Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Πᾶσα μὲν οὖν ἀστέρος μαρτυρία δυναστική, ἐξαρέτως δὲ ἡ κατὰ τετράγμωνον ἢ διάμετρον· κριθήσεται δὲ καὶ ἐν τοῖς ίσαναρόροις· δὲ Ταύρῳ καὶ Παρθένῳ ἡ παράδοσις γινομένη ἀπὸ τούτων ἀβέβαια καὶ τὰ ἀποτελέσματα δηλοῖ καὶ ὑπερθετικὰ ἢ ἐπίδικα ἢ παν ---ἐν δὲ Τοξότῃ καὶ Αἰγόκερῳ αἰνιγματώδη καί ἐπιζήμια διὰ εῖναι ἀτελῆ τὰ ζῴδια. φυσικωτέρας δὲ τῆς διαιρέσεως οὔσης οὐ μόνον ἐπὶ γενέσεμως σκοπεῖν δεήσει τάς παραδόσεις, ἀλλὰ καὶ ἐπὶ καταρχῶν καὶ δραπετῶν ἐπιγνόντας τὴν ὥραν καὶ ἀστερίσαντας τῳ αὐτῳ τρόπῳ χρῆσθαι καθάπερ ἐπὶ γενέσεως καταρχῶν. ἐπὰν Κρόνος καὶ Ἄρης λόγον ἔχωσι πρὸς Ἥλιον καὶ Σελήνην ἢ τὸν ὡροσκόπον ἤτοι κατʼ ἐναντιότητα ἢ καθυπερτέρησιν ἢ κατὰ ἑτέραν κακώσεως δύναμιν, ἐὰν δέ πως γένεσις παιδὸς δοθῇ μηδέπω δυναμένου χμρεῖν ἀποτέλεσμα οῖον πράξεως ἀρχήν, παραδόσεις δὲ τῶν ἀστέρων εὑρίσκωνται, πρὸς τὸν πατέρα καὶ τὴν μητέρα γενήσεται τὰ ἀποτελέσματα, ἔσθʼ ὅτε καὶ πρὸς τὸν δεσπότην, ἕως ἄν τὸν τῆς ἀκμής χρόνον καταλαβών ὁ γεννηθεὶς αὐτὸς ἀναλάβῃ τὰ σημαινόμενα· μόνον δὲ τὰ δυνάμενα χωρεῖν αὐτῷ προσνέμειν οῖον ὀωρεὰν κατάλειψιν ἡ διωνυμίαν χάλασμα καὶ ἐξανθήματα καὶ τὰ λοιπά, ἔσθ’ ὅτε μὲν οὖν καὶ παράδοξά τινα ἀποτελέσματα τοῖς τοιούτοις εἴωθεν συμβαίνειν, ἅτινα πρόδηλα γίνεται ἐκ τῆς καθολικῆς καὶ συγκρίσεως τῶν ἀστέρων. δεῖ οὖν καὶ κατὰ τὰς ἡλικίας καὶ κατὰ τὰ ἔθη τῶν τόπων καὶ τοὺς νόμους καὶ τὰ ἀποτελέσματα συναρμόζεσθαι κατὰ τοὺς σημαινομένους χρόνους· οὕτως γὰρ ἀδιάψευστος ἡ πραγματεία κριθήσεται. πρὸς δὲ δοιοῖν γενέσεων ἤτοι ἀδελφῶν ἢ ἀνδρὸς ἢ γυναικὸς ἢ συγγενῶν ἢ ἄλλων φιλικῶν προσώπων δεῖ κατὰ γένεσιν τῷ προσοικειωμένῳ ἀποτέλεσμα [*](6 πεφησμέναως Vb 9 τετραγώνου per comp. V possis συγκριθήσεται δὲ καὶ ἡ ἐν 10 sunt videntia signa 12 post παν lac. VII lit. V; possia e. g. πανπόλεθρα haec enim αἰνιγματώὁη et ἡμιτελῆ (Maxim. 107, 26 109, 2 Ludv.; Catal. 1, 166, 7) καὶ ἐπιζήμια] κατεζητημία V 16 an del. κατρχῶν 19 fors.  lacuna post δύναμιν 21 εὑρίσκονται V 24 σημαί- νοντα Vb ζ νέμειν V 25 an χαλάσματα? 31 πρός ubi expectas ἐπὶ δυοῖν S recte, opinor)

