Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἑρμῆς Σελήνη Ἀφροδίτη ἀγαθούς, εὐσυμβιώτους, ἁπλοῦς, μεταδοτικούς, φιλογέλωτας, πολιτικούς, παιδείας ἢ ῥυθμῶν μετόχους, μηχανικούς, πολυπείρους, κοσμίους, καθαρίους, εὐφυεῖς, μυστικῶν πραγμάτων συνίστορας, ὑπηρετικούς, ζηλουμένους καὶ φθονουμένους, ἀνωμάλους δὲ περὶ τὸν βίον καὶ ἀδιαφόρους περὶ τὰς τῶν γυναικῶν καὶ ἀνδρῶν ἐπιμιξίας, εὐπόρους δὲ καὶ υλλεκτικούς. Ἑρμῆς Ἄρης Ἀφροδίτη συσχηματιζόμενοι ὠφελείας καὶ δόξας καὶ πράξεις ἀποτελοῦσι, περί τε τὰς δόσεις καὶ λήψεις καὶ τὰς λοιπὰς ἐγχειρήσεις εὐεπιβόλους καὶ οἰκονομικούς, πανούργους δὲ καὶ πολυπείρους, ἀπὸ γραμμάτων ἢ ἀσκήσεων ἀναγομένους· ἐπιψόγους, πολυαναλώτους, εὐμεταδότους, ἐγγύαις καὶ δάνεσι περικυλιομένους καὶ ἀδικοῦντας, νοσφιστὰς χρημάτων ἀλλοτρίων, παραινέτας ἐπιχαρίτως διαψευδομένους, εὐπόρους δὲ καὶ βασκάνους, εὐμετανοήτους τοῖς διαπρασσομένοις.

Ἄρης Ἥλιος Σελήνη θρασεῖς, ἐπάνδρους, τολμηρούς, πρακτικοὺς ἀποτελοῦσι· γίνονται γὰρ ἀθλητικοὶ καὶ στρατιωτικοί, ἀρχικοὶ ἡγεμονικοί, ἀπὸ βιαίων πραγμάτων καὶ ἐπιφθόνων πορίζοντες καὶ ἐπιμόχθων τεχνῶν ἢ σκληρουργίας, ἐναντιώμασι δὲ καὶ ἐπικινδύνοις πράγμασι περιτρεπόμενοι καὶ μειζόνων ἔχθραις καὶ αἰτίαις γίνονται, ἐκτὸς εἰ μή πως ἀγαθοποιοὶ συσχηματισθέντες ἀκαθαίρετον τὴν ὑπόστασιν φυλάξωσιν.

Ἄρης Ἥλιος Ἀφροδίτη πολυφίλους καὶ πολυγνώστους [*](1 καθαροὺς M, corr. ex A 6 ἐξισχύσει A 9 καὶ κατὰ A 10 ἢ] fort. καὶ 27 nolui παραιρέτας (cf. 44, 25) 31 καὶ post πραγμάτων om. M, βιαίων καὶ ἐπ. πρ. A. 34 σχηματισθέντες M 35 ἀνακαθαίρετον M 36 Ἄρης Ἥλιος Ἑρμῆς M, corr. ex A)

49
ἀποτελοῦσι, συστάσεων καὶ τιμῶν καταξιουμένους, εὐπόρους φιλοσυνήθεις ἐπιψόγους καὶ πολυθρυλλήτους, ἀνεπιμόνους δὲ ταῖς φιλίαις καὶ ἀστάτους ταῖς πράξεσι, πολλῶν ἐπιθυμητάς, πολυδαπάνους, κακωτὰς γυναικῶν, εὐεπηρεάστους, ἐναντιώμασι καὶ ἔχθραις περιτρεπομένους διά τινας τοῦ λογισμοῦ ἀκρισίας.

