ χεῖρον ἐτράπησαν. ἐπὰν οὖν κακοποιοῦ τι κατὰ γένεσιν ἀποτελοῦντος καὶ τὸν ἐνιαυτὸν ἔχοντος κατʼ ἐπέμβασιν κακοποιὸς ἐπεμβῇ, ἐπίτασιν τοῦ κακοῦ ποιήσεται· εἰ δὲ ἀγαθοποιός, παρηγορίαν τινὰ καὶ βοήθειαν. τὀ ὅμοιον δὲ καὶ ἐπὶ τῶν ἀγαθοποιῶν νοείσθω· ἐπὶ πάσης δὲ γενέσεως ἐξαιρέτως ὁ τοῦ Διὸς ἀστὴρ κατʼ ἐπέμβασιν γενόμενος ἐπὶ τοὺς ἐνιαυτούς ἢ τὰ τούτων τετράγωνα ἤ διάμετρα καλῶς μὲν ὄντων τῶν χρόνων ἢ χρηματιστικοῖς τόποις μεγάλας εὐεργεσίας καὶ δόξας ἀποτελεῖ, καὶ μάλιστα ἀνατολικὸς γενόμενος μᾶλλον ἐπισχύσει τῶν δοκούντων ἐπικρατεῖν τούς χρόνους· κακῶν δὲ ὄντων καὶ αὐτὸς κατʼ ἐπέμβασιν γενόμενος ἀσθενέστερος γενήσεται καὶ τὰς εὐεργεσίας καὶ δόξας ὑπερθέμενος μετέμωρος γενήσεται· εἰ δὲ ἀνατολικὸς τύχῃ, μετρίως παρηγορήσει ἢ ὠφελήσει.

Ὁ γ΄ ἢ ὁ θʼ τόπος ἀπὸ ὡροσκόπου παραδιδούς ἡ παραλαμβάνων ἀγαθοποιῶν ἐπόντων ξενιτείας ἐπʼ ἀγαθῳ ἀποτελεῖ ἡ ἐπὶ ξένης ῇ ἀπὸ ξένων πράξεις καὶ συστάσεις ἀποτελοῦσι· κἂν ὁισώματος ὁ τόπος τύχη, πλειστάκις ὠφεληθήσονται ἡ πολλὰ ξενιτεύσουσι. τινὲς μὲν οὖν τούτοις τοῖς τόποις χρῃματίζονται ἀπὸ θεοῦ καὶ τὰ μέλλοντα προγινώσκουσι καὶ θεῷ ἐκθυσίας ἡ εὐχὰς ῇ ἀναθήματα κατασκευάζουσι, τινὲς δὲ καὶ διὰ θεοῦ πρόνοιαν σθενειαν ἢ συνοχὴν ἢ αἰτίαν ἢ πάθος ἢ κίνδυνον οἱ ἐκφυγόντες θεῷ εὐχαριστοῦσιν. ὑποστάσεως δὲ μεγάλης οὔσης καὶ τῶν καθολικῶν χρόνων συνεπισχυόντων ἀπὸ βασιλέως δωρεὰς λαμβάνουσι καὶ πίστεις ἡγεμονικὰς ἢ ἐξουσίας, ἡ πραγμάτων καὶ αἰτίας διὰ βασιλικῆς τύχης ἐκπλοκὴν ποιησάμενοι ἐπίδοξοι καθίστανται· οἱ δὲ καὶ ναῦς ἢ ἱερὰ ἥ βασιλέων τύπους κατασκευάσαντες ἀείμνηστον φήμην ἀναλαμβάνουσι. κακοποιῶν δὲ ἐπόντων ἤ μαρτυρούντων [*](1 στρρίζομε V 2 πάξεις v, πράξεις H 13 καλῶς ut opinor toleran- dum 15 μᾶλλον] compendium in v quod Lego μέγιστον 24 πληστάκις V 25 i. e. deus eis χρηφατίζει 28 an διεκφυγόντες? 32 ἐκπλοκή etiam apud Artemid., IV, 57, ubl vox corrupta , Hercher non recte 33 an ναούς?)