188
ἀποφαίνεσθαι κατὰ τὸν ἐπιβάλλοντα χρόνον καὶ λέγειν ἐκείνῳ πρότερον ἢ ὕστερον συμβήσεσθαι, τῷ δʼ ἑτέρῳ ἐκ δευτέρου μέρους τὸν τρόπον ἀπονεῖμαι. οἷον ἐάν τινι φέρῃ ὠρεληθῆναι ἀπὸ νεκρικῆς προφάσεως, ἑτέρῳ δὲ καθολικῶς κληρονομίαν, ἦς ὁ προειρημένος προσδοκᾷ τὴν ὠφέλειαν, οὐκ τοῖς χρόνοις τούτοις γενήσεται ἡ ὠφέλεια ἀλλʼ τοῖς τοῦ τὴν κληρονομίαν προσδοκῶντος· ἐκ γὰρ τοῦ μεσουρανήματος καὶ ἀποτέλεσμα γενήσεται ἢ πολλάκις περὶ ἑνὸς μὲν τάχιον γέγονε ἀποτέλεσμα, περὶ δὲ τὸν ἕτερον μετὰ χρόνον αὐτὸ ἤτοι διʼ ἀποδημίαν ἥ κρίσιν ἢ κατηγορίαν ἢ ἑτέραν τινὰ αἰτίαν· δὲ ὅμοιον ἐπὶ δόξης καὶ δωρεᾶς καὶ ἀγορασμῶν καὶ πράσεως καὶ κοινωνίας καὶ συναρμογῆς ἥ ξενιτείας καὶ τῶν λοιπῶν τῶν βίῳ συντελουμένων νοείσθω. ἔνθεν ὁτὲ μὲν εἴωθεν προλαμβάνειν τὰ ἀποτελέσματα, ὁτὲ δὲ ἐπιβραδύνειν διὰ τὰς τῶν γενέσεων συμπαθείας ἦ καὶ ἐναντιότητας· καὶ καθάπερ διʼ ἀργάνου ἡ φύσις ἐκ τῆς τῶν ἀστέρων ἀνακυκλήσεως τὰς τῶν ἀποτελεσμάτων δυνάμεις ἀνήπλωσε, ὁτὲ μὲν αίφνιδίως ἢ ἀπροσδοκήτως ἐπιφέρειν, ὁτὲ δʼ ἐπιτείνειν καὶ διακατέχειν μετʼ ἀνάγκης, μέχρις οὖ ὁ τὴν ἐναρμόνιον τῶν πραγμάτων κεκτημένος πρόφασιν παραλάβη τοὺς ἀστέρας.

Δεῖ δὲ καὶ ἐκ τῶν κοσμικῶν τὰ τοιαῦτα ὑποδείγματα μαθόντας συγκρίνειν, ὅπου οὐ πάντοτε ὁ Ἥλιος ἐκ τῶν τροπικῶν μοιρῶν τὰς μεταβολὰς τῶν ἀέρων τὰς αὑτὰς ποιεῖται, ἀλλʼ ὁτὲ μὲν εἰς εὐκρασίαν προλαμβάνων κοσμικὸν κατάστημα ἄγει, ὁτὲ δὲ τὰς χειμερίους τροπὰς εὔδιος διελθών ὑστέρου πολλὴν ζάλην καὶ φοβερὰν ἀνέμων ῥοπὴν κατεσκεύασεν· οὔτε μὴν ἡ Σελήνη κατὰ τὰς δοκούσας φάσεις τάς ἐπομβρίας συντελεῖ ἢ μετὰ τούς συνδέσμους ἀνίσχει τὸν ἀέρα, ἀλλʼ ὁτὲ μὲν προχειμάζει καὶ προλαμβάνει τὴν τῆς φύσεως αἰτίαν ὡς παρὰ προσδοκίαν σύγχυσιν οὐ τὴν τυχοῦσαν τῶν καιρῶν γίνεσθαι, ὁτὲ δὲ μηδʼ ὅλως ἐνδειξαμένη χειμερινὴν στάσιν αὐτῇ τῇ φάσει εὔδιον τὸν ἀέρα κατέστησεν, ἐσθʼ ὅτε δὲ παραλλάξασα τὴν τοῦ συνδέσμου λύσιν εἰς χειμέριον μεταβολὴν ἐχώρησεν. ὁμοίως δὲ καὶ αἰ λοιπαὶ ἐπισημασίαι τῶν ἀστέρων καὶ δύσεις οὐ κατὰ τὰ αὐτὰ γενήσονται, ἀλλʼ ὁτὲ μὲν προλήψονται ὁτὲ δὲ ὑστέρου τὰς ᾁσεις ποιήσονται, ἔσθʼ ὅτε δὲ οὐδʼ ὅλως ἐνδείξονται. ταῦτα δὲ συμβαίνει ἐναλλάσσεσθται παρά τὰς τοῦ [*](2 συμβήσεται Va 4 ἑξῆς V 7 ἐποτέλεσμα scripsi ubi ln V signum (χ) 8 an περὶ ἕνα? 10 ἀγορασμοῦ Wendl. 19 an τοὺς χρόνους? 24 τρόπους V, corr. S 27 ἐνίσχει haud sanum, possis ἀναψύχει (άνοίγει Wendl.) 29 χειμερεινὴν Vb)

