Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τοῦ δὲ Ζυγοῦ πρῶται Ϛ΄ Κρόνου βασιλικαὶ ὑψηλαὶ πρακτικαὶ μάλιστα ἡμέρας, νυκτὸς δὲ ἐπιπρασσόντων· εἰσὶ δὲ στειρμώδεις κάθυγροι φθαρτικαί. αἱ δὲ ἑξῆς ε΄ Ἑρμοῦ ἀγοραῖοι ἐργαστηρικαὶ ἐμπορικαὶ γραμμάτων συναλλακτικῶν καὶ ἀριθμῶν συνακτικαί. καθόλου δίκαιοι συνεταί. αἱ δὲ τρίται η΄ Διὸς πλουτοποιοί, ἀλλὰ ἐφ᾿ ὧν γε δυσπραγῶν, ἀνεύφραντοι ἀποθησαυριζομένων ἀνεπιφάντων ῥυπαροβίων ἀφιλοκάλων μωμητικῶν· οὐδὲ μὴν εὔπαιδες αἱ δὲ τέταρται Ἀφροδίτης ζ΄ φιλοκάλων φιλοτέχνων ἢ καὶ τεχνιτῶν, οἶον ἐπιπλαστῶν ζωγράφων τορευτῶν, καθόλου δὲ ῥυθμικῷν θεοσεβῶν πραέων βραδέως εὐτυχούντων προβιβαζομένων αὐτομάτως, περὶ δὲ γάμους εὐτυχοῦντας μεγάλως, ἐπὶ πᾶσιν εὐδαιμόνων αἱ δὲ λοιπαὶ δ΄ Ἄρεως ἡγεμονικῶν ταξιάρχων εὐτυχῶν περὶ πᾶσαν Ἄρεως τέχνην καὶ διαθυμῶν τε καὶ ἀσφαλῶν καὶ ἐγκρατῶν καὶ μεγαλοφρόνων, οὐκ εὐαδέλφων δὲ οὐδὲ πολυαδέλφων.

Τοῦ δὲ Σκορπίου αἱ πρῶται ζ΄ μοῖραι εἰσὶν Ἄρεως τεθορυβημέναι εὐκίνητοι ἄστατοι ὀργίλοι ἐλευθερόγλωσσοι μεγαλόφρονε σπανότεκνοι πολυάδελφοι, ἀνώμαλοι ταῖς τύχαις, διάπυροι, εὔθετοι ταῖς εἰς στρατιὰν καὶ ἐκδημίαν γενέσεσιν. αἱ δὲ ἑξῆς δ΄ Ἀφροδίτης [*](2 fuitne 〈αἰτίαις〉 περ. vel. sim ? 5 ὡς] intellegerem πλὴν 10 4 (= Ζείς) M pro ζ΄ 11 νυκτερέμβων M fort. λησταρχῶν vel μυσακτῶν (μισθωτῶν Boll) 17 an ἐπιταράσσονται? 18 ceteri Mercurio VIII, Iovi VII, Veneri VIl. Marti II partes dant 19 γρ. συναλλακτικαὶ καὶ ἀρ. συναλλακτικαὶ M 21 an κατηφῶν καὶ δυσπp.? 22 ἀμωμητικῶν M 24 fort. οἱονεὶ πλαστῶν 25 αὐτο- μάτων M 26 πᾶσιν aptius 28 possis λίαν εὐθύμων aut ῥᾳθύμων (θυμικῶν Rad.) 31 ἀκίνητοι M 33 στρατείαν opinor)

17
εὐτυχῶν ἐπὶ γάμοις, θεοσεβῶν, φιλουμένων ὑπὸ πάντων, φιλοτέκνων, εὐπόρων, περὶ πάντας ἐκλελεγμένων, δυβίων. αἱ δὲ τρίται η΄ Ἑρμοῦ ὁπλικαὶ ἀγωνιστικαὶ στεφανηφόρων καὶ περὶ λόγων πικρῶν ἀγωνιστικῶν ἀκαταφρονήτων· εἰσὶ δὲ καὶ αὖται πολύσποροι· καθόλου δὲ κακεντρεχῶν τῇ διανοίᾳ, μάλιστα κατὰ τῶν πειραζόντων ἢ τῶν πονηρὰ δρώντων. αἱ δὲ τέταρται Ϛ΄ Διὸς πολυτέχνων εὐτυχῶν ἀρχιερέων δοξαζομένων χρυσῷ πορφύραις ἀρχαῖς κατὰ τὰ ἴδια μεγέθη τῶν γενέσεων, εὐεργετικῶν, καθόλου χιλανθρώπων φιλοθέων. αἱ δʼ ἐπὶ πάσαις Ϛ΄ Κρόνου κολαστικῶν σπανοτέκνων σπαναδέλφων μισοϊδίων φαρμακευτῶν μελαγχολικῶν μιδογυναίων κρυπτὰ σίνη ἐχόντων καθόλου κολαστικωτάτων μεμψιμοιροτάτων· μισοῦνται δὲ καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώω οὗτοι δὲ πρὸς τοὺς ὑπερέχοντας ἀντερείδονται, ὑπὸ δὲ τῶν ταπεινῶν καταφρονοῦνται.