184
τοῖς τόποις ἐπηρεάζονται ἐπὶ ξένης καὶ ζημίαις ἤ ἐνδείαις περιπίπτουσι καὶ οὐ διευθύνουσι κατὰ τὴν ξένην, πλάναις δὲ καὶ κινδύνοις περιτρέπονται καὶ ὡς ἀπὸ θεοῦ μῆνιν ἔχοντες διατελοῦσι μεμφόμενοι τὴν ἰδίαν εἱμαρμένην. τινὲς δὲ καὶ κατʼ ἐκείνους τοὺς χρόνους ἀρνοῦνται τὰ θεῖα καὶ ἐτεροσεβοῦσι ἤ ἀθεμιτοφαγοῦσιν· οἱ δὲ καὶ προγνώσει γίνονται καὶ χρηθμοδοσίαις ἢ μαντείαις ἢ ὡς μανιώδεις λαμβάνονται· οἱ δὲ καὶ μείζονι τύχη καὶ δόξη καθεστῶτες ἀπὸ ξένης ἤ ἀπὸ ξένων ταραχὰς ἀναδέχονται περιβοησίας τε καὶ ὄχλων ἐπαναστάσεις ἤ πόλεων, ὦν χάριν κίνδυνον οὐ τὸν τυχόντα διὰ τὴν περὶ αὐτῶν πίστιν ὑπομένουσιν ἔχθρας τε καὶ προδοσίας· ἔσθ᾿  ὅτε μὲν οὖν καὶ κατηγορίαις περιπεσόντες καὶ βασιλικοῖς φόβοις καθαίρεσιν δόξης καὶ βίου κομίζονται.

Πρὸ πάντων οὖν ἀναγκαῖον πάσης γενέσεως τὴν ὑπόστασιν καὶ τὴν τάξιν ἐπιγνόντας οὕτως καὶ τἀς τῶν ἀστέρων καὶ τῶν ζῳδίων ἁρμόζεσθαι φύσεις, ἶνα μὴ αὐτὸ ἀποτέλεσμα ἐπὶ τῶν μετρίων καὶ ἐνδόξων λέγηται, ἀλλὰ διάφορον. καὶ γὰρ ἕκαστος ἀστὴρ καὶ ἕκαστον ζῴδιον καὶ μετρίαν ἔχει φύσιν εὐεργεσίας ἤ κακώσεως καὶ ἔνδοξον ἐπέχει ἤ μείζονα κάκωσιν· ὅθεν καὶ μεγάλων ἀγαθῶν αἴτιοι καθίστανται, ὁτὲ δὲ κακῶν. ἐπὰν οὖν ἐπίσημον καὶ λαμπρὰν ὑπόστασιν εὕρωμεν διαφυλασσομένην ὑπὸ τῆς τῶν ἀγαθῶν μαρτυρίας ταῖς χρονικαῖς παραδόσεσικακοποιῶν ἐχόντων τούς χρόνους ἡ καὶ κατὰ τὴν ἐπέμβασιν τοῖς κέντροις ἡ χρηματιστικοῖς τόποις ἐπεληλυθότων, οὐδὲν λέγομεν ἄτοπον πείσεσθαι τὴν γένεσιν τὰς δὲ οἰκονομίας ὡς παντελῶς ἀτάκτως διοικήσει καὶ περιβοησίας ἤ ψόγους ἀναδέξεται ἔν τε θορύβοις καὶ φόβοις γενήσεται. ἐὰν δέ πως ὁ Ἥλιος ἤ ἡ πανσέληνος κακωθῇ, παράνομόν τι καὶ βίαιον διαπραξάμενοι ταραχάς τε καὶ πολυθρυλήτους χάριν ἐπιθορύβως διάγουσιν. ἐπὶ τῶν οὖν τοιούτων συγκρίνειν [*](3 μήνην V 5 ἑτέραω σέβουσι V 6 Christianorum θύεστεια δεῖπνα ei observari videntur; de vetitis Aegyptdorum cibis monet Cumont (cf. Cαtal., V, 199, 19; 202, 30) [aIia praebet Wellmann, Fragmensammlung,, I. 30, adn], non recte opinor 7 μαντείας V (as Vb ex?) συλλαμβ. Cumont 17 an ἐναρμόζεσθαι? 20 an ἐπέχει ? non opus καὶ μὲν〉 24 fors, del. τὴν 25 ἐπιλεληλυθότων V, corr. dubitans 26 ὁιοι- κήσεις V)