Ἄρης Ἥλιος Ἑρμῆς πολυπείρους, ἐπινοηματικοὺς περὶ τὰς τῶν πράξεων ἀφορμὰς ἀποτελοῦσι, πολυμερίμνους δὲ καὶ δυσεπιτεύκτους πρὸς τὰς τῶν λογισμῶν ἐπιθυμίας, ἀπροσδοκήτως δὲ περιγινομένους· ὅθεν οἱ τοιοῦτοι ἀνώμαλοι ταῖς γνώμαις γίνονται, τολμηροί, πρακτικοί, ὀξύθυμοι, πρὸς τοὺς ἐχθροὺς φερόμενοι, αἰτίας δὲ κακωτικὰς αὐτοῖς ἢ βλάβας ἐπεισάγοντες μετανοοῦσι· ἔσθ᾿ ὅτε δὲ δειλὸν καὶ εὐκαταφρόνητον ἦθος ἀναλαμβά ηοντες, ἐγκρατεῖς καὶ ὑποκριτικοὶ καὶ ἥττονες πρὸς οὕς οὐκ ἐχρῆν καθίστανται, ἀνωμάλως δὲ περὶ τὰ πλεῖστα τοῦ βίου διάγοντες καὶ ὑποχείριοι γινόμενοι τὴν ἰδίαν μέμψονται τύχην.

Ἄρης Σελήνη Ἑρμῆς ἐντρεχεῖς μηχανικούς, ῥᾳδίως περὶ τὰς πράξεις ὁρμωμένους καὶ πολυκινήτους, μετά τάχους πράττειν θέλοντας, περιέργους, ἀποκρύρων μύστας καὶ ἀπορρήτων συνίστορας πραγμάτων, κακωτάς, βιαίους, ἀνυποτάκτους, ἀλλοτρίων ἐπιθυμητάς, αἰτίαις καὶ βλάβαις περιπίπτοντας κρίσεσί τε καὶ ἐπικινδύνοις πράγμασι, γραπτῶν τε καὶ ἀργυρικῶν χάριν ταραχάς ὑπομένοντας, πλὴν εὐποροῦντας καὶ πολυδαπάνους ἀποτελοῦσι, τῷ δὲ βίῳ ἀστοχοῦντας.

Καὶ ταῦτα μὲν ὡς πρὸς μονοειδεῖς διαστολὰς καὶ καθολικὰς προεθέμεθα. συνεπικιρναμένων δὲ καὶ ἑτέρων συγκράσεων ἤτοι κατὰ παρουσίαν ἢ κατά συμμαρτυρίαν κατὰ τὴν τοῦ ἀστέρος φύσιν καὶ τοπικὴν διάγνωσιν ἐναλλοιωθήσεται καὶ ἡ τῶν πραγμάτων δύναμις. οὐκ ἠβουλήθην γὰρ ἐπὶ πολὺ καὶ πολυμερῶς τάς συγκράσεις συγγράφειν διὰ καὶ τοὺς παλαιοὺς περὶ τούτων προτεταχέναι· εὐσύνοπτος οὖν ὁ τρόπος κριθήσεται τοῖς γε νοῦν ἔχουσιν ἐκ τῆς ἑκάστου ἀστέρος καὶ ζῳδίου φυσικῆς ἐνεργείας· πρέκειται δὲ τῷδε τῷ συντάγματι, ὅθεν συγκρίνειν δεήσει τοῦ ἀστέρος τὴν τοποθεσίαν ὅπως ἐσχημάτισται, ἤτοι ἐπίκεντρος, ἢ ἐνατολικοῦ, κλήρου, ὡροσκόπου, τριγώνου κύριος· ὁμοίως δὲ καὶ τὰ ζῴδια οἷς τετεύχασιν, τοι οἰκεῖα ἢ ἰδίας αἱρέσεως, ὑπὸ [*](4 εὐεπηρεάστους add. ex A δὲ εαὶ A 5 τινας τοῦ λ. ἀκρισίας A] τὰς κρίτας τῶν λογισμῶν αἰτίας M 11 ἐπισάγοντες M 12 δειλὸν] δῆλον M 14 δὲ τὰ πλ. περὶ τὸν βίον A 16 περὶ] malim ἐπὶ vel πρὸς 20 συγκιρναμένης καὶ ὲτέρας συγκράσεως M, corr. ex A 27 καὶ τοπικὴν διάγνωσιν (an διάθεσιν?) add. ex A 28 πολυμερῶν M 33 et 35 ἤτοι idem quod πότερον)

50
τίνων δὲ μαρτυρούμενοι· οὕτως γὰρ βέβαια τὰ ἀποτελέσματα ἀποφαίνεται· ἐὰν δὲ ἀχρηματίστοις τόποις καὶ ζῳδίοις ἀνοικείοις ἐκπέσωσιν καὶ παῤ αἵρεσιν, ἥττονα καὶ τὰ τῆς πράξεως καὶ τὰ τῆς τύχης γενήσεται.