Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τῶν καθολικῶν καὶ χρονικῶν διαιρέσεων κατ᾿ οἰκειότητα οὕτως διατεταγμένων νῦν καὶ περὶ ἐνιαυτοῦ χρηματιστικοῦ καὶ τῆς τούτων ἀκολουθίας λεκτέον. ὀλίγα δέ τινα πρότερον εἰπεῖν πρὸς τοὺς τὰ τοιαῦτα γεγραφότας ἀναγκαῖον. οἱ πολλοὶ τὴν τῶν χρόνων διαίρεσιν ποικίλως καὶ ἐπιφθόνως ἐκθέμενοι οὐδεμίαν ἀληθείας αἵρεσιν παρέδωκαν, ἱκαναῖς δʼ ἀγωγαῖς τὸν τόπον καθείρξαντες πλάνην μεγίστην καὶ ἀΐδιον ζήτησιν τοῖς ἐντυγχάνουσι κατέλιπον. τινὲς μὲν γὰρ ἀπειρίᾳ ἐνεχθέντες διὰ τῆς τῶν λόγων [*](6 cf. ad 170, 36 7 ἀφελείας V 10 fors. ἄλλος 15 nempe ἐν αἰτίᾳ γεν. 19 fors. λύσιν 〈ποιεῖσθαι καὶ〉 20 per totum signiferum distribue dies quos stellae dant secundum domicilia, ita tamen ut Capricorno non 75 sed 67 1/2 des: habebis 527 1/2 dies 23 re vera sunt 43 23/24 dies 24 μερικῆς scripsi dubitanter] μ V 52 κατέλειπον Va)

172
ὕλης ψευδεῖς αἱρέσεις εἰσενεγκάμενοι ἐξηπάτησαν πολλούς, ?ἕτεροι δὲ τὴν δύναμιν τῆς πραγματείας ἰδόντες καὶ τὰς ἀρχὰς ἐκθέμενοι τὰς ἐπιλύσεις οὐκ ἐποιήσαντο διὰ τὸν φθόνον. ἡμεῖς δὲ πολλὴν μὲν χώραν διοδεύσαντες καὶ τὴν Αἴγυπτον διελθόντες διδασκάλοις φιλαργύροις περιπεσόντες τὰς μὲν τῶν χρημάτων δόσεις ἐποιησάμεθα διὰ τὴν περὶ τὸ ἔργον ἐπιθυμίαν, τῆς δʼ ἀληθείας μὴ τυγχάνοντες ἐγκρατέστερον καὶ αὐτάρκη ἑλόμενοι βίον περὶ ἕτερα ἠσχολήμεθα. ἐπεὶ δὲ τὸ πρόβλημα τῶν πλείστων καὶ μαθημάτων καὶ τῶν καθολικῶν χρόνων διαίρεσις ἀνθεῖλκον ἡμᾶς καὶ μείζω τὴν ἐπιθυμίαν κατεσκεύαζον, ἀνάγκη τὴν ἐπιμονὴν ἐποιούμεθα. διαβολῆς δὲ γενομένης περὶ τὰς καθολικὰς τῶν διαιρέσεων ἀγωγάς, αἷς τινες μὲν ἐχρήσαντο πρὸς τὰς τῶν ὁρίων ἀκολουθίας, ἕτεροι δὲ πρὸς τὰς μικρὰς περιόδους, οἱ δὲ πρὸς τὰ δωδεκατημόρια, ἃ συνάγεται ἔτη ι΄ καὶ μῆνες θ΄, ἄλλοι δὲ πρὸς τὰ ὑψώματα, αἱ δὲ τούτων ἐπιδιαιρέσεις τὰς ἐκβάσεις ψευδεῖς ἐσήμαινον — ἔδοξεν καὶ ἡμῖν αἴσχιστον ὑπάρχειν διορίζεσθαι ἀποτέλεσμα ἔτεσι β΄ ἢ ι΄ ἢ ζ΄, ἀλλὰ ζητῆσαι μεριστικοὺς καὶ ἐνιαυσιαίους χρόνους. καὶ δὴ πολὺν μὲν χρόνον ἀνιαρῶς διήγομεν καὶ ἐπιλύπως τὰς μεταβολὰς τῶν τόπων ποιούμενοι τοῖς περὶ τὰ τοιαῦτα ἐσπουδακόσι συμμίσγοντες διάπειραν ἐλαμβάνομεν, μέχρις οὗ τὸ δαιμόνιον βουληθὲν διά τινος προνοίας τὴν παράδοσιν ἔν τινι τόπῳ πεποίηται διά τινος φιλομαθοῦς ἀνδρός. ἀρχὴν οὖν λαβόμενοι καὶ πολὺν πόνον εἰσενεγκάμενοι κατελαβόμεθα τοῦ σκοποῦ, ὅν καὶ ἐκτησάμεθα ἐπεισενεγκάμενοι καὶ αὐτοὶ πολλὰς δυνάμεων εὐχρηστίας. ἐκ γὰρ τῆς καθημερινῆς τριβῆς καὶ πολυάνδρου συμβολῆς καὶ τῆς τῶν παθῶν αὐτοψίας ἱερὰν μὲν καὶ ἀθάνατον τὴν θεωρίαν ἐκρίναμεν, ἄφθονον δὲ τὴν μετάδοσιν ποιησόμεθα, ἐπειδὴ δοκεῖ συνεκτικώτατον κεφάλαιον παρὰ τὰ λοιπὰ ὑπάρχειν. τούτου γὰρ ἄνευθεν οὐδὲν οὔτε ἐστιν οὔτε ἔσται· ἀρχὴν γὰρ καὶ τέλος ἔχει προγινωσκόμενον.