185
δεήσει τὴν τῶν ἀγαθοποιῶν συμπαρουσίαν ἡ μαρτυρίαν, ἵνα αἱ αἰτίαι παρεκδράμωσιν, ἤγουν καθαιρέσεις καὶ ἀτιμίας προλέγειν. ἐὰν δὲ μόνη ἡ Σελήνη ἤ ὁ ὡροσκόπος κακωθῇ, διὰ σκυλμούς σωματικούς καὶ ἐπισφαλεῖς νόσους ἀφαντασίωτος ἡ τῆς ἀρχῆς δόξα γενήσεται ἀνιαρά τε καὶ ἐπώδυνος τοῖς κεκτημένοις. ἐὰν δέ πως ἡ ὑπὁστασις τῆς γενέσεως ἄπρακτον καὶ ἰδιοπράγμονα βίον διάγουσα εὑρεθῇ, οὔτε ταῖς τῶν χρόνων παραδόσεσιν οὔτε ταῖς τῶν κατʼ ἐπέμβπσιν σχηματογραφίαις χρή λέγειν ποικίλα καὶ παράδοξα πράγματα οὔτε καινοποιίας πράξεων ἤ μεταβολάς, οὔτε τούς πάνυ εὐδαίμονας οἱ κακοποιοὶ ἐπεμβάντες εἰς τοὺς χρηματιστικοὺς τόπους καταβλάψουσιν οὔτε μὴν οἶ ἀγαθοποιοὶ τοὺς μετρίους ὠφελήσουσι διὰ πρόληψιν καθολικὴν ὑπάρχειν, ἣν ἀλλάξαι τὰ κατά μέρος οὐ δύνανται. εἰσὶ μὲν οὖν πολλαὶ γενέσεις ἀπὸ μεγάλης τύχης καὶ δόξης εἰς ταπεινότητα κατερχόμεναι, ἄλλαι δὲ ἀπὸ μετρίας τύχης καὶ ἀπὸ γένους ἀδόξου εἰς εὐδαιμονίαν καὶ περιφάνειαν καταντῶσαι. ἐπὰν οὖν εἰς ὕψος φερομένη ἡ γένεσις εὑρεθῇ ἐκ τῶν καθολικῶν αἱρέσεων, ταῖς κατὰ μέρος χρονογραφίαις ἀγαθοποιῶν μὲν ἐχόντων τοὺς χρόνους λαμπραὶ ἐπισημασίαι καὶ ὠφέλειαι καὶ προκοπαὶ παρακολουθήσουσι, κακοποιῶν δὲ ἐχόντων μετεωρισμοὶ καὶ ταραχαὶ καὶ ἐνοχλήσεις θωματικαί, ἡ δὲ ὑπόστασις ἀκαθαίρετος διαμενεῖ. ἐὰν δέ πως ή γένεσις εἰς ταπεινότητα φέρηται ἐκ τῆς καθολικῆς ὑποστάσεως, οἱ μὲν ἀγαθοποιοὶ τοὺς ἐνιαυσίουςχρόνους λαβόντες ἤ ἐπεμβάντες ἀσθενέστεροι εἰς εὐεργετεῖν γενήσονται, παραχωρήσουσι δὲ τοῖς κακοποιοῖς εἰς καταβλάψαι τὴν γένεσιν. οὕτως οὖν πάντοτε οὔτε οἱ ἀγαθοποιοὶ ἀγαθοποιὸν τόπον ἐπέχουσιν οὔτε μὴν οἶ κακοποιοὶ κακοποιόν, ἀλλὰ διὰ τῆς καθολικῆς ὑποστάσεως εἰς τάς κατὰ μέρος χρονογραφίας ἐναλλασσόμενοι καὶ γινόμενοι ἀγαθοποιοὶ ---.