189
ἔτους ἀνατολάς καὶ συνόδους καὶ πανσελήνους καὶ ἐκλείψεις καὶ τετραετηρίδας καὶ καθολικούς καὶ κυκλικούς οἰκοδεσπότας καὶ πρὸς τὰς τῶν κατὰ καιρὸν ἐπεμβάσεων ἐναλλαγάς.

Ἀκολούθως δὲ καὶ τὰς παραδόσεις τῶν ἀστέρων ὑποτάξομεν Ἡλιος μὲν οὖν Κρόνῳ παραδιδούς πονηρὸν ἔτος ἀποτελεῖ· ἀπραγίας γὰρ καὶ ἐναντιώματα σημαίνει ἔχθρας δὲ ἤ ἀντιλογίας καὶ ἀπὸ ὑπερεχόντων ἢ πρεσβυτέρων κακώσεις καὶ ταγμάτων ἐπαναστάσεις νόσους τε ἢ αφθαλμίας ἀνμωμαλίας τε βίου καὶ κινήσεις ἐπιφόβους ὑποτακτικῶν τε ἐπιθέσεις καὶ πατρὸς θάνατον ἢ ὁμοίου τατρός. κακῶς πεσών καταιτιασμούς ἀποτελεῖ καὶ συνοχάς.

Ἥλιος Διὶ παραδιδούς ἕτος λαμπρὸν ἔτος ὁηλοῖ καὶ πατρὸς δόξαν τῷ ἔχοντι καὶ ὑπερεχόντων συστάσεις καὶ εὐημερίας καὶ δωρεάς καὶ πράξεις ἐπισήμους ἥ ἀρχάς ἢ σποράς τέκνων καὶ ἀγάμοις γάμον ἀποτελεῖ καὶ τοῖς διαπρασσομένοις ἐστὶν ἀνυστικὸς καὶ εὐκατόρθωτος ἀγαθὰς ἐλπίδας προσδεικνύων. — Ἥλιος Ἄρει νοσερὸν καὶ ἐπισφαλὲς ἔτος δηλοῖ καὶ πατρὸς κίνδυνον ἢ τοῦ ὑπὸ τοιοῦτον χαρακτῆρα αὐτῷ ταράχους ἐμπράκτους καὶ μετὰ πολλῆς ἀνακρίσεως κατορθώσεις πραγμάτων ἐξοδιασμούς τε καὶ ἀκαίρους ζημίας καὶ ἀπὸ μειζόνων προσώπων ἔχ θρας ἤ πατρός, ὑποτακτικῶν τε κακώσεις τομάς τε καὶ αίμαγμούς ῇ διʼ αἵματος ἀναβολὴν καὶ τῶν ἡγεμονικῶν τόπων πόνους ἢ ἐπισκιασμούς ἐπιρθόνους τε αἰτίας καὶ ἐπηρείας. —Ἥλιος Αφροδίτη ἀγαθὸν καὶ προσφιλῆ τὸν χρόνον δηλοῖ· συστάσεις γὰρ καὶ φιλίας περιποιεῖ καὶ δωρεάς καὶ τέρψεις συνηθείας τε καὶ γάμους καὶ τεκνώσεις ἥ ἀγορασμούς κόσμου ἢ σωμάτων, τοῖς δʼ ὑπεροχῇ ἀρχὰς καὶ δόξας ἐπισήμους καὶ μειζόνων ἐλπίδων ἐπόπτας πραγμάτων τε καὶ πάσης αἰτίας ἀπαλλακτικός. —Ἥλιος Ἑρμῇ ἀγαθὸς πρακτικὸς ἐπικερδὴς κοινωνικός, εἰς τὰ ὑποτακτικὰ πρόσωπα εὐεργετικός, περὶ τὰς δόσεις καὶ λήψεις ἀνυστικός. ἐὰν δέ πως ὑπὸ κακοποιῶν θεωρηθῇ, δίκας καὶ ταραχάς ἐπάγει, χάριν ἀργυρικῶν ἢ γραπτῶν φόβους, δουλικῶν τε καὶ φιλικῶν καταγνώσεις ἀκαίρους τε ἐξοδιασμούς καὶ ζημίας. — Ἥλιος Σελήνη πρακτικὸς καὶ φιλάνθρωπος [*](8 δὲ] nempe τε ἀπολογίας Va 9 πραγμάτων V 12 π. καὶ καταιτιασμοῦ ἀπ. συν. V nisi praestat ἐκ pro καὶ 17 nempe προδεκνύων 19 τοῦ] τὸν V nempe γὰρ καιροὺς vel sim. (ταραχὰς S) 20 κατοθώσει V πραγμάτω V)

