Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὰ μὲν οὖν περὶ πατρὸς λαμβάνεται ⟨οὕτως). ἡμέρας μὲν οὖν Ἥλιος χρηματίσει καὶ ζῴδιον, ἐφ᾿ οὗ ὁ Ἥλιος ἕστηκε, καὶ ὁ κύριος τοῦ ζῳδίου, ἐφʼ οὖ ὁ Ζεύς, καὶ ζῴδιον ὑποδεξάμενον τὸν Δία. τὰ δὲ περὶ μητρὸς λαμβάνεται οὕτως. ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου, ἐφʼ οὖ ἕστηκεν ἡ Σελήνη, καὶ τοῦ οἰκοδοχέως τῆς Σελήνης, ἡμέρας δὲ ἀπὸ Ἀφροδίτης καὶ τοῦ ζῳδίου, ἐφʼ οὗ ἕστηκεν ἡ Ἀφροδίτη. ὅταν τοίνυν οἱ χρηματίζοντες κατὰ τὴν ἰδίαν αἴρεσιν εὑρεθῶσιν ἰδίῳ οἴκῳ ἢ ἰδίοις ὑψώμασιν ἐπιδεκατευόμενοι ὑπό τινος ἀγαθοποιοῦ ἢ μαρτυρούμενοι ὁπωσοῦν ἄλλως καὶ μὴ ἀποκεκλικότες μηδὲ ᾧ χαίρουσι τόπῳ μὴ κακωθέντες ὑπό τινος τῶν κακοποιῶν, ἔνδοξα καὶ ἐπίσημα καὶ λαμπρὰ τὰ περὶ τοὺς γονεῖς δηλοῦσιν. ἐὰν δὲ ὑπό τινος τῶν φθοροποιῶν μαρτυρηθῇ ὁ σημᾶναι ἀφείλων τὰ περὶ τοὺς γονεῖς κατὰ τὴν παροῦσαν ἀκτινοβολίαν ἢ ἐπιδεκατείαν ἢ εἰς ὃν οὐ χαίρει τόπον εὑρεθῇ, ἀσήμους δηλώσει καὶ ἀδόξους τοὺς γονεῖς. συνδηλώσουσι [*](1 οἰκοδεσπότης S 2 nempe ἐπεθεωρήθη 13 haec turbata videntur an del. μή? 18 an κατάλληλον? 22 τοῦ ὑποδεξαμένου S 24 οἰκοδοχέως si ex Timaeo mutuatus eat, versibus ille scripsit aut oratione eata; cf. p. 103, 1. 4. 12 (105, 5) 29 nempe μηδὲ)

103
δὲ καὶ οἱ ὑποδοχεῖς τῳ δηλοῦντι τὰ περὶ τοὺς γονέας κατὰ τὴν θέσιν καὶ τὴν ἐπιμαρτύρησιν τῶν ἄλλων ἀστέρων εὖ ἢ κακῶς. ἐὰν δὲ ὁ δηλωτικὸς ἀστὴρ τῶν περὶ τοῦ γονέως παραπέσῃ τοπικῶς ἢ κακωθῇ ὑπό τινος τῶν φθοροποιῶν καὶ ὁ ὑποδοχεὺς αὐτοῦ ἤτοι ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου δεδυκώς εὑρεθῇ ἢ καὶ κακοδαιμονῶν ἢ καὶ μήτε οὖτος μήτε ὁ δηλωτικὸς καταπονούμενος χρηματίζει τῳ τόπῳ τῳ περὶ γονέως ἀλλʼ εἴη ἀπόστροφος, ταπεινούς καὶ ἀσήμους καὶ ἀγεννεῖς δηλώσει τοὺς γονεῖς. εἰ δὲ πρὸς τῷ μὴ χρηματίζειν καὶ κακωθεῖεν ὑπὸ φθοροποιῶν ἐπιθεωρηθέντες ἢ κατὰ συμπαρουσίαν, δούλους δηλοῦσι τοὺς γονεῖς καὶ ὑποτεταγμένους. εἰ μέντοι τοῦ δηλοῦντος τὰ περὶ γονέων καὶ ἀποκλίναντος ἢ καὶ ἄλλως κεκακωμένου ὁ ὑποδοχεὺς καλῶς κείμενος χρηματίζει ἐν τῷ τόπῳ τῷ περὶ γονέως ἀστέρα δηλωτικὸν ἔχων τὸν χρηματίζοντα τόπῳ μὴ κεκακωμένῳ ὑπό τινος τῶν φθοροποιῶν, βλάβην ἢ ζημίαν ἢ ὄλεθρον ἢ ἔκπτωσιν δηλοῦσι τῶν γονέων. Κρόνος μεσουρανῶν, Ζεὺς ὑπὸ γῆν τὸν πατέρα δοῦλον καὶ ὑποτεταγμένον σημαίνει ἢ ἔκπτωτον, μάλιστα δὲ καὶ Ἡλίου κακωθέντος.

Ὁ δὲ κλῆρος τοῦ πατρὸς λαμβάνεται οὕτως. ἐπὶ ἡμερινῆς μὲν γενέσεως ἀπὸ Ἡλίου ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, τινὲς ἀπὸ Ἡλίου ἐπὶ Δία καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· νυκτὸς δὲ ἀπὸ Ἀφροδίτης ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. ὁ μὲν οὖν κλῆρος τῶν γονέων οὕτως εὑρίσκεται· περὶ δὲ τοῦ πατρὸς εἰσποιητοῦ ἀπὸ τοῦ διαμέτρου τοῦ κλήρου κατὰ κάθετον ληπτέον. ἐὰν ἐπὶ τοῦ διαμέτρου τύχῃ ὁ τοῦ πατρικοῦ κλήρου κύριος ἢ τοῦ διαμέτρου ὁ κύριος ἐπὶ τοῦ κλήρου, εἰσποιητὸν δηλοῖ τὸν πατέρα· ὁμοίως καὶ ἐὰν ὁ τοῦ μητρικοῦ κλῆρος τῷ διαμέτρῳ εὑρεθῇ καὶ ὁ τοῦ διαμέτρου τοῦ κλήρου τῆς μητρὸς κύριος εὑρεθῇ τῷ τῆς μητρὸς κλήρῳ, ὅμοιον δηλώσει.