Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τούτων οὕτως ἐχόντων λεκτέον καὶ περὶ τῆς σπορᾶς, παρέντας τὴν πλοκὴν καὶ τὸν φθόνον θεμένους. τριῶν ὅρων ὑπαρχόντων, ἐλαχίστου τε καὶ μέσου καὶ μεγίστου, ἡ ἑκάστου ὑπεροχἡ ἐστι μοιρῶν ιε΄· ἃς ἐὰν προσθῶμεν ἢ ἀρέλωμεν ἑκάστου ὅρου, ὁ ἕτερος ἔσται καταληπτός· καὶ ὁ μὲν ἐλάχιστός ἐστιν ἡμερῶν σνη΄, ὃς ἀποδειχθήσεται μετὰ τὴν δυτικὴν μοῖραν, τουτέστιν ἐν τῇ ἐπικαταδύσει τῆς Σελήνης οὔσης, ὁ δὲ μέσος σογ΄, ὃς πρόδηλός ἐστιν τῷ ὡροσκόπῳ τῆς Σελήνης οὔσης, ὁ δὲ μέγιστος σπη΄, ὃς πρόδηλός ἐστι τῆς Σελήνης οὔσης τῇ δύσει. τὰς γὰρ ιε΄ μοίρας τῆς ὑπεροχῆς ἐὰν μετρήσωμεν εἰς τὸ ἡμισφαίριον, ὅ ἐστιν ἀπὸ ὡροσκόπου ἐπὶ δύσιν, εὑρίσκομεν ἑκάστου ζῳδίου ἐπιβαλλούσας μοίρας β΄ ἥμισυ. ἔστω οὖν ὡροσκοπεῖν Καρκίνον, δύνειν δὲ Αἰγόκερων· ἐὰν εὑρεθῇ ἡ Σελήνη ὑπὲρ τὸ τῆς δύσεως κέντρον, ἔσται ἡ σπόρα σνή΄· ἐὰν δὲ Ὑδροχόῳ, σξ΄ ἥμισυ· ἐὰν δὲ Ἰχθύσι, διακοσίων ξγ΄ ἐὰν δὲ Κριῷ. σξε΄ ἥμισυ· ἐὰν δὲ Ταύρῳ, σξη΄· ἐὰν δὲ Δσιδύμοις, σο΄ ἥμισυ· ἐὰν δὲ Καρκίνῳ τῷ ὡροσκόπῳ, σογ΄· ἐὰν δὲ Λέοντι, σοε΄ ἥμισυ· ἐὰν δὲ Παρθένῳ, σοη΄· ἐὰν δὲ Ζυγῷ, σπ΄ ἥμισυ· ἐὰν δὲ Σκορπίῳ, σπγ΄ ἐὰν δὲ Τοξότῃ, σμε΄ ἥμισυ· ἐὰν δὲ Αἰγόκερῳ, σπη΄.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτους η΄ Νέρωνος Μεσορὶ Ϛ΄ εἰς τὴν ζ΄ ὥρα ια΄, Σελήνη Ζυγῷ, ὡροσκόπος Καρκίνῳ. ἐπεὶ οὖν ἡ Σελήνη τῷ κέντρῳ εὑρέθη, ἐξετράπη ἡ γένεσις δἰ ἡμερῶν σπ΄ καὶ ὡρῶν ιβ΄. ταύτας οὖν ἀφαιρεῖν δεήσει ἀπὸ τῶν τοῦ ἐνιαυτοῦ τξε΄ δ΄ ἡμερῶν, λοιπαὶ πδ΄ ὧραι ιβ΄ τὰς οὖν πδ΄ ἐὰν προσθῶμεν τῇ τοῦ Μεσορὶ Ϛ΄, ἔσται Φαωρὶ κ΄ζ΄ ὥραι κγ΄, ἥτις ἔσται ἡ σποριμὴ ἡμέρα. καὶ πάλιν ἀπὸ τῆς κζ΄ τοῦ Φαωρὶ ἐὰν λάβωμεν ἕως Μεσορὶ Ϛ΄, ἔσονται σπ΄. ὑποδείξομεν δὲ καὶ διὰ πολλῶν μὲν [*](1 οὕτως γὰρ βέβαια τὰ A] οὕτως θέβαια M 2 καὶ ζ. ἀνοικείοις et καὶ παῤ αἵρεσιν add. ex A 4 ψυχῆς M 5 cf. Censor. 8 Procl. in remp. II 26, 15 (cum adn.) et maxime 34, 3 7 ὡρῶν Ma 10 add. Cumont in lac. IV litt. codicis 16 nempe ἐκάστῳ ζῳδίῳ 19 ἔστω M 25 nempe ἔτος cf. infra 51, 21 29 debebat ὡραι Ϛ΄ 30 κζ΄] immo debebat λ΄)