Ὁρκίζω σε, ἀδελφέ μου τιμιώτατε, καὶ τοὺς μυσταγωγουμένους ταύτῃ τῇ συντάξει οὐρανοῦ μὲν ἀστέριον κύτος καὶ κύκλον δυοκαιδεκάζῳδον Ἥλιόν τε καὶ Σελήνην καὶ τοὺς πέντε πλανήτας ἀστέρας, διʼ ὧν ὁ πᾶς βίος ἡνιοχεῖται, αὐτήν τε τὴν πρόνοιαν καὶ τὴν [*](7 αὐτάρκως V 8 sequentia corrupta, possis καὶ μαθηματικωτάτων 〈ὂν〉 καὶ 〈ἡ〉 τῶν 10 κατασκεύαζον V ut vid. 12 ἃς, V 13 τὰ] τὰς V 14 ι΄] ρ΄ V 18 δεῖ V 19 ἐπὶ λύποις V 20 non opus συμμιγέντες 24 ἐκτησόμεθα V (an ἐκθησόμεθα?) 28 παρὰ aut περὶ V 31 fors. 〈ὅθεν〉 ὁρκίζω 32 ἀστήρικτον V possis δυοκαίδεκα ζῳδίων sed verbum male fictum mutare dubito)

173
ἱερὰν ἀνάγκην, ἐν ἀποκρύφοις ταῦτα συντηρῆσαι καὶ μὴ μεταδοῦναι τοῖς ἀπαιδεύτοις, εἰ μὴ τοῖς ἀξίοις καὶ δυναμένοις διαφυλάσσειν καὶ ἀμείβεσθαι δικαίως, αὐτῷ τε ἐμοὶ Οὐάλεντι τῷ εἰσηγησαμένῳ ἀείμνηστον καὶ ἀγαθὴν φήμην ἀπονέμειν, καὶ μάλιστα ἐπιγνόντας τὸ ἄφθονον καὶ τὸ τῆς ἀληθείας μέρος ὡς ὑπὸ οὐδενὸς ἀνδρὸς ἐπιλελυμένον αὐτὸς ἐφώτισα, μηδὲ παρέντας τὸ ἐμὸν ὄνομα ἑτέρους ἐπεισφέρειν ταύτῃ τῇ συντάξει μηδὲ λωβῆσαί τι τῶν προγεγραμμένων ἢ μελλόντων λέγεσθαι πρὸς τὸ ἀθετῆσαι τοὺς ἐντυγχάνοντας καί μοι ψόγον ἐπενέγκαι. καὶ ταῦτα μὲν διαφυλάσσουσιν οἱ προειρημένοι θεοὶ πάντες εὐμενεῖς ἔσοιντο καὶ βίος εὐσταθὴς καὶ καταθύμιος λογισμῶν συντέλεια, ἐπιορκοῦσι δὲ τὰ ἐναντία, μήτε γῆ βατὴ μήτε θάλασσα πλωτὴ μήτε τέκνων σπορά, τυφλός τε νοῦς καὶ πεπεδημένος ὑπάρχων ἀσχήμονα βίον καὶ ἀνεπίτευκτον ἀγαθῶν ἐπάγοι. ἐὰν δὲ τις καὶ μετὰ θάνατόν ἐστι κακῶν τε καὶ καλῶν ἀμοιβή, κἀκεῖ τῶν ὁμοίων μεταλάβοιεν. ὅθεν εἰ καὶ μετὰ τὴν ἐπίγνωσίν τις τῆς ἐνθάδε διδασκαλίας ἐν ἑτέρῳ συντάγματι αἰνιγματωδῶς εὕροι προκειμένην τὴν αἵρεσιν, οὐκ ἐκείνῳ δεῖ ἐγκώμιον ἀπονέμειν, ἀλλὰ ἡμῖν χάριν ὁμολογεῖν ὡς οὐ μόνον προμηνυταῖς ἀλλὰ καὶ εὑρεταῖς πολλῶν γενομένοις καὶ συγκοσμήσασι τὴν αἵρεσιν· καὶ γὰρ πολλοὶ ἀφθόνως τινὰ παραλαμβάνοντες μετὰ φθόνου συνέταξαν. διὸ προτρέπομαι τοὺς μάλιστα ἐντυγχάνοντας ταύτῃ τῇ συντάξει καὶ εἰς ἀθάνατον χῶρον εἰσερχομένους ἐπί τινας χρόνους καὶ θεῶν χορείας καὶ μυστήρια κατοπτεύσαντας ἰσόθεον δόξαν ἐπαναιρουμένους ἀποτίθεσθαι μὲν τὰς πολλὰς τῶν αἱρέσεων καὶ βίβλων ἀγωγάς, ἐγγυμνασθέντας δὲ τῇ πινακικῇ καὶ φυσικῇ τῶν ἀστέρων καὶ ζῳδίων θεωρίᾳ καὶ τῶν πρὸς τὰ φαινόμενα κανόνων πραγματείᾳ ταύταις ταῖς ἀγωγαῖς προσέχειν καὶ ταῖς προσυντεταγμέναις· καὶ πρὸς μὲν μοιρικὴν διάκρισιν μοιρικῶς τοὺς ἀστέρας συνορᾶν, πρὸς δὲ ζῳδιακὴν ὁμοίως, ἵνα καὶ τὸ λεγόμενον μετʼ ἀληθείας λέγηται. πολλάκις γὰρ αὐτὸς ἐγὼ κατελαβόμην κατὰ μὲν τὴν τῶν ἐκβάσεων χρονογραφίαν ἐν ἑτέροις ζῳδίοις ὄντας τοὺς ἀστέρας καὶ κατὰ τὰ φαινόμενα ἐν ἑτέροις, καὶ μάλιστα ὅταν ἐν ἀρχῇ ἢ ἐπὶ τέλει τῶν ζῳδίων ὦσιν, ὁμοίως δὲ καὶ ἐν τοῖς στηριγμοῖς καὶ ἐν ταῖς ἀκρωνυχίαις διαπταίοντας. δεῖ οὖν ἀκριβῶς ἐπιγνόντας, ἐν ποίοις τε εἰσὶ ζῳδίοις ἢ μοίραις, καὶ μάλιστα τὸν ὡροσκόπον τὴν διάκρισιν ποιεῖσθαι.