Ἄλλως τε τὰς πράξεις ἑκάστης γενέσεως δεῖ ἐξετάζειν, πότερον ἀπὸ Ἑρμοῦ ἡ Ἄρεος ἤ Ἀφροδίτης ἢ Κρόνου τὴν ἐνέργειαν ἔχει ἢ ἀπὸ Ἡλἰου καὶ Σελήνης καὶ Διός, ἴνα ἔνδοξος ἡ ὑπόστασις εὑρεθῇ. οὕτως γὰρ ταῖς παραδόσεσιν ἕκαστος τῶν ἀστέρων καλῶς σχηματισθεὶς ἢ κατὰ τὴν ἐπέμβασιν ἐπελθών, περὶ τὴν τῆς πράξεως ἀσχολίαν ὠφέλιμος καὶ δοξαστικὸς γενήσεται ὁ ἐνιαυτός. οῖον ἐὰν ἔλθῃ Κρόνος ἐπὶ Ἡλἰου ἤ Σελήνης τόπους, περὶ ἃ δηλοῦσιν ἐκ τῆς ἰδίας φύσεως ὁ Ἥλιος ἤ ἡ Σελήνη ἤ οἱ τόποι. περὶ ἐκεῖνα καταβλάψει· ὁμοίως δὲ κὰν ἐπʼ αὐτοῦ ὁ ἐνιαυτὸς [*](2 verba subobscura 12 ἥι] V 28 possis ἐναλλάσσονται γινόμενοι ἀγ. 32 nominativum absolutum toleravi)

186
ἢ πρὸς αὑτὸν ἐκπέσῃ, ἤτοι ὅπου ἔκειτο κατὰ γένεσιν ἢ ὅπου κατὰ τὴν ἐπέμβασιν, περὶ ἐκεῖνα ἐροῦμεν τὰ ἀποτελέσματα. καὶ οἱ λοιποὶ δὲ τῶν ἀστέρων καὶ ὁ Ἥλιος καὶ ἡ Σελήνη τῷ σχολαστικῷ τόπῳ γενόμενοι καὶ χρονοκρατοῦντες ἐνεργέστεροι καθίστανται, ἐναντιούμενοι δὲ ἐπιτάραχοι. ἐπὶ πάσης δὲ γενέσεως ὁ ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ἐνιαυτὸς ἐάν τι μηνύῃ, ἀπαράλλακτον καὶ ἤτοι ἀγαθὸν ἤ φαῦλον. οἶον ἐὰν πρὸς Ἀφροδίτην ἢ Δία ἐκπέσῃ ἢ εἰς χρηματιστικούς τόπους, ἀγαθόν· εἰ δὲ πρὸς Κρόνον ἢ Ἄρεα ἢ κεκακωμένους τόπους, φαῦλον· ἐὰν δὲ πρὸς ἀμφοτέρους ᾐ παράδοσις γένηται, ἃ δηλοῦσιν οἱ ἀστέρες ἢ οἱ τόποι, τῷ ἔτει γενήσονται· ἐὰν δὲ αἰ τρεῖς ψῆφοι ἀνόμοια δηλοῦσι, ποικίλον ἔτος καὶ ἀνώμαλον γενήσεται. βέλτιον μὲν οὖν καὶ τοῖς ἀγαθοποιοῖς τοὺς κακοποιούς παραδιδόναι ἢ τοῖς κακοποιοῖς τοὺς ἀγαθοποιούς· ἐὰν δὲ ἀστὴρ ἀστέρι παραδιδῷ ὄντι ἐνὶ ζῳδίῳ τουτέστιν οἰκοδέκτωρ γενόμενος τοῖς χρηματιστικοῖς τόποις, πρακτικὸν τὸν χρόνον ἀποτελεῖ.