51
αἱρέσεων, εἰς μίαν δὲ ὁδὸν εὐθεῖαν φερουσῶν. προτεθείσης γενέσεως ἐπιγνῶμεν, διὰ πόσων ἡμερῶν ἐξετράπη· ἐὰν ἡ Σελήνη εὑρεθῇ τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ, λογισάμενος τὰς ἀπὸ τῆς δυτικῆς μοίρας ἕως τῆς Σεληνιακῆς καὶ ἑκάστης τριακοντάδος ἀναλαβὼν ἀνὰ β΄ U+2220΄ ἡμέρας ταύτας πρόσθες τῷ ἐλαχίστῳ ὅρῳ ταῖς σνη΄ καὶ τοσούτων ἡμερῶν εὑρήσεις τὴν σποράν· ἃς ἀναποδίσας ἀπὸ τῆς γεννητικῆς εἰς τὴν καταλήγουσαν εὑρήσεις τὴν σπορίμην ἡμέραν. εἰ δὲ ἄλλως θέλεις, ἀπὸ τῆς Σεληνιακῆς μοίρας ἕως τῆς ὡροσκοπούσης μοίρας καὶ ἑκάστης τριακοντάδος λογισάμενος ἀνὰ β΄ U+2220΄ ἡμέρας ταύτας ἀφαίρει ἀπὸ τοῦ μέσου ὅρου τῶν σογ΄· καὶ τοσούτων ἔσται ἡ σπορά. ὁμοίως δὲ καὶ ἐὰν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ εὑρεθῇ ἡ Σελήνη, ἀπὸ τῆς ὡροσκοπούσης μοίρας λογισάμενος ἕως τῆς Σεληνιακῆς καὶ ἐκκρούσας ἑκάστης τριακοντάδος β΄ U+2220΄ ἡμέρας καὶ συγκεφαλαιώσας πρόσθες τῷ μέσῳ ὅρῳ ταῖς σογ΄· κπὶ τοσούτων ἔσται ἡ σπορά. ἀπὸ δὲ τῆς Σεληνιακῆς λαβὼν ἕως τῆς δυτικῆς καὶ ἐπιγνούς, πόσαι ἡμέραι συνάγονται, πρὸς τὴν ποσότητα ἐκ τῶν ἐκκρουσθεισῶν τριακοντάδων β΄ U+2220΄ ἡμέρας ἀφαίρει ἐκ τῶν σπη΄· καὶ τοσούτων ἔσται ἡ σπορά.

