Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τοῦ δὲ Τοξότου αἱ πρῶται ιβ΄ Διὸς εἰσὶν ἀνθρώπων πρακτικῶν· εἰσὶ δὲ ὑγραὶ σὺν τῷ εὐκράτῳ, ὅλως δὲ παμποίκιλοι περὶ πᾶσαν τέχνην καὶ πρᾶξιν, πολύσπερμοι μὲν καὶ πολύτεκνοι πολυάδελφοι, σπανιστικοὶ δ. αἱ δὲ ἑξῆς ε΄ εἰσὶν Ἀφροδίτης, εὔκρατοι ἔνδοξοι νικητικαὶ στεφανηφόροι θεοσεβεῖς, τιμωμένων ἀνὁρῶν ὄχλοις καὶ παῤ ἡγεμόσιν, εὔτεκνοί τε καὶ εὐάδελφοι περί τε γυναῖκας πλείονας γενέσθαι---. αἱ δὲ τρίται μοῖραι δʼ Ἑρμοῦ φιλολόγων περισσαφρόνων πραγματικῶν αἱώνια γεννώντων φιλοσόφμων, καθόλου ἐξοχὰς ἐχόντων περὶ ἐπιστήμην καὶ φρόνησιν, φιλιστόρων, ἐπὰν Ἑρμῆς προσνεύσῃ ἐπὰν δὲ ὁ Ἄρης, φιλόπλων τακτικῶν. αἱ δὲ ε΄ ἑξῆς Κρόνῳ ἐπιβάλλουσι, στειρωτικαὶ καὶ σινωτικαὶ κατάψυχροι βλαπτικαὶ φαύλων ἀνθρώπων καὶ περὶ πάντα δυστυχούντων. αἱ δὲ ἑξῆς δʼ Ἄρεώς εἰσιν, ἔνθερμοι ῥιψοκίνδυνοι ὑβριστικαὶ ἀναιδεῖς φθαρτικαί, πλὴν πολυκίνητον ἔχουσαι παντί. πᾶσαι δὲ τῷ Γοξότῃ ποικίλαι περὶ πάντα τὰ πράγματα.

Τοῦ δὲ Αἰγόκερω αἱ πρῶται ζ΄ Ἑρμοῦ εἰσι, θεατρικαὶ σατυρικαὶ μιμητικαὶ ψευστικαὶ πορνικαὶ προαγωγοί, τῶν ἀλλοτρίων ἐπιθυμηταὶ καὶ ἄδοξοι, ἀφυεῖς δὲ περὶ πάντα καὶ εὐχάριστοι καὶ εὔποροι, οὐχ ὑψηλαὶ δέ. δὲ ἑξῆς ζ΄ Διὸς ὑψηλοταπεινώματι ποιοῦσαι δόξης τε καὶ ἀδοξίας, πλούτου καὶ πενίας, ἐπιδόσεων [*](2 satis erit περὶ in παρὰ mutare 3 s. περὶ λόγον opinor 11 κο- λαστικωτάτων post praecedens κολαστικῶν haud necessarium Valentia negle- gentiae tribuo 21 εἰωθότες vel sim. supplendum 24 φιλισχύρων M 25 possis 〈αἱ〉 ἑξῆς 29 ποικίλα M 32 ἄδοξοι = infames? εὐφυεῖς opinor 33 αἱ δὲ ἑξῆς η΄ (p. 18, 1) — εὐσταθῶν (p. 18, 3) ante αἱ δὲ ἑξῆς ζ΄ Διὸς etc., sed numeris β΄ α΄ γ΄ suprascriptis verus ordo restitutus Valens.)

18
καὶ θεατρισμῶν, στειρώδεις θηλυγόνοι ἡ τερατογόνοι μικροπρεπεῖς διωτικαί. αἱ δὲ ἑξῆς η΄ Ἀσροδίτης ἀσώτων λάγνων καὶ κατωφερῶν ἀκρίτων ἐπιψόγων, εὐμεταβόλων περὶ τὰ τέλη, οὐκ εὐθανατούντων οὐδὲ περὶ τοὺς γάμους εὐσταθῶν. αἱ δὲ τέταρται δʼ Κρόνου αὐστηραὶ ἀνεύφραντοι ἀλλοιώδεις δύστεκνοι δυσάδελφοι ὠμαὶ φθαρτικαὶ κατάψυχροι ἀσύγκλωστοι βάσκανοι μελλητικαὶ ναὶ δόλιοι. αἱ δʼ ἐπὶ πᾶσιν δʼ Ἄρεως ὑψηλαὶ ἐξουσιαστικαὶ τυραννικαί, ἐπὶ παντὶ ἡγεμονικὸν περιτιθεῖσαι, σπανιστικαὶ τῶν ἰδίων συγγενῶν καὶ ἀναιρετικαὶ ἀνθρώπων ἀποδημητικαὶ φίλεροι ἕως τέλους ἐρισταί.