Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΤΑΩΝΟΣ

Ταὼν ὄρνεον ἐστιν ἱερώτατον, πάνυ ποικίλον, εὔμορφον, εἰς τὴν οὐρὰν ἔχον τὴν τέρψιν. Τοῦτο ὅτε βιάζεται, ἀναβοᾷ, καὶ μετὰ τὸ βιβάσαι, εἰς τὰ ὀπίσω ἀναχωρεῖ. Τὸ ἔαρ μόνον βιβάζει. Τούτου τὰ ὠὰ εἰς χρυσοποιίαν ποιοῦσιν, ὥσπερ καὶ τὰ τοῦ χηνός. Ἐὰν δὲ ἀποθάνῃ (f. 105 v.) ὁ ταών, οὕτε σέπτεται, οὕτε ὄζει δυσῶδες, ἀλλὰ μένει ὡς ἐσμυρνισμένος.

Τούτου ὁ ἐγκέφαλος φιλτροπόσιμός ἐστι.

Ἡ δὲ καρδία φορουμένη εὐείδειαν καὶ ἐπιτυχίαν παρέχει.

Τὸ δὲ αἷμα αὐτοῦ ποθὲν δαίμονας ἀποδιώκει.

Τὰ δὲ ἐντὸς αὐτοῦ καὶ ἡ κόπρος θυμιώμενα πᾶν φαῦλον ἀποδιώκουσιν καὶ μανίαν.

Αὐτὸς δὲ ἐσθιόμενος δυσεντερικοὺς θεραπεύει.

Ἡ δὲ κόπρος πινομένη ἐπιληψίαν ἰᾶται.

ΠΕΡΙ ΤΡΥΓΟΝΟΣ

Τρυγὼν στρουθίον πᾶσι γνωστόν, μονανδρίᾳ ἀρκοῦν.

Ταύτης ἡ κόπρος μετὰ μέλιτος λευκώματα καθαίρει· σὺν δὲ ῥοδίνῳ λειωμένη καὶ χριομένη ὑστέραν θεραπεύει.

Τρυγὼν δὲ αὐτὴ ἐσθιομένη σωφροσύνην καὶ ἀνδράσι καὶ γυναιξὶν ἀλλήλοις ἐργάζει.