190
ἀποτελῶν περικτήσεις καὶ ἀπὸ ἀρρενικῶν καὶ θηλυκῶν ὠφελείας καὶ συστάσεις γάμους τε καὶ συνελεύσεις καὶ γονάς ἐπισήμους καὶ ἀπὸ ξένων ἢ ἀπὸ ξένης εὐημερίας καὶ δωρεάς. — Ἥλιος ἐαυτῷ ἐπιμερίσας καὶ καλῶς σχηματισθεὶς λαμπράς ἐπισημασίας καὶ πράξεις ἀποτελεῖ πρός τε ὑπερέχοντας καὶ μείζονας συστάσεις καὶ ἀπροσδοκήτους ὠφελείας. ἐὰν δὲ καὶ μετὰ ἀγαθοποιῶν τύχη ἥ μαρτυρηθῇ, μείζονας τὰς δόξας καὶ τὰς ὠφελείας ἐπάγει· νυκτὸς δὲ ἦσσον, ἢ ἐπιτάραχος γενήσεται ἔχθρας ἀποτελῶν καὶ κρίσεις ἢ ἐπιφθόνους αἰτίας. εἰ δὲ καὶ κακοποιὸς συμπέσῃ ἢ ἐπιμαρτυρήῃ, μείωσιν βίου ἢ καθαίρεσιν δόξης ἐπάγει ξενίας τε ἐπισφαλεῖς καὶ πατρὸς ἔχθραν ἢ κίνδυνον καὶ πραγμάτων ταραχάς.

Πρότερον μὲν οὖν χρὴ σκοπεῖν τὰς τῶν ἀστέρων φύσεις καὶ σχηματογραφίας· τῆς μὲν γὰρ οἰκείας αἱρέσεως ἕκαστος τυχὼν καὶ καλῶς σχηματισθεὶς κατὰ τὴν ὑπόστασιν τῆς γενέσεως τὰς τῶν ἀποτελεσμάτων δυνάμεις ἐνδείξεται, τῆς τῶν λοιπῶν μαρτυρίας καὶ τῆς ἐπεμβάσεως πολὺ δυναμένης θραῦσαι ἥ προσεπιτεῖναι κακὸν ἢ ὠφελῆσοι καὶ δοξάσαι. βέλτιον μὲν οὖν χρηματιστικοῖς ζῳδίοις εὑρίσκεσθαι αὐτούς καὶ ἀνατολικούς· ἐὰν δὲ ὑπὸ δύσιν τύχωσιν ἢ καὶ παραπέσωσιν ἀνοικείως κακωθέντες, εἰς τοὐναντίον τραπήσονται.

