Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἡ δὲ ἀντιζυγία Ἡλίου καὶ Σελήνης οὐκ ἀεὶ χαλεπή· ἐπὰν δὲ κακοποιὸς ἐπιὼν τὴν φάσιν ἐπίδῃ ἢ καὶ λόγον αὐτῶν ἐχόντων ἀκτινοβοληθῇ, τότε χαλεπὴ καθίσταται. ὅθεν καὶ αἰ πανευδαίμονες γενέσεις οὐ μέχρι τέλους τὸ εὐτυχὲς ἐκληρώσαντο, ἀλλὰ περί [*](10 ἀνελεῖ Κρόνος δὲ ἐναντ. πρεσβ. Va lineolis adpositis eum quem dedi ut vid. ordinem restituit Vb 11 ὀλοθρεύει V 14 τυχόντες V nolui addere ὦσιν 27 sq. nempe ἔχων ἀκτινοβολῇ 28 πάνῦ εὐδαίμονες fort Vb)

124
τινα τόπον ἀστέρος οἰκοδεσποτεία παραπεσοῦσα ἢ καὶ ἐναντιωθεῖσα τὸ δυστυχὲς παρέσχεν. ἔδοξεν οὖν τὸν τόπον τοῦτον ἐκ πλήρους συντεταχέναι ὁ Πετόσιρις, εἰ καὶ μυστικῶς ἀποκέκρυφε λέγων. ἀρχὴ τέλος κράτη σις τῶν ὅλων διοπτευτηρίων ὁ καθʼ ἐκάστην γένεσιν ἀστὴρ οἰκοδεσποτῶν, ὅστις πρόδηλα ποιεῖ τοὺς γεννωμένους οἵτινες ἕσονται τοῦ βίου τε ὑπόστασιν ὁποίαν τινὰ ἔξουσι, τοῖς τρόποις τε ὁποῖοι, σώματος μορφῆς τύπον, ἂ πάντα τούτῳ κατακόλουθα γίνεται. τούτου δ᾿ ἄνευθεν οὐδέν, οὔτε πρᾶξις οὔτε δόξα, προσπάρεστιν οὐδενί. πῶς γὰρ δυνατὸν περὶ ἕνα ἀστέρα οἰκοδεσποτείας γενομένης ἐν πᾶσιν εὐτυχῆσαι τὴν γένεσιν ἢ τοὐναντίον δυστυχῆσαι; ἀλλὰ καθολικῶς μὲν τῆς ἀρχῆς ὑποστάσεως δ τῶν ἐπισήμων καὶ μέσων καὶ ταπεινῶν γεννῶν ἕτερος εὑρεθήσεται ἢ τῶν λοιπῶν παρέξει δύναμιν, πρὸς δὲ τὰ λοιπὰ ἕτερος. εὑρίσκομεν δέ τινας περὶ μὲν τὸν βίον καὶ δόξαν εὐτυχοῦντας καὶ συγκεκοσμημένους τῇ φαντασίᾳ τοῦ δοκοῦντος οἰκοδεσπότου οἰκείως ἐσχηματισμένου, περὶ δὲ τέκνα καὶ γυναῖκας δυστυχοῦντας ἀσελγεῖς τε καὶ ἐπαίσχρους γενομένους καὶ μιαίνοντας τὸν βίον καὶ θρυλλουμένους ὡς ἀναξίους τῆς τοιαύτης ὑποστάσεως, τινὰς δὲ καὶ ὑστέρου καθαιρουμένους ἢ βιαιοθανατοῦντας. οὐκ ἄρα ἐν πᾶσιν εὐτυχὴς ὁ γεννώμενος οὐδὲ κατὰ ἀκολουθίαν τοῦ οἰκοδεσπότου ταῦτα γέγονεν, ἑτέρα δὲ οἰκοδεσποτεία κακωθεῖσα ἠμαύρωσε τὴν δόξαν ἐπεισενεγκαμένη πολλὰς αἰτίας. ἄλλους δὲ ἀπὸ ταπεινῆς καὶ ἀδόξου τύχης καταλαμβάνομεν εἰς ἀνυπέρβλητον καὶ δυσέλπιστον ὑπόστασιν χωροῦντας· τινὰς δὲ περὶ μὲν τέκνα καὶ γυναῖκας εὐτυχοῦντας, περὶ δὲ τὸν βίον ἐνδεεῖς· ἄλλους δὲ εὐδαίμονας μὲν περὶ τὴν ὕπαρξιν, ἀδόξους δὲ καὶ ἐπισινεῖς· ἑτέρους δὲ πολυχρονίους μέν, ἐπιμόχθους δὲ καὶ λελωβημένους· τινὰς δὲ πολυκτήμονας μέν, ὀλιγοχρονίους δὲ ἢ φθισικούς μὴ δυναμένους δὲ τῶν παρόντων μεταλαμβάνειν. ἕτερος οὖν ὁ ζωοδότης ἐγένετο καὶ ἕτερος τῆς ὑπάρξεως καὶ τοῦ θανάτου κύριος.