Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὁ περὶ τέκνων τόπος ὃς λαμβάνεται ἀπὸ Ἑρμοῦ καὶ ὅς --- σκεπτέος. κακωθέντες μὲν οὖν ὑπὸ Κρόνου καὶ Ἄρεως ἀτεκνίας εἰσὶν αἴτιοι ἢ ἀναιρέσεως τέκνων, ὑπὸ δὲ Διὸς βοηθούμενοι εὐτεκνίας εἰσὶν αἴτιοι. σκεπτέον οὖν καὶ τὸν κληρικὸν οἰκοδεσπότην τῶν τέκνων, ὃς οὕτως εὑρίσκεται. περὶ μὲν ἀρρενικῶν ἀπὸ Διὸς ἐπὶ Ἑρμῆν. περὶ δὲ θηλυκῶν ἀπὸ Διὸς ἐπὶ Ἀφροδίτην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. ὁ τοίνυν κύριος τοῦ περὶ τέκνων μαρτυρούμενος ὑπὸ φθοροποιοῦ ἀναιρεῖ τέκνα, ὑπὸ δὲ τῶν διδόντων τὰ τέκνα εὐτεκνίας ἐστὶ δηλωτικός. Πετόσιρις δέ, ὅταν Ζεὺς καὶ Ἀφροδίτη καὶ Ἑρμῆς μὴ κακωθῶσιν, εὐτεκνίας δηλωτικοί· ὅταν δὲ ἐναλλάξ, θρήνους καὶ θανάτους περὶ τέκνα ποιοῦσιν. ὅσοι τοῖς διδοῦσι τὰ τέκνα μαρτυροῦσιν ἀπὸ δισώμων ζῳδίων ἢ καὶ αὐτοὶ δισώμοις εἴησαν, διπλασιάζεται ἀριθμός. οἱ θηλυκοὶ ἀστέρες τῷ τεκνοδότῃ μαρτυροῦντες θηλυκὰ διδοῦσιν, οἱ ἄρρενες ἄρρενα. ἐπὶ ἀρσενικῆς γενέσεως, ἐὰν ὁ τοῦ Διὸς τύχῃ μετὰ Ἄρεως οἰκοδεσποτῶν ἡ οἰκοδεσποτούμενος ὑπὸ Ἄρεως καὶ ὁ τοῦ Κρόνου μαρτυρῇ τῇ Ἀφροδίτη ἢ οἴκῳ αὐτῆς εἴη, ἀτεκνίας δοτικὸν τὸ σχῆμα καὶ τὰ γενόμενα ἀποβαλοῦσιν. ἐπὶ δὲ θηλυκῆς γενέσεως, ἐὰν Σελήνη Ἑρμοῦ τόποις τύχη, ἡ δὲ Ἀφροδίτη ἀρρενικῷ ζῳδίῳ ὑπὸ Κρόνου μαρτυρηθῇ ἢ οἰκοδεσποτηθῇ, ἄτεκνοι γίνονται ἢ τὰ γεννώμενα διαφθείρουσιν. ἐὰν Ζεὺς βλέπη τὴν Σελήνην ἢ τὴν Ἀφροδίτην, Σελήνη δὲ Ἑρμοῦ τόποις ᾖ, Κρόνος δὲ διαμετρῇ ἢ μεσουρανῇ, Ἄρης δὲ ἐπιμαρτυρῇ Κρόνῳ, αὗται μονοτοκοῦσιν [*](1 nempe ἁρπάγιμος 3 ἁλωσηται V 8 σαφέστερος V 10 nolui καὶ ὣς 14 ὃς] ὡς V 18 fr. 22 20 ὅσοι] nempe εἰ 24 οἰκοδεσποτῶν sc. Martis, nisi delendum est 31 δὲ add. Vb διαμετρεῖ — μεσουρανεῖ V)

123
ἢ στειροῦνται. Ἀφροδίτη ἐπιμαρτυρουμένη ὑπὸ Διός, κακωθεῖσα δὲ ὑπὸ Κρόνου δυσκόλως κἀν ἑνὸς δίδωσι παιδοποίησιν· εἰ δὲ καὶ συγκακωθῇ ἡ Σελήνη, παντελῶς ἄπαιδες γίνονται. Κρόνος Ἄρης μεσουρανοῦντες ἢ ἀντιμεσουρανοῦντες ἀτέκνους ποιοῦσιν, εἰ μή πως ὑπὸ ἀγαθοποιοῦ μαρτυρηθῶσι.