Δοκεῖ δὲ καὶ οὖτος ὁ λόγος φυσικὸς ὑπάρχειν, ἵνα ἀπὸ ἑκάστου τόπου σημαίνοντός τι ἡ ἄφεσις τῶν ἐτῶν γένηται, οἷον ἀπὸ τοῦ μεσουρανήματος ὅταν περὶ πράξεως ζητῶμεν, καὶ ἀπὸ τοῦ περὶ γάμων, ὅταν περὶ γυναικός, καὶ ἀπὸ τοῦ περὶ δούλων, ὅταν περὶ σωμάτων, καὶ ὁμοίως ἀπὸ τοῦ περὶ τέκνων. Εὰν οὖν εὕρωμεν εἰς τὸν καταλήξαντα τόπον ἀγαθοποιούς ἐπόντας ἥ μαρτυροῦντας ἥ καὶ χρηματιστικὸν ζῴδιον, ἐροῦμεν κατόρθωσιν ἤ ὠφέλειαν ἥ καταθυμίαν προαιρέσεως τὴν ἔκβασιν. ἐπὶ παντὸς δὲ εἴδους τὸν οἰκοδεσπότην τοῦ οἰκοδεσπότου συνθεωρεῖν δεήσει, ποίῳ ζῳδίῳ ἔπεστι καὶ πῶς ἐσχημάτισται· ἐὰν γὰρ ὁ οἰκοδεσπότης τοῦ ζῳδίου κακῶς πεσὼν αἴτιόν τι δηλοῖ, ὁ δὲ τούτου οἰκοδεσπότης καλῶς πέσῃ, ἀντανάλυσις τοῦ κακοῦ γενήσεται καὶ ἀπὸ μέρους ὠφέλεια ἤ τῶν προσδοκωμένων κατόρθωσις· λαμβάνουσι δὲ καὶ πίστεις τινὲς ἢ δωρεάς ἀπὸ μειζόνων ἢ βασιλικῶν προσώπων, τῶν καθολικῶν χρόνων ὑπὸ Ἡλίου καὶ Σελήνης ἢ τῶν ἀγαθοποιῶν διακρατουμένων καὶ τῆς ἐπιδιαιρέσεως καλῆς γενομένης. μάλιστα δὲ καθολικῶς ἐπὶ γενέσεως, ἐὰν Ζεὺς Κρόνον καθυπερτερῇ ἢ καὶ τετράγωνος ἢ τρίγωνος ἢ διάμετρος ὑπάρχη ἢ συμπαρῇ, ὁμοίως δὲ καὶ ἐὰν Ἄρης τρίγωνος ἢ τετράγωνος ἢ τῇ ἐπικαταδύσει εὑρεθῇ Διὸς τῳ ὑπογείῳ ὄντος, μείζονες αἱ δωρεαὶ καὶ ἐπωφελεῖς. ἐπὶ δὲ τῶν παρεχομένων ἑτέροις δωρεὰς ἢ φιλοδοξούντων εἰς δήμους καὶ ἀναλισκόντων εἰς ὄχλους, ἐὰν μὲν ὑπὸ Κρόνου καὶ [*](3 novum loci nomen 6 de integritate dubito 28 ἀντανάλησις V 29 προδοκμωμένων V)

187
Ἄρεως Ἑρμῆς εὑρεθῇ ἀκαταμαρτύρητος ἐπὶ γενέσεως ὑπὸ ??ιὸς καὶ Ἀφροδίτης μαρτυρούμενος, φιλόδοξοι γενήσονται καὶ πλείστης εὐφημίας μεθέξουσι καὶ τιμῆς· ἐὰν δὲ ὑπὸ Ἄρεως ἐπιθεωρηθῇ, μετάνοιαν καὶ μέμψιν καὶ ταραχὴν ἕξουσι καὶ εὐθρυλλήτους περιβοησίας, κἢν ἐκτενῶς εἰς τὰς ἀναλώσεις ὑπαχθῶσιν· ἐὰν δὲ ὑπὸ Κρόνου, πεφεισμένως καὶ ἐπιψόγως ἦ ἐπικινδύνως διατελοῦσιν· ἐὰν δὲ καὶ ὑπὸ ἀγαθοποιῶν, ἀμφότερα συμβήσεται.