Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλως. Ἔστω γένεσις ἀποδείγματος χάριν Ἡλιος Ἑρμῆς Ὑδροχόῳ, Σελήνη Σκορπίῳ, Κρόνος Καρκίνῳ, Ζεὺς Ζυγῷ. Ἀφροδίτη Αἰγόκερῳ, Ἄρης ὡροσκόπος Παρθένῳ. ὁ μὲν οὖν Κρόνος προσοικειωθεὶς [*](1 Dorothei praecepta diversa tradit Hephaest. II 5 (Catal. VI 96) 4 sc. τῶν γεννωμένων 5 ἐνοικειούμενος S 11 Saturnus per se parem interficere studet 21 sanane haec? 26 προκειμένης ex fonte transscripsit dormitans 27 computatio mira quod et vagis et fixis annis utitur; Sirius Ἐπιφὶ κ΄ ═ d. 14. Julii oritur anno p. Chr. n. 160 κ] κε΄ S 29 ἐπῆ S? 31 nempe ὑποδ.)

102
τῇ Σελήνη Καρκίνῳ εὑρέθη νυκτὸς καὶ τοῦ Ἡλίου οἰκοδεσποτήσας ἀνέλαβε τὸν πατρικὸν κλῆρον καὶ ὑπὸ Διὸς ὑπεθεωρήθη καὶ Ἀφροδίτης ἀγαθοδαιμονῶν. ἡ δὲ Σελήνη καὶ Ἀφροδίτη ὑπὸ τῶν δύο κακοποιῶν κατοπτευθεῖσα μητρὸς προτελευτὴν ἐσήμανεν.

Ἄλλως. Ἐπὰν Ἥλιος καθυπερτερῇ Σελήνην, μήτηρ προτελευτᾷ· ἐὰν δὲ Σελήνη Ἥλιον, πατήρ· ἐὰν δὲ μηδέτερος τὸν ἕτερον καθυπερτερήσῃ καὶ ἀσχημάτιστοι γένωνται, λαμβάνω Κρόνον καὶ Ἀφροδίτην· ἐὰν δὲ μηδὲ οὗτοι, Κρόνον καὶ Σελήνην. ἐὰν δὲ Ἡλιος καθυπερτερῇ καὶ μέση γένηται Ἀφροδίτη, μεσεμβολήσει τὴν καθυπερτέρησιν. ἰδὲ οὖν Κρόνον, μήποτε καθυπερτερῆται ὑπὸ ταύτης, καὶ ἔσται μὲν ἢ περὶ τὸν πατέρα ἡ προμεταλλαγὴ ἢ ἀνάπαλιν ἀπὸ Κρόνου καὶ Ἀφροδίτης. εἰ δὲ μὴ γένηται ὁ μεσεμβολῶν τοὺς καθυπερτεροῦντας ἀλλήλους δύναμιν ἔχων καθυπερτερητικήν, εὐτονήσουσιν οἱ μεσέμβολοι ἀνῦσαι ἴδιον ἀποτέλεσμα. γίνονται δὲ καθυπερτερήσεις τῷ αὐτῷ ζῳδίῳ καὶ διαμέτρῳ, καὶ καθόλου ὁ ἐπερχόμενος ἀστὴρ ἑτέρῳ καθυπερτερεῖ τοῦτον ἢ ὁ τὴν μετ᾿ ἀλλήλων δύναμιν ἔχων καθυπερτερητικήν.