[*](2 post καὶ ἀπαιδεύτοις repetit Va 5 μέρος suspectum 13 αὐχήμονα V 14 ἀγαθὸν V, corr. H ἐπάγει Va 17 προσκειμένην V εὕρεσιν V 18 δεῖ] δὴ V 35 nolui ἀκρονυχίαις)
174

Ἀρχὴ δὲ τῆς ὑφηγήσεως ἔστω ἐντεῦθεν. τὰ καταγόμενα ἔτη τῆς γενέσεως σκοπήσαντες ἐκκρούομεν ὁσάκις δυνάμεθα δωδεκάδας, τὸν δὲ περιλειπόμενον ἀριθμὸν ἐπὶ τὸν δυνάμενον παραλαβεῖν ἀποδόντες ἐπιγνωσόμεθα, τίνι παραδίδωσι τὸ ἔτος. τὸ δὲ λεχθὲν σύντομον μὲν ἔχει τὴν κατάληψιν, τὴν δὲ διάκρισιν ποικίλην. πάντες οὖν οἱ ἀστέρες καὶ ὁ ὡροσκόπος καὶ Ἥλιος καὶ Σελήνη παραδώσουσιν ἀλλήλοις καὶ ἀντιπαραλήψονται. ἔστω δὲ ἐπὶ ὑποδείγματος, ἵνα σοφωτέραν τὴν εἴσοδον ποιησώμεθα, Ἥλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ. Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Παρθένῳ· ζητοῦμεν ἔτος λε΄. ἀφεῖλον δωδεκάδας δύο, ἃ ἐστιν κδ΄ λοιπὰ ια΄· λογιζόμεθα οὖν τὰ ια΄ ἀπὸ ποίου ἀστέρος ἐπὶ ποῖον φθάνει· εὕρομεν οὖν ἀπὸ τοῦ ὡροσκόπου καὶ Ἄρεος ἐπὶ Κρόνον ἐν Καρκίνῳ καὶ πάλιν ἀπὸ Σελήνης ἐπὶ Ἄρεα τὰ ια΄ καὶ ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην. αὗται πᾶσαι αἱ παραδόσεις ἐνεργοῦσιν ἐν τῷ λε΄ ἔτει· καὶ καθʼ ἣν ἕκαστος τῶν ἀστέρων ἀποτελέσματος δύναμιν ἔχει, ἀποτελέσει ἤτοι ἀγαθὴν ἢ φαύλην ἐν ταῖς παραδόσεσιν, ἃς ἐν τῷ προϊόντι λόγῳ σημανοῦμεν.