Σελήνη ἑαυτῇ ἐπιμερίσασα ἀηδής· ἐπάγει γὰρ ἔχθρας καὶ ἀντιδικίας ἀπὸ μειζόνων προσώπων καὶ βίου αὐξo --- οἰκείων τε ἥ γυναικὸς ἀντικαταστάσεις· ἐὰν δὲ κακοποιὸς ἐπιθεωρήύῃ, σωματικὰς ἀσθενείας καὶ κινδύνους αἰφνιδίους ἀποτελεῖ. σκοπεῖν δὲ δεῖ τούτῳ τῷ χρόνῳ καὶ αὐτὸ ζῴδιον ᾧ ἔπεστι ἡ Σελήνη, μήπως κακοποιὸς ἐπεμβάς χείρονά τινα ἀποτελέσει· εἰ δʼ ἀγαθοποιός, λύσιν τῶν αἰτιῶν, πλὴν ξενιτείας ἐπάγει καὶ μεταβολάς τόπων, εῖθ’ οὕτως ἀπόροις κατόρθωσιν τῶν πραγμάτων καὶ τῶν φαύλων ἴασιν ἀποτελεῖ, — Σελήνη Ἡλίῳ ἐπιμερίσασα κένωσιν βίου καὶ ἐξοδιασμούς πλείστους ἀποτελεῖ καὶ μάλιστα, ἐὰν ὑπὸ κακοποιῶν θεωρηθῇ, ἐγκοπὰς τῶν πράξεων καὶ κενὰς ἐλπίδας προδείκνυσι καὶ στάσεις καὶ ταραχὰς οἰκείων τε ἀκαταστασίας καὶ θηλυκῶν ἐπιπλοκὰς ἢ γάμους· τοῖς δʼ εὐσταθείᾳ καὶ δόξη βίου ὑπάρχουσιν ἐξοδιασμούς εἰς ἀγορασμὸν ἢ κατόρθωσιν πραγμάτων [*](9 an συνεμπέσῃ? 16 πολλῆς Va 23 αὐξο et lac. V litt. V; si verum αὐξο, fuit μὐξομειώσεις 27 ἀποτελέση fort. Va)

191
καὶ προκοπὴν ἢ εἰς δωρεάς τινας καὶ εὐεργεσίας. — Σελήνη Κρόνῳ ἐπιμερίσασα ποικίλον καὶ μετέμωρον ἔτος καὶ μητρὸς ἀσθένειαν ἢ θάνατον, ἐὰν περιῇ, ἔχθρας τε καὶ ἀκαταστασίας πραγμάτων καὶ τόπων μεταβολάς καὶ ψύξεις πράξεων καὶ σωματικούς κινδύνους καὶ κρυπτῶν πόνους ἡ αἰσθητηρίων καὶ μάλιστα λειψίφως οὔσα· ἀνατολῆς δὲ οὔσης ἦττον κακόν, πλὴν βλαβερὸς καὶ λυπηρὸς ὁ χρόνος. — Σελήνη Διὶ ἀγαθὸν καὶ πρακτικὸν τὸν χρόνον δηλοῖ περιποιήσει καὶ συστάσει μειζόνων, δόξας τε καὶ ἀρχάς ἀπό τε θηλυκῶν ὠφελείας καὶ δωρεάςʼ ἀγάμοις γάμον, γεγαμηκόσι τέκνωσιν συνηθείας τε προσφιλεῖς ἢ μητρὸς αὔξησιν βίου ἢ δόξης τοῖς ἔχουσι κατόρθωσίν τε πραγμάτων καὶ προσδοκωμένων καὶ ὲλπίδων συντέλειαν. —Σελήνη Ἄρει παραδιδοῦσα, χαλεπὸς ὖ ἐνιαυτὸς καὶ μάλιστα ἐὰν ἀπὸ ἀνατολῆς φέρηται ἡμέρας· κινδύνους γάρ καὶ ἀσθενείας ἀποτελεῖ, αἱμαγμοὺς καὶ πτώσεις ἢ πυρὸς ἐπιφοράς ζημίας τε καὶ οἰκείων ἀκαταστασίας θηλυκῶν τε θανάτους ἡ χωρισμοὺς ἔχθρας τε καὶ κρίσεις συνοχάς τε καὶ ὄχλων ἐπαναστάσεις. ἐὰν δʼ ἀφαιρετικὴ τύχη ἡ Σελήνη ἢ ὑπὸ δύσιν φέρηται μάλιστα νυκτὸς πρὸς τά φαῦλα ἐπιόντων τῶν χρόνων, καὶ πρὸς τάς ἐπιβολὰς οὐκ εὐκατόρθωτον ἀποτελεῖ μετὰ φόβων καὶ μόχθων. — Σελήνη Ἀφροδίτη εὐεπήβολον καὶ ἀνυστικὸν τὸν χρόνον δηλοῖ καὶ δόξας καὶ συστάσεις ἀπό τε ἀρρενικῶν καὶ θηλυκῶν συμπαθείας τε καὶ γάμους. ἐὰν δέ πως ἀνοικείως τύχωσιν ἥ ὑπὸ κακοποιῶν θεωρούμενοι, ἀηδίας καὶ φθόνους καὶ εἰς θηλυκὰ πρόσωπα δαπάνας καὶ ἀθετήσεις. καθολικῶς μὲν οὖν πάντοτε ἡ παράδοσις αὕτη ζηλοτυπίας καὶ στάσεις καὶ ἀκαταστασίας ἐπάγει ἔχθρας τε πρὸς συγγενικὰ ἢ οἰκεῖα καὶ φιλικά πρόσωπα. — Σελήνη Μρμῇ πρακτικὸν καὶ εὐκατόρθωτον πρός τε θηλυκὰ πρόσωπα καὶ τὰς συστάσεις, καὶ ἐὰν μάλιστα μετά ἀγαθῶν συσχηματίζηται· ἐὰν δὲ μετά κακοποιῶν, δίκας καὶ ταραχἀς ὑπομενοῦσι χάριν ἀργυρίων ᾗ γραπτῶν ἥ ψηφικῶν πραγμάτων καὶ ἀγῶνα μέγαν ὑπομενοῦσι· καὶ ἐὰν μὲν ἐπιτόπως ὁ Ἑρμῆς εὑρεθῇ κείμενος, περιγίνονται· ἐὰν δὲ ἀτόπως, καταδικασθήσονται καὶ ἐξοδιασμούς πλείστους ποιήσονται.

