Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἥλιος ὡροσκοπῶν ποιεῖ ὀλιγαδέλφους ἢ σπαναδέλφους· Κρόνος ἐπίκεντρος δύνων ποιεῖ σπαναδέλφους ἢ ὀλιγαδέλφους· Ζεὺς καὶ Ἑρμῆς καὶ Ἀφροδίτη ἐπίκεντροι δοτῆρες εἰσὶν ἀδελφῶν· Κρόνος δὲ ἐναντιωθεὶς ἀνελεῖ πρεσβύτερον. Κρόνος μετὰ Ἄρεως τυχών ὀλεθρεύει ἀδελφούς ἢ ἀσθενικούς ποιεῖ. τῳ τρίτῳ τόπῳ τοῦ ὡροσκόπου, ὅς ἐστι περὶ ἀδελφῶν, οἰκειουμένη μὲν Ἀφροδίτη καὶ Σελήνη ἀδελφὰς δώσουσι, καὶ μάλιστα ἐὰν θηλυκὸν ᾖ τὸ ζῴδιον. ἐὰν δὲ Ἥλιος Ζεὺς Ἑρμῆς ἀρρενικῷ ζῳδίῳ τύχωσιν, ἄρρενας διδοῦσιν. οἱ δὲ φθοροποιοὶ τὸν περὶ ἀδελφῶν τόπον μαρτυρήσαντες, εἰ μὲν ᾖ κακῶς κείμενος, τοὺς γενομένους ἀδελφοὺς ἀνελοῦσιν ἢ καὶ ἀναδέλφους ποιοῦσιν ἢ ὀλιγαδέλφους· οἱ ἀγαθοποιοὶ τῷ περὶ ἀδελφῶν τόπῳ μαρτυροῦντες οὐ μόνον διδόασιν ἀδελφούς, ἀλλὰ καὶ ἐπʼ ἀγαθῷ ποιοῦσιν. ὁ τοῦ Ἀρεως χρηματίζων τῷ περὶ ἀδελφῶν καὶ καλῶς κείμενος μάλιστα ὑπὸ ἀγαθοποιοῦ μαρτυρούμενος καὶ μάλιστα τὴν Σελήνην ἐπιβλέπων ἀδελφοδότης γίνεται. τινὲς δὲ κληρικῶς λαμβάνουσι τὸν περὶ ἀδελφῶν τόπον ἡμέρας μὲν ἀπὸ Κρόνου ἐπὶ Δία, νυκτὸς δὲ ἀνάπαλιν, καὶ τὰ ἴσα ἀπὸ τοῦ ὡροσκόπου.