Συγκρίνειν οὖν δεῖ καὶ ὁπόταν πολλαὶ παραδόσεις γένωνται, πότερον αἱ τῶν ἀγαθοποιῶν ἢ τῶν κακοποιῶν πλεονάζουσι, κἀκείνοις τὸ βραβεῖον ἀπονέμειν· ἐὰν δὲ ἐξ ἴσου, ἀνώμαλον καὶ ποικίλον τὸ ἔτος κριθήσεται. καθολικῶς μὲν οὖν ἐπὶ πάσης γενέσεως δεήσει ἀπὸ Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου διεκβάλλειν τοὺς ἐνιαυτούς, καὶ ἐὰν εἰς κενοὺς τόπους ἐκπέσωσι, τοῖς κυρίοις τῶν ζῳδίων ἔσονται παραδεδωκότες. αὗται αἱ τρεῖς ψῆφοι πολλὴν δύναμιν ἔχουσι, πότερον εἰς ἀγαθοποιοὺς ἡ παράδοσις γέγονεν ἢ εἰς κακοποιοὺς ἢ καὶ εἰς ἐπικέντρους ἢ χρηματιστικοὺς τόπους ἢ ἐκκέντρους. εἶθ᾿ οὕτως σκοπεῖν καὶ τὴν τῶν ἄλλων ἀστέρων παράδοσιν· ἐὰν γὰρ κακοποιοὶ τὸ ἔτος διακρατῶσιν, αἱ δὲ τρεῖς ἀφέσεις ἀγαθοποιΐας δύναμιν ἔχωσιν, ἐστι μὲν τὸ ἔτος πρακτικὸν καὶ ἐπίσημον, μετὰ δέ τινος ἀμφιλογίας καὶ φόβων καὶ σκυλμῶν. ἐὰν δὲ μηδεὶς τῶν ἀστέρων ἀστέρι παραδώσῃ, ἀλλʼ εἰς κενοὺς τόπους ἡ διαίρεσις φέρηται, δεῖ καὶ τοῖς κενοῖς τόποις προσέχειν· καὶ μάλιστα ἐὰν κατʼ ἐπέμβασιν ἐπῶσί τινες, παραλήψονται· καὶ ἀπὸ τοῦ κλήρου τῆς τύχης δεῖ ἐκβάλλειν καὶ ἀπὸ τοῦ δαίμονος καὶ ἔρωτος καὶ ἀνάγκης· ἐκ τούτων γὰρ καὶ τὰ καιρικὰ πάθη καὶ αἱ εὐεργεσίαι καὶ οἱ κίνδυνοι παραλαμβάνονται. φυσικώτερον δὲ [*](3 τὸν alterum] τὸ V 5 κατάλειψιν Vb 8 nempe σαφεστέραν 12 ουν dubitans scripsi pro compendio codicis 17 nempe ἀγαθὸν ἢ φαῦλον 30 an ἔσται? 32 παραδώσῃ mutare nolui 33 τύποις calamo renitente V 34 fors. τινες 〈οἳ〉)

175
καὶ ἀπὸ τῶν κέντρων δεῖ ἐκβάλλειν καθάπερ γὰρ καὶ ἐπὶ τῶν καθολικῶν καὶ κοσμικῶν, εὑρίσκεται τὸ ὅμοιον καὶ ἐπὶ τῶν ἀνθρώπων. ἐκ γὰρ τῆς τοῦ κυνὸς ἐπιτολῆς τὸ ἔτος καὶ τὰ δ΄ κέντρα ἀνακυκλεῖται διὰ τῆς τετραετηρίδος, πλὴν ἐν διαφόροις οἱ ἐνιαυτοὶ γίνονται παρὰ τὰς τῶν ἀστέρων σχηματογραφίας καὶ φάσεις καὶ τὰς κατὰ καιρὸν ἐπεμβάσεις. ὁμοίως δὲ καὶ ὁ Ἥλιος τετραγωνίσας ποιεῖ κινήσεις μεγίστην ἐλαχίστην δύο μέσας καὶ τὸν κύκλον διὰ δ΄ τροπῶν διευθύνει· ἔστι δὲ καὶ Σελήνης σχήματα φυσικὰ δ΄, σύνοδος διχότομος πανσέληνος διχότομος β΄· καὶ αὐτὸ δὲ τὸ κοσμικὸν καὶ ἐπίγειον κατάστημα ἐκ δ΄ στοιχείων καὶ ἐκ δ΄ ἀνέμων συνέστηκεν. εἰ οὖν ταῦτα οὕτως ἔχει, ἀναγκαῖον καὶ ἐπὶ τῶν γενέσεων τὰ δ΄ κέντρα χρηματίζειν καὶ ἀπολύειν ἀπʼ αὐτῶν τοὺς ἐνιαυτοὺς καὶ συγκρίνειν τούς τε κατὰ γένεσιν ἀστέρας καὶ τὰ ἰδιώματα τῶν κέντρων καὶ τῶν ζῳδίων. δεῖ δὲ καὶ τὴν κοσμικὴν σύνοδον προγινώσκειν καὶ τὴν τοῦ κυνὸς ἐπιτολὴν καὶ τὴν ὥραν, εἰ τροπικῶς ὡροσκοπεῖ, καὶ τὸν τῆς τοῦ κυνὸς ἀνατολῆς κύριον· οὕτως γὰρ καθολικὸς ὁ τοῦ ἔτους οἰκοδεσπότης κριθήσεται, κυκλικοὶ δὲ οἱ τῶν τόπων κύριοι. ὁμοίως δὲ καὶ ἐπὶ ἑκάστης γενέσεως καὶ ἀντιγενέσεως καθολικὸς μὲν ὁ τοῦ ἔτους κύριος, κυκλικὸς δὲ ὁ τῶν συνόδων ἢ πανσελήνων. δεῖ οὖν συγκρίνειν, εἰ ὁ καθολικὸς καὶ κοσμικὸς τῷ τῆς γενέσεως καθολικῷ προσοικείωται ἢ ὁ αὐτός ἐστιν, ὁμοίως δὲ καὶ εἰ οἱ κοσμικοὶ κυκλικοὶ τῆς γενέσεως σύμφωνοι ἢ οἱ αὐτοί. πρὸς ἐπὶ τούτοις δὲ καὶ τὰς ἐκλείψεις παρατηρητέον, ἐν ποίοις τόποις τῆς γενέσεμως γεγόνασιν, ἤτοι χρηματιστικοῖς ἢ ἀχρηματίστοις, ἔτι δὲ καὶ τὰς ἀνατολὰς καὶ τὰς φάσεις τῶν ἀστέρων· ἐκ γὰρ τούτων καὶ ἐπίσημοι γενέσεις καὶ ἡγεμονικαὶ καὶ βασιλικαὶ τὴν διάκρισιν καὶ τὴν μεταβολὴν τῆς πράξεως ἢ καὶ τῆς δόξης ἕξουσι, μεγάλα τε καὶ θαυμαστὰ ἀποτελέσματα συμβαίνειν εἴωθεν, τινὰ μὲν εἰς ἀνυπέρβλητον τύχην ὑψούμενα, τινὰ δὲ εἰς ταπεινὴν καὶ εὐκαθαίρετον τύχην χωροῦντα.

