Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐκθέμενοι οὖν διδασκαλικῶς περὶ ἑκάστης μόνης μοίρας τί ἀποτελεῖ, τοῦ οἰκοδεσπότου αὐτοῖς ἐπικειμένου ἀποτελέσει ἴδιον ἤτοι φαῦλον ἢ ἀγαθόν. νυνὶ δὲ περὶ ὡροσκόπου ἐκθήσομαι.

Μαθὼν ἀκριβῶς πόσων μοιρῶν ἐστιν ὁ Ἥλιος ἐπὶ γενέσεως ἴδε, ποῦ δωδεκατημόριον ἐκπίπτει, καὶ οὖ ἂν ἐκπέσῃ τούτου εὐώνυμον τρίγωνον ὡροσκοπήσει ἢ τὰ ὁμοιόπτωτα ζῴδια οἷον ἀρρενικὰ ἢ θηλυκά, νοοῦντός σου τὴν διαφορὰν νυκτὸς ἢ ἡμέρας. οἷον ἔστω Ἥλιος Ὑδροχόου μοίρᾳ κβ΄ τούτου δωδεκατημόριον κατέληξε Σκορπίῳ· τούτου εὐώνυμον τρίγωνόν εἰσιν ἔχθύες. εἰ οὖν ἡμερινὴ ἦν ἡ γένεσις, ἔδει τοὺς Ἰχθύας ὡροσκοπεῖν ἢ Ταῦρον ἢ Καρκίνον· εἰ δὲ νυκτερινή, τὰ τούτων διάμετρα· Αἰγόκερως ὡροσκοπήσει κατὰ τὴν πρώτην ὥραν.