Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλως. Ἐὰν ὁ πατρικὸς κλῆρος ἀρσενικῷ ζῳδίῳ πέσῃ ἢ ὁ κύριος αὐτοῦ ὑπὸ κακοποιοῦ μαρτυρούμενος, πατρὸς προτελευτὴν σημαίνει. ὁμοίως καὶ ἐπὶ τοῦ μητρικοῦ κλήρου αὐτὸ συμβήσεται, ἐὰν μάλιστα ἀσφαλέστατά τις γνῷ εἰ πατήρ ἐστιν.

Ἄλλως. Ἀπὸ κυνὸς ἐπιτολῆς ἕως τῆς γενεσιακῆς ἡμέρας λαμβάνειν καὶ ἐκ τοῦ συναχθέντος ἀριθμοῦ ἀφαιρεῖν δωδεκάδας καὶ τὸν περιλειφθέντα ἐντὸς τῶν ιβ΄ ἀπολύειν ἀπὸ Σελήνης ἀνὰ μίαν· ἐὰν μὲν οὖν εἰς ἀρσενικὸν ζῴδιον καταλήξῃ, πατὴρ προτελευτήσει· ἐὰν δὲ εἰς θηλυκόν, μήτηρ. οἷον ἐπὶ τῆς προκειμένης γενέσεως Μεχὶρ ιγ΄ ἀπὸ Ἐπιφὶ κ΄ ἕως τῆς ιγ΄ γίνονται σγ΄· ἀφεῖλον δωδεκάδας ις΄ λοιπὰ ια΄, ταῦτα ἀπὸ Σελήνης τῆς ἐν Σκορπίῳ κατέληξεν Παρθένῳ ζῳδίῳ θηλυκῷ· ἐπῆν δὲ καὶ Ἄρης· ἐγίνετο περὶ τὴν μητέρα ἡ προτελευτή.