Ὅθεν μή τις ἡμᾶς δόξῃ πολυλογεῖν ἢ διαπλέκειν τὴν αἵρεσιν, ἀλλὰ διʼ ἀσφάλειαν ταῦτα αὐτὰ ποιεῖν, ἵνα ἄπταιστος ἡ διαίρεσις γένηται εἴς τε τὰς λαμπρὰς καὶ τὰς μετρίας γενέσεις. ἄλλως τε ἐπὰν ζητῶμεν περὶ ζωῆς ἢ σωματικῶν πράξεων ἢ ψυχικῶν, ἀπὸ τοῦ ὡροσκόπου διεκβαλοῦμεν· ἐπὰν δὲ περὶ δόξης καὶ προεδρίας καὶ φαντασίας καὶ πατρὸς καὶ μειζόνων προσώπων καὶ ὅσα ποτὲ ἡ φύσις τοῦ Ἡλίου εἴωθεν ἀποτελεῖν, ἀπʼ αὐτοῦ τὴν ἄφεσιν τῶν [*](3 anno utitur Alexandrino ab Augusto ordinato, ut solet 7 ἐλαχίστας per comp. V 9 διχότομος 〈α΄〉 H 16 οὗτος Vb 17 καθολικῶς Va 18 nempe τροπῶν 20 fort. del. καὶ 28 ἔχουσι Va 32 fors. del. αὐτὼ)

176
ἐτῶν ποιησόμεθα· ὅταν δὲ περὶ σωματικῶν κινδύνων καὶ παθῶν καὶ αἱμαγμῶν ἢ μητρός, ἀπὸ Σελήνης· ἐπὰν δὲ περὶ πράξεως καὶ βίου καὶ τέχνης, ἀπὸ τοῦ μεσουρανήματος· ὅταν δὲ περὶ εὐτυχίας καὶ περιποιήσεως τοῦ βίου, ἀπὸ τοῦ κλήρου τῆς τύχης· ὅταν δὲ περὶ θανατικῶν ἢ μεταβολῆς ἢ σκυλμῶν, ἀπὸ τοῦ δυτικοῦ· ὅταν δὲ περὶ θεμελίων ἢ κτημάτων ἢ ἀποκρύφων ἢ περὶ νεκρικῶν, ἀπὸ τοῦ ὑπογείου· ὅταν δὲ περὶ γυναικὸς ἢ ἐπιπλοκῆς ἢ συνηθείας ἢ εἰδῶν γυναικείων, ἀπὸ τῆς Ἀφροδίτης· ὅταν δὲ περὶ στρατείας ἢ δημοσίων πραγμάτων, ἀπὸ Ἄρεως· ὅταν δὲ περὶ ἀνασκευῆς πραγμάτων ἢ κτήσεως ἢ παθῶν ἀποκρύφων ἢ κληρονομίας πατρικῶν, ἀπὸ Κρόνου· περὶ δὲ δόξης καὶ φιλίας καὶ συστάσεως καὶ κτήσεως ἀπὸ τοῦ Διός· ὅταν δὲ περὶ κοινωνίας ἢ δουλικῶν ἢ σωματικῶν ἢ δόσεως λήψεως ἢ γραπτῶν, ἀπὸ Ἑρμοῦ. καὶ ταῦτα μὲν ὡς πρὸς μονοειδεῖς παραδόσεις ἢ παραλήψεις· ἐπὰν δὲ δύο ἢ τρεῖς ἢ πλείους παραδιδόντες ἢ παραλαμβάνοντες τύχωσιν, ἑκάστου ἀστέρος τὴν δύναμιν δεῖ συνεπικρίνειν πρὸς τοὺς παρόντας. κατὰ γὰρ τὴν ἐξ ἀρχῆς ἑκάστης γενέσεως ὑπόστασιν οἵ τε ἀγαθοποιοὶ καὶ οἱ κακοποιοὶ ἀποτελεστικοὶ γενήσονται, καὶ ὅπερ εἶχεν σχῆμα καθολικὸν ἕκαστος πρὸς τὸν ἐπιμαρτυροῦντα ἢ συσχηματιζόμενον, τὸ ὅμοιον ἀποτελέσει παραλαβὼν παῤ ἐκείνου τοὺς χρόνους ἢ καὶ αὐτὸς παραδεδωκώς.

