Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὑδροχόου πρῶται ζ΄ μοῖραι Ἑρμοῦ πλουσίων φιλοθησαύρων, ἡδέως ἀποθησαυριζόντων πρὸς τὰ μέτρα τῶν γενέσεων, συνετῶν νομικῶν συνακριβούντων πάντα, ἐπιτακτικῶν μικροψύχων πολυμερίμνων, φιλούντων παιδείαν καὶ πᾶσαν πολυτεχνίαν , διοικητικῶν οἰκονομικῶν φιλανθρώπων. αἱ δὲ ἑξῆς ἓξ Ἀφροδίτης καλῶς φιλουμένων θεοσεβῶν χωρὶς πόνου εὐπορούντων αἰφνιδιοτυχῶν εὐπόρων πλευστικῶν εἰσὶ δὲ αὗται πολύσποροι μοῖραι, συμβαίνει δὲ τὸν κατʼ αὐτὰς γενόμενον γραυσὶ συνέρχεσθαι ἢ ἐπισινέσιν ἢ εὐνούχοις συνέρχεσθαι, προβιβάζεσθαι δὲ ὑπὸ ἀσπέρμων ἢ προβεβηκότων. αἱ δὲ ἑξῆς ζ΄ Διὸς εὐτυχεῖς μικρολόγοι ἐνδόμυχοι ἀφιλόδοξοι ἀνεπίφαντοι εὔπαιδες ἀφιλάδελφοι. αἱ δὲ ἑξῆς ε΄ Ἄρεως ἐπισινεῖς μάλιστα περὶ τὰ ἐντός, δικασχολούμενοι, πονηρῶν ἀνθρώπων ἀδρανῶν καὶ ἐκλελυμένων, πλὴν ταχέως ἐπιχειρούντων τοῖς κακοῖς. αἱ δὲ λοιπαὶ ε΄ Κρόνου στειρώδεις κάθυγροι δύσγονοι σινωτικαί, καὶ μάλιστα περὶ μήνιγγας καὶ τὰ ἐντὸς εἴδη καὶ ὕδρωπας καὶ σπασμούς, σπανιστικαὶ σπανάδελφοι σπανότεκνοι φθονεραί, ἐπὶ τῷ τέλει οὐκ εὐτυχεῖς.

Τῶν δὲ Ἰχθύων αἱ πρῶται ιβ΄ Ἀρροδίτης, ἱλαραὶ πολύσπερμοι καταφερεῖς ἀπολαυστικαὶ καὶ ἡδύβιοι χαιρητικοὶ ἐπιχάριτοι ἐπέραστοι, αὐτομάτως προβιβάζουσαι, προσφιλεῖς θεοῖς. αἱ δὲ ἑξῆς δ΄ Διὸς φιλολόγων ἐπιστημονικῶν, ὄχλοις διαπρεπόντων καὶ λόγοις πάντων περιγινομένων, πολυάδελφοι πολύγονοι πολύτεκνοι περισσομελεῖς περισσάδελφοι. αἱ δὲ ἑξῆς γ΄ Ἑρμοῦ πολύσπερμοι ἀρχικαὶ ἐντίμων πολύφιλοι χαριστικαὶ φιλότροφοι ἐλεήμονες φιλόθεοι εὔκρατοι. αἱ δὲ θ΄ Ἄρεως εἰσὶ πρακτικαὶ θαλασσομάχοι [*](3 εὐθυνθανούντων M 6 μελητυκαὶ M 7 δ΄ ] Ϛ΄ M 9 malim συγγ. καὶ ἀδελφῶν ἀναιρ, ἀποδ. ἀποδημιτκαί M possis φίλεργοι 13 an ὐποτακτμκών? 15 nempe καλαὶ aut καλῶν 16 αἰφνιδιοτυχῶν M at -τυχής probabilius 18 ἐπὶ σύνεσιν M alterum συνέρχεσθαι delere nolui ]22 nempe δίκαις ἀσχολούμενοι 29 ἡδύβιαι M an χαριστκαί? 33 περισάδελφοι M)

19
ἀφηγηταὶ καὶ εὐψυχεῖς, περὶ τὰ ἄρρητα ποιητικαί, ἀρπακτιναὶ καὶ πάλιν μεταδοτικαί, ποικίλαι οὐκ ἰδιοθάνατοι. αἱ δ᾿ ἐπὶ πᾶσι β΄ Κρόνου σινωτικαὶ κάθυγροι σπασματώδεις, περὶ πάντα ἀτυχεῖς.