[*](4 φοξοῖς V 6 λειφόφος V nempe ἀνατολμκῆς 12 ante ἐλπίδων fort. est καὶ in V 13 χαλεπὸν V, corr. S 14 fora. ρητμκὴ V 23 εἰς] ἐκ V 30 nempe άργυρκῶν μέγα V 31 ἐπιτόμως V 32 ὠτόπαως aut ἀτιτῶς aut sim. V)
192

Ὡροσκόπος ἐὰν κακοποιῷ παραδιδοῖ, κάκιστον τὸν χρόνον ἀποτελεῖ, μάλιστα Κρόνῳ νυκτός, ἡμέρας δὲ Ἄρει· κινδύνους γὰρ σωματικούς καὶ βιωτικὰς ἀνωμαλίας ἐπάγει φόβους τε καὶ αἰτίας ἐπιταράχους πτώσεις τε ἢ σίνη. — Ὡροσκόπος Διὶ λαμπρῶν καὶ περικτητικὸν τὸν χρόνον δηλοῖ καὶ δόξας καὶ τάξεις ἐπισἡμους· οἱ δὲ ἀπὸ μειζόνων φελοῦνται καὶ προάγονται, τινὲς δᾶ καὶ κινδύνων ἡ αἰτιῶν ἀπαλλαγέντες εὐπαρηγόρητοι καθίστανται, οἰ δὲ καὶ ἐλευθερίας πειρῶνται. — Ὡροσκόπος Ἀφροδίτη ἀγαθὸν ναὶ ἐπαφρόδιτον τὸν χρόνον δηλοῖ συστάσεις τε καὶ θηλυκῶν ἐπιπλοκὰς ἀγοραθμούς τε καὶ εὐφροσύνην καὶ κακῶν ἀπαλλαγήν.— Ὡροσκόπος Ἡλίῳ πρὸς τὰ μείζονα καὶ ὑπερέχοντα συμπαθέστερον καὶ περιποιητικὸν τό ἔτος δηλοῖ· τοῖς δὲ δόξῃ μείζονας τὰς τάξεις καὶ προκοπάς. — Ὡροσκόπος Σελήνη ἀμετάβολον καὶ πρακτικὸν ἀπό τε θηλυκῶν ὠρελείας καὶ συστάσεις καινισμούς πράξεις τε καὶ ξενιτείας εὐκατορθώτους, καὶ μάλιστα ἐὰν ἀγαθοποιοὶ μαρτυρήσωσιν, ἐπὶ ξένης εὐημερίας· ἐὰν κακοποιοί, τὰ ἐναντία, πρὸς ἐπὶ τούτοις δὲ καὶ ταραχάς. — Ὡροσκόπος Ἑρμῇ πρακτικὸν καὶ ἐπικερδῆ καὶ εὐκατόρθωτον· ἐὰν δʼ ὑπὸ κακοποιῶν βλάπτεται, ἐπίδικον καὶ ἐπιζήμιον.

Ὁμοίως δὲ καὶ οἱ ἀστέρες τῳ ὡροσκόπῳ παραδιδόντες τὰ αὐτὰ ἀποτελοῦσι· κατὰ δὲ τὴν ἑκάστου οἰκείαν τοποθεσίαν ἢ ὡς ἐναλλὰξ καὶ ἀποτέλεσμα κριθήσεται εἴτε ἀγαθοποιὸν ἢ φσῦλον.