Ἵνα δὲ ἀκριβὴς καὶ ἐνεργεστέρα ἡ παράδοσις ἡμῶν ὀφθῇ, παραγγελίας τινὰς καὶ νόμους ἐκθησόμεθα, οὓς φυλάσσοντες εὐκατάληπτον τὴν αἵρεσιν ἕξομεν. πρότερον μὲν οὖν χρὴ σκοπεῖν, εἰ ἀπὸ ἐπικέντρων τόπων εἰς ἐπικέντρους ἡ παράδοσις γένηται ἢ ἀπὸ τοῦ ἀγαθοῦ δαίμονος εἰς τὸν κλῆρον ἢ χρχματιστικὸν τόπον, ἵνα καὶ τὸ σημαινόμενον πρακτικὸν ἢ ἔνδοξον ᾖ, εἴτʼ οὖν καὶ ἀπὸ τῶν ἀποκλιμάτων εἰς τὰ κέντρα ἢ καὶ ἀπὸ κακοῦ δαίμονος ἐπʼ ἀγαθὸν δαίμονα. χρηματιστικὰ μὲν οὖν καὶ ἐνεργητικὰ ζῴδιά ἐστιν ὡροσκόπος ἢ μεσουράνημα ἀγαθὸς δαίμων ἀγαθὴ τύχη κλῆρος τύχης δαίμων ἔρως ἀνάγκη, μέσα δὲ θεὸς θεὰ καὶ τὰ λοιπὰ δύο κέντρα, μέτρια δὲ καὶ κακωτικὰ τὰ λοιπὰ. παρὰ δὲ τοὺς ἐπόντας ἢ μαρτυροῦντας ἀγαθοποιοὺς ἢ κακοποιοὺς ἡ τῶν τόπων δύναμις ἐξασθενεῖ ἢ καὶ ἐνεργεστέρα καθίσταται· ἡ μέντοι κακὴ τύχη τοῦ κακοῦ δαίμονος δοκεῖ βελτίων εἶναι, καθʼ ὃ τριγωνικὸν σχῆμα πρὸς τὸ μεσουράνημα κέκτηται ἐὰν δέ πως ἐπὶ γενέσεως μία παράδοσις εὑρεθῇ πάντων τῶν ἀστέρων ἐν ἐνὶ ζῳδίῳ τετευχότων, [*](6 fors. κτισμάτων 22 nempe ἐναργ. 26 nempe in Sortem Fortunae 27 εἴτ᾿ οὖν (respondet εἰ praecedenti)] εἰ δʼ οὖν V 32 παρὰ] περὶ V 33 κακωποιοὺς V)