Ἔστω δὲ πάλιν ἐπὶ ὑποδείγματος, ἵνα σαφέστερον οἱ ἐντυγχάνοντες τὴν ἐπίγνωσιν λαμβάνωσιν, Ἀδριανοῦ ἔτος ι΄ Μεχὶρ ιγ΄ εἰς τὴν ιδ΄ ἡμέρας ὥρα α΄· Σελήνη Σκορπίῳ μοίρᾳ ζ΄, ὡροσκόπος Παρθένῳ μοίρᾳ ζ΄· ἐπεὶ ἡ Σελήνη εὑρέθη τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ, λαμβάνω ἀπὸ τῆς ὡροσκοπούσης μοίρας ἕως τῆς σεληηιακῆς μοίρας ζ΄· γίνονται ξ΄ ἑκάστης δὲ τριακοντάδος ἀνὰ β΄ U+2220΄ λογίζομαι· γίνονται ε΄· καὶ ταύτας προστίθημι τῷ μέσῳ ὅρῳ ταῖς σογ΄ γίνονται σοη΄ τοσούτων ἡ σπορά. ἀναποδίζω οὖν τὰς σπη΄ ἀπὸ U+2220΄ τῆς γεννητικῆς ὥρας· καταλήγει ἡ σπορίμη ἡμέρα εἰς Παχὼν ια΄. ἢ πάλιν τὰς τοῦ διαστήματος ἡμέρας ε΄ ἀφαιρῶ ἐκ τῶν ??β΄· λοιπὰ πζ΄ ἐπεὶ γὰρ ὁ μέσος σογ΄, λοιπαὶ ἐκ τῶν τξε΄ ἡμερῶν 𝔮β΄. τὰς οὖν πζ΄ ἐὰν προσθῶμεν τῇ τοῦ Μεχὶρ ιδ΄ καὶ ἀπολύσωμεν ἀπὸ τῆς γεννηματικῆς ὥρας, καταλήξει εἰς τὸν Παχὼν ια΄. ἐὰν δὲ ἀπὸ τῆς σεληνιακῆς μοίρας ἕως τῆς δυτικῆς U+2220΄ τουτέστιν Ἰχθύων μοίρας ζ΄ λογίσῃ, συνάγονται ρκ΄· ἑκάστου τριακονταμοιρίου β΄ U+2220΄ ἡμέρας λαμβάνοντες γίνονται ἡμέραι ι΄· ταύτας ἐὰν ἀφέλω ἀπὸ τοῦ μεγίστου ὅρου τῶν σπη΄, λοιπαὶ σοη΄ ταύτας ἀναδραμὼν ἀπὸ τῆς γεννηματικῆς ὥρας ψηφίσας τὴν Σελὴνην εὑρήσεις ἐπὶ τοῦ κατὰ ἐκτροπὴν ὡροσκόπου.

[*](1 μίαν δίοδον εὐ. ἐχουσῶν προστεθείσης M 10 ἡμέρας] ὥρας M 16 συνάκτονται M 29 πζ΄] οζ΄ M 33 ἰχθύσι M ρκ΄] ρU+2220΄ M 37 κατὰ τροπὴν M)
52

Ἐὰν δὲ τῷ ὑπεργείῳ ἡμισφαιρίῳ ἡ Σελήνη εὑρεθῇ, λαβὼν ἀπὸ αὐτῆς τὸ μοιρικὸν διάστημα ἕως τῆς ὡροσκοπούσης μοίρας καὶ ἑκάστης τριακοντάδος ἐκκρούσας ἀνὰ β΄ U+2220΄ καὶ ἐπιγνούς, πόσαι ἡμέραι συνάγονται, καὶ ἐὰν μὲν θέλῃς ταῖς 𝔮β΄ προσθεῖναι καὶ ἀπολῦσαι ἀπὸ τῆς γεννηματικῆς ὥρας κατὰ ἐξῆς, ὅπου ἂν καταλήξῃ, ἐκεῖ εὑρήσεις τὴν σπορίμην ἡμέραν. καὶ πάλιν ἀπὸ τῆς αὐτῆς τῆς εὑρεθείσης ἡμέρας ἕως τῆς γεννηματικῆς κατὰ τὸ ἑξῆς λογισάμενος ἐπιγνώσῃ τὸ τῶν ἡμερῶν πλῆθος. ἐὰν δὲ τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ εὑρεθῇ ἡ Σελήνη καὶ λογίσῃ ἀπὸ τῆς ὡροσκοπούσης ὥρας ἕως τῆς σεληνιακῆς καὶ τοῦ διαστήματος τὴν. ἡμέραν ἐπιγνοὺς ἑκάστῃ τριακοντάδι β΄ U+2220΄ ἡμέρας ἀπονέμεις· ταύτας ἄφελε ἀπὸ τῶν 𝒢β΄ καὶ τὰς λοιπὰς πρόσθες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ ἀπόλυε ἀπὸ αὐτῆς κατὰ τὸ ἑξῆς· κἀκεῖ ἔσται ἡ σπορίμη ἡμέρα· ἣν προσθεὶς τῷ ὅρῳ ταῖς σογ΄ ἀναπόδιζε ἀπὸ τῆς γενεσιακῆς ὥρας.

