Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τοῦ δὲ Λέοντος αἱ πρῶται Ϛ΄ εἰσὶ Διός, ἔμπειροι ἀρρενικαὶ αὐτοκρατορικαὶ πάντως τε ἡγεμονικαὶ πρακτικαὶ ἔξοχοι οὐδὲν ταπεινὸν ἔχουσαι. αἱ δὲ ἑξῆς ε΄ Ἀφροδίτης εὐκρατότεραι ἀνειμέναι πολύσοφοι ἀπολαυστικαί. αἱ δὲ τρίται ζ΄ Κρόνου πολύπειροι φοβητικαὶ φυσικαὶ εὐφυεῖς στεναὶ μυστικαὶ πολύτεκνοι ζητητικαὶ τῶν ἀποκεκρυμμένων, στειρώδεις δὲ καὶ ἄσποροι. αἱ δὲ ἑξῆς Ϛ΄ Ἑρμοῦ ἀκροαματικαὶ ὀχλικαὶ σχολαργικαὶ ἀφηγητικαὶ νομικαὶ συνεταί, καὶ αὗται ἄσποροι, πολυχρονίων δὲ ἀνθρώπων. αἱ δὲ ἐπὶ πᾶσιν Ϛ΄ Ἄρεως φαυλόταται τερατώδεις φθαρτικαὶ ἐπισινεῖς νωθραὶ ἐπίψογοι καὶ ἀτυχεῖς.

Τῆς δὲ Παρθένου πρῶται μοῖραι ζ΄ Ἑρμοῦ ὑψηλόταται διοικητικαὶ πολύσοφοι ἐπιεικεῖς, ἐπὶ πραγμάτων τάσσουσαι μεγάλων, συνετώταται καὶ πάντα γενναῖαι καὶ ἔξοχοι· μόνον πρὸς τὰ ἀφροδίσια οὐκ εὐτυχεῖς, καθόλου μὲν ὅλης τῆς Παρθένου, μάλιστα δὲ αὖται αἱ μοῖραι καὶ αἱ Ἀφροδίτης· αὖται μὲν γὰρ εὐκατηγορήτων εἰσίν, αἱ δὲ Ἀφροδίτης ἁμαρτανόντων· παντὶ δὲ [*](2 ἀίδμοι M 7 an ἀποδημητκαί? 11 an ἀλλοῖοι? generum per- mixtionem non magis sustuli quam casuum 17 πλυδίκαιοι M 19 possi kεθʼ ὃν 23 εὐκρατώτεραι M 27 nempe σχολαρχικαί 36 verba non sana; fort. ἁμαρτ. παντί· δὲ ἔξ.)

16
ἔξοχον μάλιστα προδώσουσιν τῷ παιδευτικῷ. αἱ δὲ ἑξῆς ι΄ Ἀφρροδίτης ἐπίψογοι, ἁμαρτωλοὶ περὶ γάμους, περιπίπτουσαι διὰ ταῦτα, περὶ δὲ τὰ θεατρικὰ εὐτυχεῖς· περὶ δὲ πάθη αἴσχιστοι, μάλιστα δὲ Κρόνου συμμαρτυροῦντος· Ἑρμοῦ δὲ μοιχείας, Διὸς δὲ πλήθη ἁμαρτιῶν ὡς συγχυρουμένων, ἔτι δὲ κατακρίσεις· Ἡλίοι δὲ λαθρίδιοι πράξεις, Σελήνης ἐναντιώματα ἀντιπολιτεῖαι· ἐὰν δὲ ὑπὸ τῶν κακοποιῶν ὁραθῇ, προΐστασθαι ποιεῖ, αἱ δὲ τρίται ὁ Διὸς φιλογεωργὼν ἐπιεικῶν ἀνακεχωρηκότων οὐκ ἀπαιδεύτων εἰσὶ δὲ καὶ ἐπιτροπικαὶ καὶ πολύσπερμοι καὶ εὐκατόρθωτοι. αἱ δὲ τέταρται ζ΄ Ἄρεως εἰσὶν ἄρρενες χαλεπαὶ δημοτικῶν ὀχλαγωγῶν καὶ νυκτιρέμβων μυσταιτῶν πλαστογράφων ἐπιθετῶν· αὗται αἱ μοῖραι ὑβρίζουσι τοὺς ἀνθρώπους, εἰς δεσμοὺς καὶ μελοκοπίας καὶ βασάνους καὶ φυλακὰς ἄγουσιν. αἱ δὲ λοιπαὶ β΄ Κρόνου τερατώδεις κατάψυχροι φθαρτικαὶ ὀλιγοχρόνιοι ἐμπαιζομένων ἀνθρώπων.