177
παραδώσουσι μὲν αὐτοὶ ζῳδιακῶς· ὅ ἐὰν δὲ ἡ σύγκρασις καθολικῶς δηλοῖ ἐπὶ τῆς γενέσεως, ἐκεῖνο καὶ μεθέξει δὴ παντός· ἐὰν δὲ ἐν ἐνὶ ζῳδίῳ εὑρεθῶσιν γ΄ ἢ δ΄ ἀστέρες, ἐν ἑτέρῳ δὲ εἷς ἢ δύο, ὁ πρῶτος καθυπερτερῶν μοιρικῶς πρότερον καὶ μεριεῖ τοὺς χρόνους· τουτέστι προτέρως ὁ πλείστας ἔχων μοίρας παραλαμβάνει καὶ τότε οἱ ἐφεξῆς· τὸ δʼ ὅμοιον καὶ οἱ παραλαμβάνοντες. ποικίλης δὲ τῆς διαιρέσεως οὔσης ἐὰν τις προσέχῃ οὐ διαμαρτήσει. ἐπεὶ γὰρ δὴ δωδεκαετίας αἱ αὐταὶ παραδόσεις σημαίνονται, οὐ τὴν αὐτὴν ἐνέργειαν τῶν ἀποτελεσμάτων ἐφέξουσιν ἀλλὰ διάφορον. ὅταν ἐπί τινος κύκλου παράδοσιν ἤτοι ἀφʼ ἑνὸς ἢ πλειόνων εὕρωμεν, σκοποῦμεν κατʼ ἐκεῖνο τὸ ἔτος τὴν ἀντιγένεσιν καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων εἰ ὅμοιον σχῆμα ἔχωσιν, ὁποῖον καὶ ἐπὶ γενέσεως, ἢ πρὸς τοὺς παραδιδόντας ἢ παραλαμβάνοντας, καὶ εἰ τὰς αὐτὰς φάσεις πρὸς τὸν Ἥλιον ποιοῦνται. ἐὰν γὰρ οὕτως εὕρωμεν, λέγομεν καὶ τὸ ἀποτέλεσμα βέβαιον. εἰ δὲ ἀλλότριον καὶ ἀνόμοιον, οὐκέτι ὁλοτελές· ἃ μὲν γὰρ καθολικῶς γίνεται ἃ δὲ μοιρικῶς. οἷον ἐὰν Κρόνου καὶ Διός τις καθολικοὺς χρόνους κατάγῃ καλῶς κειμένων, συμπέσῃ δὲ ἐν τούτῳ τῷ κύκλῳ τὸν αὐτὸν κατάγειν τοὺς χρόνους, κληρονομήσει ἢ ἀπὸ νεκρικῶν εὐεργετηθήσεται. ἐὰν δὲ τὸ δεύτερον ἢ τρίτον κύκλον --- Κρόνου καὶ Διὸς ἐπικρατούντων τὸ ἔτος, οὐ κεῖνται δὲ καθολικῶς, κληρονόμος μὲν οὐκ ἔσται, κατάλειψις δὲ καὶ διὰ νεκρικῆς ὡφελείας ἢ τοιαῦται προσδοκίαι ἢ καὶ ἀγορασμοὶ κτημάτων θεμελίων καὶ ἑτέρας ἐπικτήσεως. ὁμοίως δὲ καὶ τὰ ἄλλα ἐν τοῖς καθολικοῖς χρόνοις κατὰ τὸν τῆς δωδεκαετίας κύκλον βέβαια τὰ ἀποτελέσματα γενήσονται, ἐξ ὑστέρου δὲ ἢ πρότερον οὐδαμῶς, πλὴν εἰ τὰς ἐννοίας τῶν ἀποτελεσμάτων οἱ ἀστέρες ἐνδείξονται.

Οἷον ἔστω τινὰ τῷ πρώτῳ κύκλῳ γεγαμηκέναι τῆς γενέσεως καταγούσης ἔτος λδ΄· δεῖ γὰρ κατὰ τὰς ἡλικίας καὶ τὰ ἀποτελέσματα συγκρίνειν· τῷ ἑτέρῳ κύκλῳ περὶ συνηθείας ἢ καὶ ἑτέρου γάμου ἢ ὅσα ποτὲ γυναιξὶν ἀνῆκε τὴν φροντίδα ποιήσει. ἕτερος δὲ ἐστρατεύσατο· πάλιν τῆς αὐτῆς παραδόσεως γενομένης περὶ [*](1 post αὐτοὶ ζώντων τῶν ἀστέρων Va, del. Vb συγκράτησις V 2 haec sana esse non spondeo; possis ἀνθέξει διὰ παντός 5 προτέρως Vb] πρότερον Va πλείστας] ἐλαχίστας per comp. V 7 προσέχει V 8 δὴ] an δία? 10 fort. 〈οἷον〉 ὅταν 12 ἔχουσιν H 13 εἰ] εἰς V 18 συνεμπέση V τῶν αὐτῶν Vb, quid Va incertum 20 nempe τὸν sed plura turbata 22 κατάληψις V an διὰ νεκρικῶν ὠφέλεια? 24 opusne 〈κατὰ〉 τὰ ἄλλα? 26 εἰ Rad.] εἰς V 31 nempe ἀνήκει 32 τῆς αὐτοῦ V cf. p. 178, 7. 15)