Ἔστω δὲ καὶ ἐπὶ ἑτέρου ὑποδείγματος ἔτους ιζ΄ Τραῖανοῦ Μεσορὶ β΄ ὥρα ἡμέρας ια΄ U+2220΄. Ἥλιος Λέοντι μοίραις ε΄, Σελήνη Ζυγῷ ιη΄, ὡροσκόπος Αἰγόκερῳ κδ΄. ἐπεὶ οὖν ἡ Σελήνη τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ εὑρέθη, λαμβάνω ἀπὸ τῆς αὐτῆς ἕως τῆς ὡροσκοπούσης μοίρας· γίνονται 𝔮Ϛ΄ ἔγγιστα· ἑκάστου τριακονταμοίρου ἀνὰ β΄. U+2220΄ λαμβάνω καὶ γίνονται ἡμέραι ζ΄ U+2220΄· ταύτας προστιθῶ ταῖς 𝔮β΄· γίνονται ἡμέραι 𝔮θ΄ U+2220΄. ἀπολύω ἀπὸ τῆς γενεσιακῆς ἡμέρας κατὰ τὸ ἑξῆς ταύτας· καταλήγει εἰς τὴν τοῦ Ἀθὺρ Ϛ΄. πάλιν ἀπὸ τῆς Ϛ΄ τοῦ Ἀθὺρ ἕως τῶν γενεσίων κατὰ τὸ ἑξῆς· συνάγονται ἡμέραι σξϚ΄· τούτων ἦν ἡ σπορά. ἐὰν δὲ μὴ θέλω ταῖς 𝔮β΄ προσθεῖναι τὰς ζ΄, ἀφαιρῶ αὐτὰς ἐκ τῶν σογ΄· καὶ λοιπαὶ ἔσονται διακόσιαι ἑξήκοντα ἕξ· ταύτας ἀναποδίσας ἀπὸ τῆς γενεσιακῆς ἡμέρας καὶ ψηφίσας τὸν Ἥλιον εὗρον τῷ ὡροσκόπῳ Αἰγόκερῳ.

Τὴν ὥραν τῆς σπορᾶς ἡ κατὰ γένεσιν Σελήνη δηλώσει, καθ᾿ οὗ ζῴου τέτευχεν. ὅσαι δ᾿ ἂν ὦσι μοῖραι τῆς κατ᾿ ἐκτροπὴν Σελήνης, τοσαύτας ἔχει ὁ ὡροσκόπος τῆς σπορᾶς. ἕτεροι δὲ τὰς γεννηματικὰς ὥρας διπλασιάσαντες λογίζονται τῷ ὡροσκόπῳ καὶ πάλιν μὲν τοῦ κατ᾿ ἐκτροπὴν Ἡλίου λαβόντες τὸ δ΄ κἀκείνου τὸ [*](1 ὑπογυίω M 2 ἀπὸ τῆς M 4 facile delere καί, sed anacoluthon tolerare satius est 6 καταλύση M 12 γενισιακῆ M 14 possis τῷ 〈μέσῳ〉 ὅρῳ 18 Αἰγόκερῳ Mb] Ὑδροχόῳ Ma 20 τριακονταμοιρίου supra p. 51, 34 24 immo τῆς γενέσεως 25 possis τοσούτων 26 θέλων M 31 κατεντροπὴν M 34 ἐντροπὴν M)

53
προηγούμενον τρίγωνον ὡροσκόπον τῆς σπορᾶς ἡγοῦνται. ὅθεν κατὰ τὴν προκειμένην αἵρεσιν καὶ ἐπὶ τῶν λοιπῶν γενέσεων ζητήσαντες οὐ παραμφοδίσομεν. οὗτος δὲ ἔστω ἀναγκαστικὸς καὶ μυστικὸς τρόπος εἰς τὴν μέλλουσαν ὑφ᾿ ἡμῶν ἀγωγὴν ἐπιλύεσθαι.