178
προκοπῆς ἢ μεταβολῆς ἢ στρατιωτικῆς πράξεως ἐνεργήσει. ἐὰν οὖν καὶ ἡ καθολικὴ ὑπόστασις προκοπτικὴ τυγχάνῃ, κατʼ ἐκείνους τοὺς καιροὺς προκόψει μάλιστα, ἐὰν ἀγαθοποιοὶ διακρατῶσι· μεγάλης δὲ τῆς γενέσεως οὔσης καὶ ἡγεμονεύσει ἢ ἐπιτροπεύσει ἢ ἐξουσιαστικῆς τάξεως μεθέξει. κατὰ δὲ τὴν ἀκολουθίαν τῆς γενέσεως συναρμόζεσθαι δεῖ τὰ ἀποτελέσματα. ἕτερός τις ἐτέκνωσε κατά τινας χρόνους· τῆς αὐτῆς παραδόσεως γενομένης καὶ τῆς ἀκμῆς ἢ τῆς ἡλικίας ἐπιτρεπούσης πάλιν τέκνωσιν ἢ σωμάτων ἀγορασμὸν ποιήσεται ἢ ἀναθρέψει τινὰς ἐν τέκνων μοίραις ἢ καὶ ἀλλοτρίων τέκνων φροντίδα ποιήσεται. ἄλλος δέ τις ἐν ἀρχῇ καὶ προστασίᾳ ὄχλων ἐγένετο· τῆς αὐτῆς χρονογραφίες γενομένης καὶ τῆς γενέσεως καλὴν ὑπόστασιν ἐχούσης μεγάλας τὰς ἀρχὰς καὶ ἐπισήμους ἀναδέξεται, μετρίας δʼ οὔσης μετὰ τῶν τοιούτων ἀναστρέψει ἢ φαντασίαν ἕξει ἀρχῆς ἢ προεδρίας. ὁμοίως τις ἐν καταδίκη ἢ συνοχῇ ἐγένετο· τῆς αὐτῆς παραδόσεως γενομένης ἀγαθοποιῶν μὲν ἐπιμαρτυρησάντων τῆς συνοχῆς ἢ αἰτίας ἀπαλλαγήσεται, κακοποιῶν δὲ διά τινα κακουργοτέραν ἐγχείρησιν ἢ κατηγορίαν ἐπίφθονον τῇ αἰτίᾳ ἐπιμενεῖ ἢ καὶ χειρόνως διάξει. καὶ τὰ λοιπὰ δέ, ὅσα ποτὲ ἐν βίῳ συντελούμενα τυγχάνει, γενήσεται κατὰ τὰς παραδόσεις, ἐνδιάφορα δὲ διὰ τὰς καθολικάς χρονογραφίας ταὶ τὰς ἀντιγενέσεις καὶ τὰς ἐπεμβάσεις καὶ φάσεις τῶν ἀστέρων τάς τε πρὸς ἑκάτερον ἀνομοίους σχηματογραφίας. ἐπὰν γὰρ ἐπεμβῶσιν οἱ κατὰ καιρὸν ἀστέρες ἐπὶ τοὺς παραδιδόντας κατὰ γένεσιν ἢ παραλαμβάνοντας ἢ εἰς τὰ κέντρα, ἐκ τῆς ἰδίας φύσεως συνεπιμερίζουσι καὶ αὐτοὶ ἤτοι ἀγαθὸν ἢ φαῦλον ἢ καὶ ἐνεργέστερον τὸ ἀποτέλεσμα ἢ κωλυτικὸν ποιήσουσι. τὸ δὲ βέβαιον κρινοῦμεν, ὅταν σύμφωνον σχῆμα ὁ κατʼ ἐπέμβασιν πρὸς τὸν παραδιδόντα ἔχῃ ἢ οἱ αὐτοὶ οἱ παραδιδόντες τοῖς παραλαμβάνουσιν --- ὅμοιον σχῆμα οἷον καὶ ἐπὶ γενέσεως. εἰ δὲ τὰ χρονικὰ ἄλλο τι σημαίνοιεν, ὁ δὲ ἐνιαυτὸς καὶ ἡ ἐπέμβασις ἄλλο, μεσότης τῶν τελουμένων ἔσται. καθολικῶς δὲ πᾶς ἀστὴρ ἐν τῇ παραδόσει ἢ τῇ παραλήψει δύνων ἄπρακτος καὶ κωλυτικὸς καθίσταται· καὶ ἐὰν ἀγαθοποιὸς εὑρεθῇ, φαντασίας μόνον παρέχει· ἐὰν δέ πως καὶ αἱ τρεῖς ἀφέσεις Ἡλίου καὶ Σελήνης καὶ ὡροσκόπου ἀνόμοια σημαίνοιεν, ποικίλον ἔσται τὸ ἔτος. πολλάκις μὲν οὖν ἐπὶ τῆς αὐτῆς αἱρέσεως παραδόσεως μὴ οὔσης οἱ καθολικοὶ χρόνοι μεγάλα καὶ ἐπίσημα ἀποτελέσματα ἐμήνυσαν· ὅθεν τὴν ἀρχὴν ἐκεῖθεν λαβόντας τότε ἐπὶ τοὺς ἐνιαυσιαίους χρόνους δεῖ χωρεῖν.

[*](20 ἐνδίαφορα dubium 27 sequebatur ωσιν ἢ ἔχωσιν 28 σημαίνειεν V 33 σημαίνειεν V ἔστω V)
179

Ἐπει δέ τινες τῶν συνταγματογράφων ἠνίξαντο τὴν προκειμένην αῖρεσιν, οἱ δὲ μέλλοντες ἐντυγχάνειν τῇδέ μου τῇ συντάξει μνησθήσονται κατʼ ἀρχὰς ὡς μηδεμιᾶς τινος ἐπεξειργασμένης ἀγαωγῆς, ἀναγκαῖον καὶ τὰς κλεῖδας ἐπιδεῖξαι, διʼ ὧν ἡ παράδοσις κατὰ εἰδος τοῦ ἀποτελέσματος ἐνεργεθτέρα γενομένη θαυμαστὸν ὄρον ἀποτελεῖ· ἐὰν οὖν τις νηπτικῶς προσέχῃ τοῖς μέλλουσι λέγεσθαι τόποις ταῖς παραδόσεσι διὰ τῆς συγκρατικῆς θεωρίας τῆς τε τοῦ ἀστέρος καὶ τοῦ ζῳδίου ἐνεργείας, ἄπταιστος διαμενεῖ.